6 Ἰανουαρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Τιτ. β΄ 11-14, γ΄4-7

     β΄ 11 Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, 12 παιδεύουσ ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, 13 προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, 14 ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.
     γ΄ 4 ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν Θεοῦ, 5 οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος Ἁγίου, 6 οὗ ἐξέχεεν ἐφ᾿ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, 7 ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι γενώμεθα κατ᾿ ἐλπίδα ζωῆς αἰωνίου.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. γ΄ 13-17

     13 Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ᾿ αὐτοῦ. 14 ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; 15 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην· τότε ἀφίησιν αὐτόν· 16 καὶ βαπτισθεὶς ὁ Ἰησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ᾿ αὐτόν· 17 καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ ΤΟΥ ΚΥΡΙΟΥ

     Τῇ ς΄τοῦ αὐτοῦ μηνός, τὰ ἅγια Θεοφάνεια τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Εἰς τὰ ἅγια Θεοφάνεια ἑορτάζομεν τὴν φανέρωσιν τοῦ Κυρίου εἰς τοὺς ἀνθρώπους ὅτι εἶναι Θεὸς ἐν σώματι. Διότι, ὅτε ὁ Κύριος ἐβαπτίζετο ἀπὸ τὸν Ἰωάννην, ἐμαρτυρήθη ἄνωθεν ἀπὸ τὸν Θεὸν καὶ πατέρα μὲ τὴν φωνὴν καὶ μὲ τὴν ἐπέλευσιν τοῦ ἁγίου Πνεύματος ὅτι εἶναι υἱὸς γνήσιος καὶ ὁμοούσιος αὐτοῦ. Ἔκτοτε λοιπὸν ἐγνωρίσθη εἰς ὅλους διὰ μέσου τῶν θαυμάτων καὶ τῆς ὑψηλῆς του διδασκαλίας ὅτι αὐτὸς εἶναι βέβαια ὁ Θεός, ὁ διὰ τῶν προφητῶν φανερῶς κηρυττόμενος. Ὅταν ὁ Κύριος ἔγινεν ἄνθρωπος δι᾽ ἡμᾶς, ἐπλήρωσεν ὅλον τὸν νόμον εἰς ὅλον τὸ διάστημα τῆς ζωῆς του. Ἐπειδὴ δὲ ὁ Ἰωάννης ἦλθεν ἀπὸ τὴν ἔρημον καὶ ἐβάπτιζεν εἰς τὸν Ἰορδάνην, διὰ τοῦτο ὁ Κύριος θέλων νὰ πληρώση καὶ τὸ ρῆμα τοῦτο ὡς θεῖον νόμον μετὰ τριάκοντα ἔτη τῆς ἡλικίας του ἐπῆγεν εἰς τὸν Ἰωάννην διὰ νὰ βαπτισθῆ, ὡς οἱ λοιποὶ ἄνθρωποι, ἂν καὶ δὲν εἶχε χρεία βαπτίσματος, ἀναμάρτητος ὤν. Ὁ δέ Ἰωάννης εὐλαβούμενος τὸν Κύριον καὶ τὴν ἰδικὴν του ἀναξιότητα λογιζόμενος ἔλεγεν «Ἐγὼ χρείαν ἔχω ὑπό σοῦ βαπτισθῆναι καὶ σὺ ἔρχη πρὸς μέ;». Ἀλλ᾽ ὁ Κύριος θαρσοποιεῖ καὶ παρακινεῖ τὸν Ἰωάννην εἰς τὸ νὰ τὸν βαπτίση, δεικνύων εἰς αὐτὸν ὅτι ἐκεῖνο ὅπερ νομίζει ὅτι εἶναι ἀπρεπές, αὐτὸ μάλιστα εἶναι πρέπον, δηλαδὴ τὸ νὰ βαπτισθῆ ὁ Δεσπότης ἀπὸ τὸν δοῦλον. Τότε ἀφῆκε τὴν ἀντίστασιν ὁ Ἰωάννης. Ὅθεν βαπτισθείς ὑπ᾽ αὐτοῦ ὁ Κύριος, εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος καὶ ἰδοὺ ἠνοίχθησαν εἰς αὐτὸν οἱ οὐρανοὶ καὶ εἶδεν ὁ Ἰωάννης τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰ καὶ ἐρχόμενον εἰς τὸν Ἰησοῦν. Ἀλλὰ καὶ φωνὴ ἀπὸ τοὺς οὐρανοὺς ἦλθε λέγουσα «Οὗτος ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα». Ἐκ τούτου ἔγινε φανερὸν ὅτι ὁ Ἰωάννης ἦτο ἀσυγκρίτως κατώτερος τοῦ Ἰησοῦ καὶ δοῦλος αὐτοῦ. Τελειώσας ὁ Κύριος καὶ τοῦτο τὸ νομικὸν πρόσταγμα ἔλυσε τὴν κατάραν, ἥτις ἐδόθη εἰς τὸν Ἀδὰμ διὰ τὴν παράβασιν τοῦ Θείου νόμου καὶ λυτρώσας ἡμᾶς ἀπὸ τὴν καταδίκην ἔπαυσεν οὕτω εἰς τὸ ἑξῆς πάντα νόμον τελετουργικόν, ὡς καὶ τὸ Ἰουδαϊκὸν βάπτισμα, ἀναβιβάσας αὐτὸν εἰς τὸ πνευματικώτερον καὶ τελειότερον.
(Ἐκ τοῦ Συναξαριστοῦ τῶν δώδεκα μηνῶν τοῦ Ἐνιαυτοῦ τοῦ Ἁγ. Νικοδήμου τοῦ Ἁγιορείτου)

Ἀπολυτίκιον

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε ἡ τῆςΤριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομὰζουσα καὶ τὸ Πνεῦμα, ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλὲς. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεὸς καὶ τὸν κόσμον φωτίσας, δόξα σοι.

Previous Article

7 Ἰανουαρίου

Next Article

5 Ἰανουαρίου