7 Σεπτεμβρίου

Share:

᾿Αποστολικόν ανάγνωσμα

Β’ Κορ. ιβ’ 10-19

Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. Γέγονα ἄφρων καυχώμενος! ὑμεῖς με ἠναγκάσατε. ἐγὼ γὰρ ὤφειλον ὑφ᾿ ὑμῶν συνίστασθαι· οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερ λίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι. τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, ἐν σημείοις καὶ τέρασι καὶ δυνάμεσι. τί γάρ ἐστιν ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην. Ἰδοὺ τρίτον ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω ὑμῶν· οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλὰ ὑμᾶς. οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλ᾿ οἱ γονεῖς τοῖς τέκνοις. ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν, εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν ἧττον ἀγαπῶμαι.  Ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς, ἀλλ᾿ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον. μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι᾿ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς;  παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν· μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσι; Πάλιν δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν· τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς.

Εὐαγγελικόν ανάγνωσμα

Μρ. δ’ 10-23

Ὅτε δὲ ἐγένετο κατὰ μόνας, ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὴν παραβολήν. καὶ ἔλεγεν αὐτοῖς· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται, ἵνα βλέποντες βλέπωσι καὶ μὴ ἴδωσι, καὶ ἀκούοντες ἀκούωσι καὶ μὴ συνιῶσι, μήποτε ἐπιστρέψωσι καὶ ἀφεθῇ αὐτοῖς τὰ ἁμαρτήματα. καὶ λέγει αὐτοῖς· οὐκ οἴδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; ὁ σπείρων τὸν λόγον σπείρει. οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν, εὐθὺς ἔρχεται ὁ σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ἐν ταῖς καρδίαις αὐτῶν. καὶ οὗτοι ὁμοίως εἰσὶν οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσι τὸν λόγον, εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, καὶ οὐκ ἔχουσι ῥίζαν ἐν ἑαυτοῖς, ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθὺς σκανδαλίζονται. καὶ οὗτοί εἰσιν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι, οἱ τὸν λόγον ἀκούοντες, καὶ αἱ μέριμναι τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσι τὸν λόγον, καὶ ἄκαρπος γίνεται. καὶ οὗτοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσι τὸν λόγον καὶ παραδέχονται, καὶ καρποφοροῦσιν ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν. Καὶ ἔλεγεν αὐτοῖς· μήτι ἔρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ; οὐ γάρ ἐστι κρυπτὸν ὃ ἐὰν μὴ φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ᾿ ἵνα ἔλθῃ εἰς φανερόν. εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω.

Στίς 7 Σεπτεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὸν ἅγιο Σώζοντα. Ὁ ἅγιος Σώζων καταγόταν ἀπὸ τὴν Καππαδοκία καὶ ἔζησε στὰ τέλη τοῦ τρίτου αἰώνα. Ἀπὸ νεαρὴ ἡλικία ἦταν βοσκὸς προβάτων, ἀλλὰ καὶ ποιμὴν λογικῶν προβάτων. Κάποτε εἶδε σὲ θεία ὀπτασία κάποιον νὰ τὸν παρακινῆ νὰ πάρη θάρρος καὶ μὲ παρρησία νὰ ὁμολογήση ὅτι εἶναι χριστιανός. Ἔτσι πηγαίνει στὴ Πομπηϊούπολη τῆς Κιλικίας καὶ μὴ ὑποφέροντας νὰ βλέπη νὰ τιμᾶται ὡς θεὸς τὸ χρυσὸ εἴδωλο τοῦ ναοῦ τοῦ κόβει τὸ δεξιὸ χέρι καί, ἀφοῦ τὸ πούλησε, μὲ τὰ χρήματα ποὺ ἔλαβε, βοήθησε πολλοὺς πτωχούς. Ἐπειδὴ ὅμως πολλοὶ ἄνθρωποι συκοφαντοῦντο ἀπὸ τοὺς εἰδωλολάτρες καὶ βασανίζονταν ὡς κλέπτες τοῦ εἰδώλου, ὁ ἅγιος Σώζων σπλαγχνίσθηκε τοὺς ἀδίκως πάσχοντας, παρουσιάστηκε στοὺς ὑπηρέτες τοῦ ναοῦ καὶ μὲ παρρησία ὁμολόγησε ὅτι αὐτὸς εἶναι ὁ αἴτιος τῆς καταστροφῆς τοῦ εἰδώλου. Ἀμέσως φέρεται στὸν ἡγεμόνα τῆς Κιλικίας, ὅπου, ἀφοῦ τὸν ἤλεγξε, καταδικάζεται σὲ φοβερὰ βασανιστήρια. Στὴν ἀρχὴ τοῦ ἔξυσαν τὸ σῶμα του μὲ σιδερένια νύχια μέχρι ποὺ φάνηκαν τὰ κόκκαλά του, κατόπιν τὸν ὑποχρέωσαν νὰ περπατήση μὲ ὑποδήματα, τὰ ὁποῖα εἶχαν καρφιὰ καί, τέλος, ὁ ἅγιος μάρτυς τοῦ Χριστοῦ Σώζων παρέδωσε τὴν ἁγία του ψυχὴ στὸ Κύριο ἀφοῦ τὸν ἔδειραν τόσο βάναυσα, ποὺ φάνηκαν τὰ σπλάχνα του. Μετὰ τὸν θάνατο τοῦ ἁγίου οἱ δήμιοι ἄναψαν φωτιά, γιὰ νὰ κατακάψουν τὸ σῶμα του. Τότε, ὅμως, ξέσπασε καταρρακτώδης βροχὴ, ποὺ ἀνάγκασε τοὺς δημίους νὰ διασκορπισθοῦν, γιὰ νὰ προστατευθοῦν. Ἔτσι βρῆκαν εὐκαιρία οἱ χριστιανοὶ νὰ συλλέξουν τὰ ἅγια λείψανά του καὶ νὰ τὰ ἐνταφιάσουν μὲ τιμὲς εἰς δόξαν Θεοῦ.

Previous Article

Εκκληση για άρση των αψυχολόγητων μέτρων στα σχολεία της Ελλάδας

Next Article

Οἱ παπικοὶ παραμένουν ἀμετανόητοι!

Διαβάστε ακόμα