ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Β΄ Πετρ. γ΄ 1-17
1 Ταύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑμῖν γράφω ἐπιστολήν, ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν, 2 μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν καὶ τῆς τῶν ἀποστόλων ὑμῶν ἐντολῆς τοῦ Κυρίου καὶ σωτῆρος, 3 τοῦτο πρῶτον γινώσκοντες, ὅτι ἐλεύσονται ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν ἐμπαῖκται, κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι 4 καὶ λέγοντες· ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; ἀφ᾿ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτω διαμένει ἀπ᾿ ἀρχῆς κτίσεως. 5 λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι καὶ γῆ ἐξ ὕδατος καὶ δι᾿ ὕδατος συνεστῶσα τῷ τοῦ Θεοῦ λόγῳ, 6 δι᾿ ὧν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο· 7 οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ αὐτοῦ λόγῳ τεθησαυρισμένοι εἰσὶ πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων. 8 Ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ Κυρίῳ ὡς χίλια ἔτη, καὶ χίλια ἔτη ὡς ἡμέρα μία. 9 οὐ βραδύνει ὁ Κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδυτῆτα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰς ἡμᾶς, μὴ βουλόμενός τινας ἀπολέσθαι, ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι. 10 Ἥξει δὲ ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτί, ἐν ᾖ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσονται, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται. 11 Τούτων οὖν πάντων λυομένων ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις, 12 προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ Θεοῦ ἡμέρας, δι᾿ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα τήκεται! 13 καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ. 14 Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ, 15 καὶ τὴν τοῦ Κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε, καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν αὐτῷ δοθεῖσαν σοφίαν ἔγραψεν ὑμῖν, 16 ὡς καὶ ἐν πάσαις ταῖς ἐπιστολαῖς λαλῶν ἐν αὐταῖς περὶ τούτων, ἐν οἷς ἐστι δυσνόητά τινα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλοῦσιν ὡς καὶ τὰς λοιπὰς γραφὰς πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν. 17 Ὑμεῖς οὖν, ἀγαπητοί, προγινώσκοντες φυλάσσεσθε, ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μρ. ιγ΄ 24-31
24 Ἀλλ᾿ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, 25 καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται. 26 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης. 27 καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾿ ἄκρου τῆς γῆς ἕως ἄκρου τοῦ οὐρανοῦ. 28 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. ὅταν αὐτῆς ὁ κλάδος ἤδη γένηται ἁπαλὸς καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν· 29 οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 30 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ πάντα ταῦτα γένηται. 31 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ ἐμοὶ λόγοι οὐ μὴ παρελεύσονται.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΘΕΟΔΩΡΟΣ Ο ΣΤΡΑΤΗΛΑΤΗΣ
Στίς 8 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τὸν ἅγιο μεγαλομάρτυρα Θεόδωρο τὸν Στρατηλάτη. Ὁ ἅγιος Θεόδωρος ἔζησε κατὰ τοὺς χρόνους τοῦ Ρωμαίου Αὐγούστου Λικινίου 320 μ.Χ. καὶ καταγόταν ἀπὸ τὰ Εὐχάϊτα τῆς Γαλατίας, ἀλλὰ ζοῦσε στὴν Ἡράκλεια τῆς Μαύρης θάλασσας. Εἶχε ἰδιαίτερο κάλλος τόσο στὴν ψυχὴ ὅσο καὶ στὸ σῶμα, ἀλλὰ καὶ ὁ λόγος του ἦταν ἰδιαίτερα δυνατός. Γιὰ τὸν λόγο αὐτὸ ὁ Λικίνιος ἔστειλε ἀνθρώπους στὴν Ἡράκλεια νὰ τὸν φέρουν στὴν Νικομήδεια, ὅπου ἔμενε, γιὰ νὰ συνομιλήσουν παρ᾽ ὅτι γνώριζε ὅτι ἦταν χριστιανός. Ὁ ἅγιος Θεόδωρος ἐμήνυσε στοὺς ἀπεσταλμένους ὅτι ὁ ἴδιος ὁ Λικίνιος θὰ ἔπρεπε νὰ πάη στὴν Ἡράκλεια, φέρνοντας μαζί του καὶ τοὺς ψεύτικους θεούς του. Ὁ Λικίνιος ὅταν ἔφτασε στὴν πόλη διέταξε τὸν ἅγιο Θεόδωρο νὰ θυσιάση στὰ εἴδωλα. Ὁ ἅγιος ὅμως ζήτησε νὰ τοὺς πάρη κατ᾽ ἀρχὰς στὸ σπίτι του νὰ τοὺς λατρεύση. Παίρνοντάς τους ἀφοῦ τοὺς κομμάτιασε ἐμοίρασε τὸν χρυσὸ καὶ τὸ ἀσήμι στοὺς πτωχούς. Ἔτσι ὅταν τὴν ἑπόμενη μέρα εἶδαν τὴν κεφαλὴ τοῦ εἰδώλου τῆς θεᾶς Ἀρτέμιδας νὰ τὴν κρατάη κάποιος πτωχὸς ὁδήγησαν τόν ἅγιο Θεόδωρο σὲ φοβερὰ βασανιστήρια. Ἀφοῦ τὸν ἔδεσαν καὶ ἀπὸ τὰ τέσσερα ἄκρα τοῦ σώματος τὸν κτύπησαν ἀνελέητα σὲ ὅλο τὸ σῶμα του μὲ νεῦρα βοδιοῦ, ἐνῶ τόν λαιμό του μὲ μολυβδένιες σφαῖρες. Ὕστερα ἔτριψαν τὶς πληγὲς μὲ σπασμένα κεραμίδια καὶ τὸν ἔβαλαν στὴν φυλακή. Ὅταν τὸν ἔβγαλαν, ἐκάρφωσαν σὲ ἕνα σταυρὸ τὰ χέρια καὶ τὰ πόδια του καὶ τοῦ ἐπέρασαν ἀπὸ τὸ κρυφὸ μέρος τοῦ σώματός του ἕως τὰ ἐντόσθια μία περόνη, τοξεύοντάς τον ταυτόχρονα μὲ βέλη. Ἡ χάρις τοῦ Θεοῦ ὅμως ἐκράτησε στὴν ζωὴ τὸν ἅγιο Θεόδωρο παρ᾽ ὅλα τὰ φρικτὰ βασανιστήρια. Γιὰ τὸν λόγο αὐτὸ μεγάλος ἀριθμὸς εἰδωλολατρῶν ἐπίστευσε. Βλέποντας ὁ Λικίνιος τὴν δύναμη καὶ τὴν πίστη τοῦ ἁγίου Θεοδώρου διέταξε νὰ τὸν ἀποκεφαλίσουν καὶ ἔτσι ἔλαβε ὁ μακάριος τὸ ἀμάραντο στέφανο τοῦ μαρτυρίου.
Ἀπολυτίκιον
Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Στρατολογίᾳ ἀληθεῖ Ἀθλοφόρε, τοῦ οὐρανίου στρατηγὸς βασιλέως, περικαλλὴς γεγένησαι Θεόδωρε· ὅπλοις γὰρ τῆς πίστεως, παρετάξω ἐμφρόνως, καὶ κατεξωλόθρευσας, τῶν δαιμόνων τὰ στίφη, καὶ νικηφόρος ὤφθης ἀθλητής· ὅθεν σὲ πίστει ἀεὶ μακαρίζαμεν.
Μεγαλυνάριον
Χαίροις τῶν Μαρτύρων ἡ καλλονή, καί τῆς Ἐκκλησίας, ἀπροσμάχητος βοηθός· χαίροις δωρημάτων, θησαύρισμα τῶν θείων, Θεόδωρε τρισμάκαρ ἡμῶν ἀντίληψις.