6 Αὐγούστου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Πετρ. α΄ 10-19

    10 Διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε. 11 οὕτω γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. 12 Διὸ οὐκ ἀμελήσω ἀεὶ ὑμᾶς ὑπομιμνήσκειν περὶ τούτων, καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ. 13 δίκαιον δὲ ἡγοῦμαι, ἐφ᾿ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει, 14 εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέ μοι. 15 σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσθαι. 16 οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ᾿ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος. 17 λαβὼν γὰρ παρὰ Θεοῦ πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, εἰς ὃν ἐγὼ εὐδόκησα, – 18 καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν, σὺν αὐτῷ ὄντες ἐν τῷ ὄρει τῷ ἁγίῳ. 19 καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ιζ΄ 1-9

     1 Καὶ μεθ᾿ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν·2 καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. 3 καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας μετ᾿ αὐτοῦ συλλαλοῦντες. 4 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἠλίᾳ. 5 ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε· 6 καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. 7 καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν· ἐγέρθητε καὶ μὴ φοβεῖσθε. 8 ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦν μόνον. 9 καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.

 

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Η ΜΕΤΑΜΟΡΦΩΣΙΣ ΤΟΥ ΣΩΤΗΡΟΣ

     Στίς 6 Αὐγούστου ἡ Ἐκκλησία μας ἑορτάζει τή Μεταμόρφωση τοῦ Σωτῆρος Χριστοῦ.Μέ τήν ἁγία Μεταμόρφωση πληροφορήθηκαν οἱ μαθητές καί κατ᾽ ἐπέκταση ὅλοι οἱ πιστοί «ὀφθαλμοφανῶς περί τῆς δόξης ἐκείνης, ἥτις εἶναι ἡτοιμασμένη διά τούς ἕως τέλους ὑπομείναντας». Ἡ ἀπόλαυση τῶν ἀγαθῶν εἶναι μέλλουσα καί ἐλπιζομένη, γι᾽ αὐτό ἔγινε ἡ Μεταμόρφωση, προκειμένου νά μήν ὑπάρχει καμιά ἀμφιβολία στίς ὑποσχέσεις τοῦ Χριστοῦ γιά τήν αἰώνια μακαριότητα. Κατά τό συγκλονιστικό αὐτό γεγονός ὁ Χριστός μεταμορφώθηκε ἔμπροσθεν τῶν τριῶν του μαθητῶν, Πέτρου, Ἰακώβου καί Ἰωάννου, δηλαδή «ἔλαμψε τό πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τά δέ ἱμάτια αὐτοῦ ἐγένοντο λευκά ὡς τό φῶς». Μέσα στή φωτοχυσία ἐμφανίζονται ὁ Μωϋσῆς καί ὁ ᾽Ηλίας καί ἀκούγεται ἡ φωνή τοῦ Θεοῦ.Ὅλα αὐτά εἶναι εἰκόνα καί προτύπωση τῆς μελλούσης καταστάσεως τῶν δικαίων.
Πρωτ. Δ.Δ.Τ.

 

Ἀπολυτίκιον

(Ἦχος βαρύς.)

Μετεμορφώθης ἐν τῷ Ὄρει, Χριστέ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τήν δόξαν σου, καθώς ἠδύναντο. Λάμψον καί ἡμῖν τοῖς ἁμαρτωλοῖς, τό φῶς σου τό ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου· Φωτοδότα, δόξα σοι.

Μεγαλυνάριον

Θέλων ἐπιδεῖξαι τοῖς Μαθηταῖς, δύναμιν ἐξ ὕψους καὶ σοφίαν παρὰ Πατρός, ἐν ὄρει ἀνῆλθες, Χριστὲ τῷ Θαβωρίῳ, καὶ λἀμψας ὡς Δεσπότης τούτους ἐφώτισας.

Previous Article

7 Αὐγούστου

Next Article

5 Αὐγούστου