7 Δεκεμβρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Θεσ. α’ 10β΄ 2

10 Ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασιν, ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ᾿ ὑμᾶς, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 11 εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ Θεὸς ἡμῶν καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει, 12 ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

β΄ 1 Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ᾿ αὐτόν, 2 εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς μήτε θροεῖσθαι μήτε διὰ πνεύματος μήτε διὰ λόγου μήτε δι᾿ ἐπιστολῆς ὡς δι᾿ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Χριστοῦ.

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. κα’ 12-19

12 Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· 13 ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. 14 θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· 15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. 16 παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, 17 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· 18 καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· 19 ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΑΘΗΝΟΔΩΡΟΣ

Στίς 7 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου μάρτυρος Ἀθηνοδώρου. Ὁ ἅγιος Ἀθηνόδωρος καταγόταν ἀπό τήν Συρία τῆς Μεσοποταμίας, ἔζησε στούς χρόνους τοῦ αὐτοκράτορα Διοκλητιανοῦ καί ἀπό νεαρή ἡλικία ἔγινε μοναχός. Ὅταν κατηγορήθηκε στόν ἄρχοντα Ἐλεύσιο ὅτι εἶναι χριστιανός, ὁμολόγησε μέ παρρησία ὅτι ὁ Χριστός εἶναι ὁ μόνος καί ἀληθινός Θεός, γι’ αὐτό ὑποβλήθηκε σέ σκληρά βασανιστήρια. Στήν ἀρχή τόν τέντωσαν ἀνάμεσα σέ δύο στύλους καί τοῦ κατέκαυσαν ὅλο τό σῶμα μέ ἀναμμένες λαμπάδες, ἔπειτα τοῦ ἔβαλαν πυρακτωμένους σιδερένιους βώλους στίς μασχάλες καί ἀφοῦ τοῦ πέρασαν σιδερένια ἄγκιστρα στήν μύτη, τόν ἅπλωσαν πάνω σέ πυρακτωμένο χαλκό, ὅμως ἡ χάρις τοῦ Θεοῦ τόν προστάτεψε. Κατόπιν τόν ἔβαλαν μέσα σέ ἕνα πυρακτωμένο χάλκινο ταῦρο καί πάλι ὁ Θεός τόν διέσωσε. Οἱ ἐθνικοί συνέχισαν νά τόν ὑποβάλουν σέ φρικτά βασανιστήρια, ὅμως ἡ πρόνοια τοῦ Θεοῦ τόν προστάτευε· ἔτσι προσείλκυσε ὀγδόντα εἰδωλολάτρες στόν Χριστό. Γιά τόν λόγο αὐτό ὁ ἄρχοντας διέταξε νά τόν ἀποκεφαλίσουν. Ὅταν ὅμως ὁ δήμιος πῆγε νά τοῦ κόψη τήν κεφαλή ἔπεσε νεκρός. Ἔτσι κανείς δέν τολμοῦσε νά τόν πλησιάση. Τότε ὁ μάρτυς τοῦ Χριστοῦ Ἀθηνόδωρος, ἀφοῦ προσευχήθηκε στόν Κύριο, παρέδωσε τήν ψυχή του καί ἀξιώθηκε τῆς οὐρανίου βασιλείας.

Previous Article

8 Δεκεμβρίου

Next Article

6 Δεκεμβρίου