7 Νοεμβρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β’ Κορ. ε’ 1-10

Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς. καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες, εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα. καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν, βαρούμενοι ἐφ᾿ ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ᾿ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεός, ὁ καὶ δοὺς ἡμῖν τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. Θαῤῥοῦντες οὖν πάντοτε καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου· διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους· θαῤῥοῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον. διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι. τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. θ’ 1-6

Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν· καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας, καὶ εἶπε πρὸς αὐτούς· μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδους μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν. καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ᾿ αὐτούς. ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΟΣΙΟΣ ΛΑΖΑΡΟΣ Ο ΘΑΥΜΑΤΟΥΡΓΟΣ

Στίς 7 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου καί θαυματουργοῦ Λαζάρου τοῦ Γαλλησιώτου. Ὁ ὅσιος Λάζαρος καταγόταν ἀπό τήν Μαγνησία τῆς Μικρᾶς Ἀσίας καί ἔζησε στίς ἀρχές τοῦ 11ου αἰώνα . Ὅταν γεννήθηκε φάνηκε θεῖο φῶς, στάθηκε ἀμέσως ὄρθιος καί προσευχόταν, προμηνύοντας μέ τό θαῦμα αὐτό ὁ Θεός τήν καθαρότητα τοῦ δούλου του. Ὁ ὅσιος ἀπό μικρός θαυμαζόταν γιά τήν ἐξυπνάδα του καί τίς ἀρετές του. Σέ νεανική ἡλικία ἀνεχώρησε γιά τούς ἁγίους Τόπους. Στήν Μονή τοῦ ἁγίου Σάββα ἐκάρη μοναχός καί χειροτονήθηκε ἱερέας, παρέμεινε δέκα χρόνια καί ὑπερέβαλε ὅλους τούς μοναχούς στήν ἀρετή. Μετά ἀπό θεία προσταγή γύρισε στήν πατρίδα του καί ποθώντας τήν ἡσυχία ἀποσύρθηκε στό Γαλλήσιο ὄρος, ὅπου ἐκεῖ πολεμήθηκε ἀνελέητα ἀπό τούς δαίμονες. Ἦταν δέ τόση ἡ χάρις του, ὥστε κάποτε εἶδε ἕνα στῦλο πύρινο, ὁ ὁποῖος ἔφτανε στόν οὐρανό καί ἀνεβοκατέβαιναν σ΄ αὐτόν ἄγγελοι ψάλλοντας. Στόν τόπο ἐκεῖνο ἀργότερα ἔκτισε Ναό τῆς Ἀναστάσεως καί ἕνα στῦλο χωρίς στέγη, στόν ὁποῖο κατοίκησε ταλαιπωρώντας τόν ἑαυτό του μέ τό κρύο καί τήν ζέστη, μέ νηστεία καί προσευχή, ἐπιτελώντας θαύματα καί νουθετώντας τούς μοναχούς, πού εἶχαν ὑποταχθεῖ σ᾽ αὐτόν• μάλιστα ἀξιώθηκε καί τοῦ προφητικοῦ χαρίσματος. Προγνωρίζοντας τήν κοίμησή του καί μετά ἀπό ἔκκληση τῶν μοναχῶν παρακάλεσε τόν Θεό νά τοῦ χαρίση περισσότερα χρόνια ζωῆς. Ὁ Θεός εἰσάκουσε τόν δοῦλο του καί παρέτεινε τήν ζωή του δεκαπέντε χρόνια. Ὁ ὅσιος Λάζαρος σέ ἡλικία ἑβδομήντα δύο χρόνων ἐξεδήμησε πρός τόν Κύριο, ἀφήνοντας πίσω του πλέον τῶν ἐννιακοσίων μοναχῶν.

Previous Article

Δεχόμαστε απειλές για να μη μιλάμε οι γιατροί

Next Article

COVID-19: ΠΩΣ ΕΓΙΝΕ ΑΞΙΟΠΙΣΤΟΣ Η ΚΥΒΕΡΝΗΤΙΚΗ ΤΡΟΜΟΚΡΑΤΙΑ

Διαβάστε ακόμα