8 Αὐγούστου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Κορ. ια΄ 31 – ιβ΄ 6

   31 Eἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· 32 κρινόμενοι δὲ ὑπὸ τοῦ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. 33 Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε· 34 εἰ δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρῖμα συνέρχησθε. Τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω διατάξομαι.

   1 Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. 2 οἴδατε ὅτι, ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι. 3 διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν λέγει ἀνάθεμα Ἰησοῦν, καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ. 4 Διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ Πνεῦμα· 5 καὶ διαιρέσεις διακονιῶν εἰσι, καὶ ὁ αὐτὸς Κύριος· 6 καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτός ἐστι Θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ιη΄ 1-11

    1 Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; 2 καὶ προσκαλεσάμενος ὁ Ἰησοῦς παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ εἶπεν· 3 ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 4 ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. 5 καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἓν ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· 6 ὃς δ᾿ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. 7 Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γάρ ἐστιν ἐλθεῖν τὰ σκάνδαλα· πλὴν οὐαὶ τῶν ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ τὸ σκάνδαλον ἔρχεται. 8 εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον αὐτὰ καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ κυλλόν, ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. 9 καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλὸν σοί ἐστι μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός. 10 Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 11 ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΤΡΙΑΝΤΑΦΥΛΛΟΣ

   Στίς 8 Αὐγούστου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ἁγίου Νεομάρτυρος Τριανταφύλλου, τοῦ ἐκ Ζαγορᾶς καί ἐν Κωνσταντινουπόλει μαρτυρήσαντος. Γεννήθηκε περί τό 1663 καί καταγόταν ἀπό τήν Ζαγορά. Ἦταν ναύτης καί σέ ἠλικία δεκαεπτά ἐτῶν τόν συνέλαβαν οἱ Τούρκοι γιά ἄγνωστο λόγο. Προσπάθησαν μέ ἀπειλές καί φοβέρες νά τόν κάνουν νά προδώσει τήν πίστη του, ἐκεῖνος ὅμως προτίμησε νά τιμωρηθεῖ, παρά νά ἀρνηθεῖ τόν Χριστό. Τόν βασάνισαν μέ πολλούς τρόπους, ὁ μάρτυρας ὅμως ἔμεινε ἀμετακίνητος, λέγοντας μεγαλοφώνως “εἶμαι Χριστιανός καί δέν ἀρνοῦμαι τόν Σωτήρα μου Χριστό”. Οἱ Τούρκοι τόν θανάτωσαν στήν Κωνσταντινούπολη καί τό μέν πολύαθλο σῶμα του παρέμεινε στή γῆ νά εὐωδιάζει, ἡ δέ ἁγία του ψυχή ἀνέβηκε στόν Κύριο γιά νά λάβει τόν ἀμάραντο στέφανο τοῦ μαρτυρίου.

 

Ἀπολυτίκιον
(Ἦχος γ΄. Θείας πίστεως.)

   Θείας πίστεως, ἔχων τὴν χάριν, χαίρων ἤθλησας, ἀνδρειοφρόνως, Νεομάρτυς Χριστοῦ Τριαντάφυλλε· ὅθεν ὡς ῥόδον εὐφραίνεις ἡδύπνευστον, τὴν Ἐκκλησίαν τῇ θείᾳ ἀθλήσει σου. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Μεγαλυνάριον

   Χαίροις ὁ ἀθλήσας ὑπὲρ Χριστοῦ, προθύμῳ καρδίᾳ, Τριαντάφυλλε Ἀθλητά· χαίροις Ζαγοραίων, ἀγλάϊσμα καὶ κλέος, οὓς φύλαττε καὶ φρούρει ταῖς ἱκεσίαις σου.

Previous Article

9 Αὐγούστου

Next Article

7 Αὐγούστου