9 Αὐγούστου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. α΄ 12-17, 21-26

    12 Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος, ὅ ἔστιν ἐγγὺς Ἱερουσαλήμ, σαββάτου ἔχον ὁδόν. 13 καὶ ὅτε εἰσῆλθον, ἀνέβησαν εἰς τὸ ὑπερῷον οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ Ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου. 14 οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει σὺν γυναιξὶ καὶ Μαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ. 15 Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν μαθητῶν εἶπεν· ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσιν· 16 ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ταύτην ἣν προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος Δαυΐδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσι τὸν Ἰησοῦν, 17 ὅτι κατηριθμημένος ἦν σὺν ἡμῖν καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης.

    21 Δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθε ἐφ᾿ ἡμᾶς ὁ Κύριος Ἰησοῦς, 22 ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήφθη ἀφ᾿ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ γενέσθαι σὺν ἡμῖν ἕνα τούτων. 23 Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν, 24 καὶ προσευξάμενοι εἶπον· σὺ Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα, 25 λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἐξ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον. 26 καὶ ἔδωκαν κλήρους αὐτῶν, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ιη΄ 18-22, ιθ΄ 1-2, 13-15

  18 Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, 19 καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτη ἡμέρᾳ ἀναστήσεται. 20 Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι παρ᾿ αὐτοῦ. 21 ὁ δὲ εἶπεν αὐτῇ· τί θέλεις; λέγει αὐτῷ· εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου. 22 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν, ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; λέγουσιν αὐτῷ· δυνάμεθα.

   ιθ΄ 1 Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθσφαγῆ πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, τότε ὁ Ἰησοῦς ἀπέστειλε δύο μαθητὰς 2 λέγων αὐτοῖς· πορεύθητε εἰς τὴν κώμην τὴν ἀπέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ᾿ αὐτῆς· λύσαντες ἀγάγετέ μοι.

  13 καὶ λέγει αὐτοῖς· γέγραπται, ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν. 14 Καὶ προσῆλθον αὐτῷ χωλοὶ καὶ τυφλοὶ ἐν τῷ ἱερῷ καὶ ἐθεράπευσεν αὐτούς. 15 ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησε καὶ τοὺς παῖδας κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας, ὡσαννὰ τῷ υἱῷ Δαυΐδ, ἠγανάκτησαν.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΙ ΑΓΙΟΙ ΔΕΚΑ ΜΑΡΤΥΡΕΣ ΕΝ Τῌ ΧΑΛΚῌ ΠΥΛῌ

   Στίς 9 Αὐγούστου ἡ Ἐκκλησία μας τιμᾶ τὴν μνήμη τῶν ἁγίων δέκα μαρτύρων τῶν διὰ τὴν εἰκόνα τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τὴν ἐν τῇ Χαλκῇ Πύλῃ, ἀθλησάντων. Αὐτοὶ οἱ ἅγιοι ἔζησαν κατὰ τοὺς χρόνους τοῦ Λέοντος τοῦ Ἰσαύρου τοῦ εἰκονομάχου. Ἦταν δὲ τόση ἡ μανία τοῦ αὐτοκράτορα κατὰ τῶν ἁγίων εἰκόνων, ποὺ τὶς ἔκαιε. Τὴν περίοδο ἐκείνη Πατριάρχης ἦταν ὁ ἅγιος Γερμανός, ὁ ὁποῖος δοκίμασε πολλὲς θλίψεις καὶ κακοπάθειες ἀπὸ τὸν αἱρετικὸ αὐτοκράτορα, διότι τὸν ἤλεγχε ὡς ἀσεβῆ καὶ παράνομο. Ἐπειδὴ ἐπεχείρησαν ὁ Λέοντας μὲ τοὺς ἀκολούθους του νὰ κρημνίσουν τὴν σεβάσμια εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὴν προσκυνουμένη ἐπάνω στὴν Χαλκῆ Πύλη, οἱ γενναῖοι ἀθλητὲς τοῦ Κυρίου ὠθούμενοι ἀπὸ θεῖο ζῆλο κατεκρήμνισαν τὸν Σπαθάριο τοῦ αὐτοκράτορα, ὁ ὁποῖος ἦταν ἕτοιμος νὰ κρημνίση τὴν σεβάσμια εἰκόνα καὶ τὸν θανάτωσαν. Τὸν δὲ αὐτοκράτορα τὸν καταριόντουσαν καὶ τὸν ἀναθεμάτιζαν. Τότε ὁ αὐτοκράτορας πρόσταξε νὰ ἀποκεφαλίσουν ὅλο τὸ πλῆθος τῶν ἀνθρώπων, ποὺ ἦσαν παρόντες στὴν θανάτωση τοῦ Σπαθαρίου. Τούς δὲ ἐννέα αὐτοὺς μοναχοὺς διέταξε νὰ τοὺς δείρουν μὲ ραβδιὰ καὶ κατόπιν νὰ τοὺς βάλουν φυλακή. Καθημερινὰ ἐπὶ ὀκτὼ μῆνες τοὺς κτυποῦσαν μὲ πεντακόσιους ραβδισμούς. Ὅταν ἀπέκαμναν, ὁ δυσσεβὴς αὐτοκράτορας διέταξε νὰ κατακαύσουν τὰ πρόσωπά των μὲ πυρακτωμένες σοῦβλες καὶ στὸ τέλος νὰ τοὺς ἀποκεφαλίσουν μαζὶ μὲ τὴν ἁγία Μαρία τὴν Πατρικία. Ἦταν δὲ τόση ἡ μανία τοῦ Λέοντα, ποὺ διέταξε τὰ ἱερά λείψανα τῶν μαρτύρων νὰ ριχτοῦν στὴν θάλασσα. Ἔτσι οἱ ἀοίδιμοι μάρτυρες ἔλαβαν τόν ἀμάραντο στέφανο τοῦ μαρτυρίου.

Previous Article

10 Αὐγούστου

Next Article

8 Αὐγούστου