6 Σεπτεμβρίου

Share:

᾿Αποστολικόν ανάγνωσμα

Α’ Κορ. ις’ 13-24

Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι.  Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν· ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν, Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. Ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα σὺν τῇ κατ᾿ οἶκον αὐτῶν ἐκκλησίᾳ. Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.  Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Εἴ τις οὐ φιλεῖ τὸν Κύριον ᾿Ιησοῦν Χριστόν, ἤτω ἀνάθεμα. Μαρὰν ἀθᾶ. Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν. Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ ᾿Ιησοῦ· ἀμήν.

Εὐαγγελικόν ανάγνωσμα

Μτθ.  κα’ 33-42

Ἄλλην παραβολὴν ἀκούσατε. Ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν. ὃτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν.  Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. Ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου. Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ.  Καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος, καὶ ἀπέκτειναν. Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; Λέγουσιν αὐτῷ· κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;

Στίς 6 Σεπτεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴν μνήμη τοῦ θαύματος στὶς Κολασσές τῆς Φρυγίας ἀπὸ τὸν ἀρχάγγελο Μιχαήλ. Λίγο μετὰ τοὺς ἀποστολικοὺς χρόνους στὶς Κολοσσὲς τῆς Φρυγίας μὲ ἐπέμβαση τοῦ αρχαγγέλου Μιχαὴλ ἀνέβλυσε ἁγίασμα, τὸ ὁποῖο ἰάτρευε κάθε ἀσθένεια. Κάποιος χριστιανὸς εὐεργετηθείς ἀπὸ τὸν ἀρχάγγελο ἔκτισε στὸν τόπο ἐκεῖνο περικαλλῆ ἱερὸ ναό. Μετὰ ἀπὸ διάστημα ἐνενήντα χρόνων ἦλθε καὶ ἐγκαταστάθηκε ὡς προσμονάριος καὶ ὑπηρέτης τοῦ ἱερού. ναοῦ κάποιος νέος, Ἄρχιππος στὸ ὄνομα, κινούμενος ἀπὸ ἀγάπη πρὸς τὸν ἀρχάγγελο καὶ ζώντας μὲ ἐγκράτεια καὶ ἄσκηση. Φθάνοντας σὲ μεγάλη ἡλικία καὶ προκόπτοντας στὴν ἀρετὴ ἀξιώθηκε καὶ τῶν θείων χαρισμάτων. Γιὰ τὸν λόγο αὐτὸ οἱ εἰδωλολάτρες κινούμενοι ἀπὸ φθόνο συχνὰ κακοποιοῦσαν τὸν Ἄρχιππο, τὸ δὲ ἁγίασμα προσπαθοῦσαν νὰ τὸ ἀφανίσουν. Μὲ τὴν προστασία ὅμως τοῦ ἀρχαγγέλου κάθε προσπάθειά τους ἀπέβαινε μάταιη. Κάποτε σκέφτηκαν νὰ στρέψουν τὴν ροὴ ἑνὸς παρακειμένου ποταμοῦ πρὸς τὸν ἱερό ναὸ ἔτσι ὥστε καὶ τὸν Ἄρχιππο νὰ πνίξη καὶ τὸ ἁγίασμα νὰ χάση τὴν ἰαματική του δύναμη, ἀναμειγνυόμενο μὲ τὰ νερὰ τοῦ ποταμοῦ. Μὲ ἐπέμβαση ὅμως τοῦ ἀρχαγγέλου ὁ ποταμὸς στράφηκε πρὸς τὰ πίσω καὶ ἀποτράπηκε κάθε καταστροφή. Τότε οἱ εἰδωλολάτρες κινούμενοι ἀπὸ θυμὸ σκέφτηκαν νὰ ἑνώσουν δύο ἄλλους ποταμοὺς καὶ νὰ τοὺς ὁδηγήσουν πρὸς τὸ ἱερό ναὸ μὲ σκοπὸ νὰ τὸν καταστρέψουν. Γιὰ τὸν λόγο αὐτὸ ἔφτιαξαν μία βαθειὰ τάφρο. Βλέποντας ὁ Ἄρχιππος τὸν κίνδυνο τῆς καταστρoφῆς κατέφυγε στὴν προσευχή. Ἀνταποκρινόμενος ὁ ἀρχάγγελος Μιχαὴλ στὴν προσευχὴ τοῦ Ἀρχίππου, ἀφοῦ σημείωσε τὸ σημεῖο τοῦ σταυροῦ οἱ ποταμοὶ σταμάτησαν νὰ κινοῦνται καὶ ἐπαναλαμβάνοντάς το πάνω σὲ μία πέτρα, αὐτὴ σχίσθηκε καὶ τὸ νερὸ τῶν ποταμῶν χωνεύθηκε σὲ ἐκεῖνο τὸ σημεῖο. Γιὰ τὸν λόγο αὐτὸ ὁ τόπος ἐκεῖνος ὀνομάζεται Χῶναι.

Previous Article

Σεπτεμβριανά 1955 : Το τουρκικό πογκρόμ που έσβησε τον ελληνισμό της Κωνσταντινούπολης

Next Article

Τουρκικὸν θράσος: Ἀμφισβητοῦν (καὶ) τὴν Ἑλληνικήν μας καταγωγήν!

Διαβάστε ακόμα