6 Νοεμβρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Κλσ. δ’ 10-18

     Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρνάβα. -περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν,-καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος Χριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα στῆτε τέλειοι καὶ πεπληρωμένοι ἐν παντὶ θελήματι τοῦ Θεοῦ· μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει. ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς. ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ Νυμφᾶν καὶ τὴν κατ᾿ οἶκον αὐτοῦ ἐκκλησίαν· καὶ ὅταν ἀναγνωσθῇ παρ᾿ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. καὶ εἴπατε Ἀρχίππῳ· βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. μνημονεύετέ μου τῶν δεσμῶν. Ἡ χάρις μεθ᾿ ὑμῶν· ἀμήν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ιβ’ 2-12

     Οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται· ἀνθ᾿ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε, ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις, κηρυχθήσεται ἐπὶ τῶν δωμάτων. Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε. οὐχὶ πέντε στρουθία πωλεῖται ἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ Θεοῦ· ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. μὴ οὖν φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε. Λέγω δὲ ὑμῖν· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΠΑΥΛΟΣ ΠΑΤΡΙΑΡΧΗΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

     Στίς 6 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Παύλου Πατριάρχου Κωνσταντινουπόλεως τοῦ ὁμολογητοῦ καί ἱερομάρτυρος.Ὁ ἅγιος Παῦλος καταγόταν ἀπό τήν Θεσσαλονίκη καί ἦταν νοτάριος καί διάκονος τοῦ ἁγίου Ἀλεξάνδρου, Πατριάρχου Κωνσταντινουπόλεως, τόν ὁποῖο καί διαδέχθηκε μετά τόν θάνατό του. Μετά τήν ἐνθρόνισή του ὁ Κωνστάντιος, ὁ γιός καί διάδοχος τοῦ Μεγάλου Κωνσταντίνου στήν Ἀνατολή, ἐπειδή ἦταν ἀρειανόφρων τόν καθαίρεσε καί ἐνθρόνισε τόν ἀρειανόφρονα ἐπίσκοπο Νικομηδείας Εὐσέβιο ὡς Πατριάρχη Κωνσταντινουπόλεως. Ἔτσι ὁ ἅγιος Παῦλος αὐτοεξορίσθηκε στήν Ρώμη, ὅπου βρισκόταν ἐξόριστος καί ὁ Μέγας Ἀθανάσιος. Οἱ δύο ἄνδρες ἐπανῆλθαν καί πάλι στίς ἕδρες τους, μετά ἀπό πιέσεις πού ἄσκησε ὁ ὀρθόδοξος ἀδελφός τοῦ Κωνστάντιου Κώνστας αὐτοκράτορας στήν Δύση. Ὅμως καί πάλι ὁ Κωνστάντιος τούς ἐξόρισε. Γιά τόν λόγο αὐτό ὁ Κώνστας τοῦ ἔστειλε γράμμα, μέ τό ὁποῖο τοῦ δήλωνε ὅτι, ἐάν δέν ἐπανέλθουν οἱ ἅγιοι Ἀθανάσιος καί Παῦλος στίς ἕδρες τους, θά ἐξεστράτευε ἐναντίον του. Ἔτσι ὁ ἅγιος Παῦλος ξαναγύρισε στήν Κωνσταντινούπολη πού παρέμεινε μέχρι τόν θάνατο τοῦ Κώνσταντος, ὅπου καί πάλι ἐξορίσθηκε στήν Κουκουσό τῆς Ἀρμενίας. Στήν Ἀρμενία καί ἐνῶ λειτουργοῦσε τήν ἀναίμακτη θυσία, τόν σκότωσαν οἱ ἀρειανοί πνίγοντάς τον μέ τό ἴδιο τό ὠμοφόριο του καί ἔτσι παρέδωσε τήν ψυχή του στόν Κύριο κερδίζοντας τόν στέφανο τοῦ ὁμολογητοῦ ἀλλά καί τοῦ ἱερομάρτυρος.

Previous Article

Ἀποστρέφεται ὁ κ. Μητσοτάκης τὴν Μακεδονίαν;

Next Article

Λαγκαδά: Υπέρ των βαρυτάτων αντικανονικοτήτων του Κύπρου

Διαβάστε ακόμα