5 Μαΐου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἑβρ. ιγ΄ 7-16

     7 Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. ,8 Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. 9 διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. 10 ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες· 11 ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ Ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς· 12 διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθε. 13 τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες· 14 οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. 15 δι᾿ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τοῦτ᾿ ἔστι καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. 16 τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. α΄ 35-52

     35 Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, 36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. 37 καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. 38 στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· 39 τί ζητεῖτε; οἱ δὲ εἶπον αὐτῷ· ῥαββί· ὃ λέγεται ἑρμηνευόμενον διδάσκαλε· ποῦ μένεις; 40 λέγει αὐτοῖς· ἔρχεσθε καὶ ἴδετε. ἦλθον οὖν καὶ εἶδον ποῦ μένει καὶ παρ᾿ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη. 41 ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ. 42 εὑρίσκει οὗτος πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· εὑρήκαμεν τὸν Μεσσίαν· ὅ ἐστι μεθερμηνευόμενον Χριστός· 43 καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπε· σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. 44 Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. 45 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. 46 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. 47 καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε. 48 εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. 49 λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. 50 ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. 51 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψει. 52 καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΑ ΜΕΓΑΛΟΜΑΡΤΥΣ ΕΙΡΗΝΗ

     Στίς 5 Μαΐου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Εἰρήνης. Ἡ ἁγία Εἰρήνη ὀνομαζόταν Πηνελόπη, ἔζησε τόν 4ο αἰώνα, καταγόταν ἀπό τήν πόλη Μαγεδών καί ὁ πατέρας της ἦταν βασιλέας, Λικίνιος στό ὄνομα, ἡ δέ μητέρα της Λικινία. Λόγω τοῦ κάλλους της ὁ πατέρας της σέ ἡλικία ἕξι χρονῶν τήν ἔκλεισε σέ ἕνα πύργο, ὅπου ἀνέθεσε τήν διαπαιδαγώγησή της σέ κάποιο γέροντα Ἀπελλιανό. Κάποια μέρα βλέπει ἕνα περιστέρι, ἔχοντας στό ράμφος του κλαδί ἐλιᾶς, τό ὁποῖο ἄφησε πάνω σέ ἕνα τραπέζι, κατόπιν ἕνας ἀετός βαστάζοντας ἕνα στεφάνι ἀπό ἄνθη τό τοποθέτησε στό ἴδιο τραπέζι καί τέλος ἕνας κόρακας ἄφησε ἕνα φίδι. Ὁ γέροντας Ἀπελλιανός ἑρμηνεύοντας τό γεγονός τῆς φανέρωσε ὅτι ἐπρόκειτο νά βαπτισθῆ, ἀλλά καί ὅτι θά μαρτυροῦσε γιά τόν Χριστό. Κατά ὑπερφυσικό τρόπο κατηχήθηκε ἀπό ἄγγελο Κυρίου, βαπτίσθηκε καί μετονομάσθηκε Εἰρήνη. Κατόπιν συνέτριψε τά πατρικά εἴδωλα καί ὁμολόγησε μπροστά στόν Λικίνιο τήν πίστη της. Τότε αὐτός διέταξε νά τήν δέσουν στά πόδια ἀλόγου, ὥστε νά καταπατηθῆ. Χάριτι θείᾳ ὅμως τό ἄλογο θανάτωσε τόν Λικίνιο, τόν ὁποῖο ἡ ἁγία Εἰρήνη ἀνέστησε μέ τήν προσευχή της, αὐτός πίστευσε στόν Χριστό καί βαπτίσθηκε μαζί μέ τρεῖς χιλιάδες ἀνθρώπους. Ὅταν κοιμήθηκε ὁ πατέρας της, ἔγινε βασιλιὰς ὁ εἰδωλολάτρης Σεδεκίας, ὁ ὁποῖος βασάνισε φρικτά τήν ἁγία, ἄγγελος Κυρίου ὅμως τήν προστάτευσε, γιά αὐτό ὀκτώ χιλιάδες ψυχές ἔγιναν χριστιανοί. Ὅταν ἀνέβηκε στόν θρόνο ὁ Σαβώρ ἡ ἁγία ὁδήγησε στήν πίστη τριάντα χιλιάδες ἀνθρώπους μετά ἀπό ἀπάνθρωπα βασανιστήρια. Κατόπιν πίστευσαν στόν Χριστό πέντε χιλιάδες εἰδωλολάτρες λόγῳ τῶν θαυμάτων πού ἐπιτελοῦσε. Στήν συνέχεια πῆγε στήν πόλη Καλλίνικο πού ἦταν βασιλέας ὁ εἰδωλολάτρης Νουμεριανός, ὁ ὁποῖος τήν ἔβαλε μέσα σέ πυρακτωμένα χάλκινα βόδια, ὅμως ὁ Θεός τήν προστάτευσε καί ἔτσι ἔγιναν χριστιανοί ἑκατό χιλιάδες ἄνθρωποι. Ἀλλά καί τόν τοπικό Ἔπαρχο μέ τούς ἀνθρώπους του ἔκανε χριστιανούς. Ὅταν ὁ βασιλέας τῶν Περσῶν Σαβώριος τήν ἀποκεφάλισε, ἄγγελος Κυρίου τήν ἀνέστησε καί τότε φανερώθηκε ἡ ἁγία Εἰρήνη στήν πόλη Μεσημβρία, ὅπου εἵλκυσε στήν πίστη τόν βασιλέα καί χιλιάδες ἀνθρώπους. Ἔπειτα πῆγε στήν Ἔφεσο, ὅπου συνάντησε τόν Ἀπελλιανό καί τελοῦσε θαύματα καί δίδασκε τούς χριστιανούς. Τέλος κοιμήθηκε καί ἐνταφιάσθηκε, ἀλλὰ ὅταν μετά ἀπό δύο μέρες ἄνοιξαν τόν τάφο της, αὐτός βρέθηκε κενός.

Ἀπολυτίκιον (Ἦχος δ’. Ταχὺ προκατάλαβε.)

Εἰρήνης τὸν ἄρχοντα, ἰχνηλατοῦσα σεμνή, εἰρήνης ἐπώνυμος, δι’ ἐπιπνοίας Θεοῦ, ἐδείχθης πανεύφημε, σὺ γὰρ τοῦ πολέμου, τᾶς ἐνέδρας φυγοῦσα, ἤθλησας ὑπὲρ φύσιν, ὡς παρθένος φρονίμη, διὸ Μεγαλομάρτυς Εἰρήνη, εἰρήνην ἠμὶν αἴτησαι.

Μεγαλυνάριον

Τῇ εἰρηνωνύμῳ κλήσει σεμνή, κατακολουθοῦσα, εὐηγγέλισαι μυστικῶς, ἄθλοις σου θαυμάτων, ψυχαῖς πολεμουμέναις, σωτήριον εἰρήνην, Εἰρήνη ἔνδοξε.

Previous Article

Το εμβόλιο θα προκαλέσει ανωμαλίες σωματικές και πνευματικές

Next Article

Από το Τσέρνομπιλ στον κορωνοϊό

Διαβάστε ακόμα