7 Φεβρουαρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Κορ. ς΄ 1-10

     1 Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς 2 λέγει γάρ· καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας- 3 μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, 4 ἀλλ᾿ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, 5 ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, 6 ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, 7 ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, 8 διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι καὶ ἀληθεῖς, 9 ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, 10 ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ματθ. κε΄ 14-30

     14 Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ 15 καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν εὐθέως. 16 πορευθεὶς δὲ ὁ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατο ἐν αὐτοῖς καὶ ἐποίησεν ἄλλα πέντε τάλαντα. 17 ὡσαύτως καὶ ὁ τὰ δύο ἐκέρδησε καὶ αὐτὸς ἄλλα δύο. 18 ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ἐν τῇ γῇ καὶ ἀπέκρυψε τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. 19 μετὰ δὲ χρόνον πολὺν ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει μετ᾿ αὐτῶν λόγον. 20 καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς. 21 ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 22 προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα λαβὼν εἶπε· κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς. 23 ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 24 προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπε· κύριε· ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· 25 καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. 26 ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· πονηρὲ δοῦλε καὶ ὀκνηρέ! ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα! 27 ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. 28 ἄρατε οὖν ἀπ᾿ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα. 29 τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται, ἀπὸ δ ὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ.30 καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΟΣΙΟΣ ΛΟΥΚΑΣ Ο ΕΝ ΣΤΕΙΡΙῼ

     Στίς 7 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Λουκᾶ τοῦ ἐν Στειρίῳ. Ὁ ὅσιος Λουκᾶς ἦταν Ἕλληνας στήν καταγωγή καί οἱ πρόγονοί του κατάγονταν ἀπό την νῆσο Αἴγινα. Λόγῳ τῶν συνεχῶν ἐπιδρομῶν τῶν Ἀγαρηνῶν ἀναγκάστηκαν νά μεταναστεύσουν στήν περιοχή τῆς Φωκίδας, στό χωριό Καστόριον, ὅπου καί γεννήθηκε ὁ ὅσιος Λουκᾶς τό 920. Ὁ ὅσιος ἀπό τήν παιδική του ἡλικία τόσο πολύ ἀγάπησε την ἐγκράτεια, ὥστε οὔτε κρέας ἔτρωγε οὔτε αὐγά καί τυριά, ἀλλά μόνο κρίθινο ψωμί με ὄσπρια καί νερό καί μάλιστα τήν Τετάρτη καί τήν Παρασκευή ἔμενε νηστικός ἕως τήν δύση τοῦ ἡλίου. Ἔτσι καταξήρανε τό σῶμα του μέ κάθε κακοπάθεια καί σκληραγωγία. Ἀλλά καί τίς ἄλλες ἀρετές καλλιέργησε καί μάλιστα την ἐλεημοσύνη, ὥστε πολλές φορές ἀκόμα καί τά ἴδια τά ροῦχα του ἔδινε στούς φτωχούς καί αὐτός ἐπέστρεφε γυμνός στό σπίτι του. Καί ὅταν προσευχόταν ἦταν τόση ἡ χάρι πού τόν σκέπαζε, πού ἐσηκωνόταν ὁλόκληρος ἕνα πῆχυ ἀπό τήν γῆ. Ἀφοῦ κοιμήθηκε ὁ πατέρας του καί πῆρε την εὐχή ἀπό τήν μητέρα του ἔγινε μοναχός καί ἐπιδόθηκε σέ μεγαλύτερους ἀγῶνες, ὥστε ἔλαβε ἀπό τόν Θεό τήν χάρι τῶν ἰαμάτων ἀλλά καί την γνώση τῶν παρελθόντων, τῶν μελλόντων ἀλλά καί τῶν κρυφίων. Ἔτσι ὁ ὅσιος Λουκᾶς ἔγινε σέ πολλούς ἀνθρώπους αἰτία σωτηρίας καί πνευματικῆς προόδου. Ὕστερα, ἀφοῦ σταμάτησε νά πηγαίνη ἀπό τόπο σέ τόπο γιά τήν ὠφέλεια τοῦ πλησίον, ἐπῆγε στο ὄρος Στείριον, ὅπου ἀφιερώθηκε σέ νέους ἀγῶνες για ἑπτά χρόνια. Καί ἀφοῦ πρεγνώρισε τήν ἀποδημία του, ἀσπάσθηκε τούς συνασκητές του καί παρέδωσε τήν ψυχή του στόν Κύριο ἐν εἰρήνῃ.

Ἀπολυτίκιον
Τῆς Ἑλλάδος τὸ κλέος, καὶ Ὁσίων τὸ καύχημα, καὶ τὸν τοῦ Στειρείου φωστῆρα, καὶ οἰκήτορα ὅσιον, τιμήσωμεν ᾀσμάτων ἐν ὠδαίς, Λουκᾶν τὸν θεοφόρον εὐσεβῶς, τῷ Χριστῷ γὰρ οἰκειούται διαπαντός, τοὺς πίστει ἀνακράζοντας, δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πάσιν ἰάματα.

Previous Article

Πως η Θράκη απειλείται από τον τουρκικό εθνικισμό

Next Article

Κύπρος κι Ελλάδα δεν πωλούνται

Διαβάστε ακόμα