4 Ὀκτωβρίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

φεσ. ε΄ 25-33

 25 Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, 26 ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, 27 ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾿ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. 28 οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ· 29 οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ᾿ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Κύριος τὴν ἐκκλησίαν· 30 ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ· 31 ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. 32 τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. 33 πλὴν καὶ ὑμεῖς οἱ καθ᾿ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ς΄ 46 – ζ΄ 1

  46 Τί δέ με καλεῖτε, Κύριε Κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω; 47 πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος· 48 ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν, ὃς καὶ ἔσκαψε καὶ ἐβάθυνε καὶ ἔθηκε θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρας δὲ γενομένης προσέῤῥηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσε σαλεῦσαι αὐτήν· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. 49 ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου· ᾗ προσέῤῥηξεν ὁ ποταμός, καὶ εὐθὺς ἔπεσε, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.

  ζ΄ 1 Ἐπεὶ δὲ ἐπλήρωσε πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΑΥΔΑΚΤΟΣ ΚΑΙ Η ΑΓΙΑ ΚΑΛΛΙΣΘΕΝΗ

   Στίς 4 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου μάρτυρος Αὐδάκτου καί Καλλισθένης τῆς θυγατρός αὐτοῦ. Κατάγονταν ἀπό τήν Ἔφεσο καί ἔζησαν στίς ἀρχές τοῦ τρίτου αἰώνα. Ὁ ἅγιος Αὔδακτος χάρις στόν πλοῦτο καί τήν σωφροσύνη του ἦταν ἔπαρχος. Κάποτε ὅμως ὁ αὐτοκράτορας Μαξιμῖνος ζήτησε τήν κόρη του Καλλισθένη γιά γυναῖκα του, γεγονός πού δέν μποροῦσε νά δεχθεῖ ὁ ἅγιος λόγῳ τῆς χριστιανικῆς του πίστης. Ὁ Μαξιμῖνος διέταξε καί δήμευσαν τήν περιουσία τοῦ μάρτυρα, τόν ἐξόρισαν στήν Μελιτηνή καί τέλος τόν ἀποκεφάλισαν. Ἡ κόρη του Καλλισθένη ἔκοψε τά μαλλιά της, ντύθηκε μέ ἀνδρικά ροῦχα καί κρυβόταν στήν Νικομήδεια. Μετά ἀπό ὀκτώ χρόνια πῆγε στήν Θράκη, κοντά σέ μιά γυναῖκα τῆς ὁποίας ἡ κόρη ἦταν τυφλή. Ἡ Καλλισθένη τήν γιάτρεψε καί οἱ γονεῖς της θέλησαν νά τούς παντρέψουν. Ἀναγκάσθηκε τότε νά ὁμολογήσει τήν ἀλήθεια καί ἀναχώρησε ἀπό ἐκεῖνο τό μέρος. Ἀφοῦ θανατώθηκε ὁ Μαξιμῖνος ἔγινε βασιλιάς ὁ Λικίνιος. Ἡ Καλλισθένη τότε ἐπῆγε στήν γυναῖκα τοῦ Λικινίου, Κωνσταντία, ἡ ὁποία ἦταν χριστιανή καί ἀδελφή τοῦ Μεγαλου Κωνσταντίνου. Ἡ Κωνσταντία τήν κράτησε γιά νά ἀνθρέψει τόν γυιό της. Μέ αὐτόν τόν τρόπο ἡ Καλλισθένη ὄχι μόνο πῆρε πίσω τήν περιουσία τοῦ πατέρα της, ἀλλά μετέφερε καί τό ἅγιο λείψανό του ἀπό τήν Μελιτηνή στήν Ἔφεσο, ὅπου ἔκτισε ναό πρός τιμήν του. Ἔζησε μέ ἀποστολικό τρόπο καί ἐκοιμήθη εἰρηνικά.

Previous Article

5 Ὀκτωβρίου

Next Article

3 Ὀκτωβρίου