ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ρωμ. ζ΄ 14 – η΄ 2
14 Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. 15 ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, ἀλλ᾿ ὃ μισῶ τοῦτο ποιῶ. 16 εἰ δὲ ὃ οὐ θέλω τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός. 17 νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ᾿ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. 18 οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τοῦτ᾿ ἔστιν ἐν τῇ σαρκί μου, ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω· 19 οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν, ἀλλ᾿ ὃ οὐ θέλω κακὸν τοῦτο πράσσω. 20 εἰ δὲ ὃ οὐ θέλω ἐγὼ τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ᾿ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. 21 εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλόν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται· 22 συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, 23 βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με ἐν τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. 24 Ταλαίπωρος ἐγὼ ἄνθρωπος! τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; 25 εὐχαριστῷ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν· ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοΐ δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας.
η΄ 1 Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. 2 ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ι΄ 9-15
9 Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, 10 μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ ῥάβδον· ἄξιος γάρ ἐστιν ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ. 11 εἰς ἣν δ᾿ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστι, κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε. 12 εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτὴν λέγοντες· εἰρήνη τῷ οἴκῳ τούτῳ. 13 ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ᾿ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω. 14 καὶ ὃς ἐὰν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι ἔξω τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. 15 ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΠΑΓΚΡΑΤΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΤΑΥΡΟΜΕΝΙΑΣ
Στίς 9 Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ Ἱερομάρτυρος Παγκρατίου, ὁ ὁποῖος καταγόταν ἀπὸ τὴν Ἀντιόχεια καὶ ἔζησε τὸν 1ο αἰώνα. Ἔχοντας ἀποστολικὸ ζῆλο καί ἀφοῦ ἀπαλλάχθηκε ἀπὸ ὅλα τὰ περιουσιακά του στοιχεῖα, μέ ἐντολὴ τοῦ Ἀποστόλου Πέτρου πῆγε στὴ Σικελία. «Ἐν Ταυρομενίῳ τῆς Σικελίας ὁ Παγκράτιος, διδάξας μετὰ δυνάμεως, πολλὰ δὲ θαύματα ἐνεργήσας, εἵλκυσε πρὸς τὴν χριστιανικὴν πίστιν πολλοὺς ἐκ τοῦ λαοῦ καὶ τῶν ἐπισήμων, ἀκόμη δὲ καὶ αὐτὸν τὸν ἡγεμόνα τῆς νήσου Βονιφάτιον. Οὕτω, ὑπὸ τὴν κοινὴν ἀπαίτησιν, ἔστερξε νὰ ἀναδεχθῇ τὴν ἐπισκοπὴν Ταυρομενίου», μᾶς πληροφορεῖ ὁ Συναξαριστής. Τὸ σπουδαῖο φιλανθρωπικὸ ἔργο τοῦ Παγκρατίου ἐνοχλοῦσε τοὺς Ἰουδαίους καὶ τοὺς εἰδωλολάτρες, οἱ ὁποῖοι μία ἡμέρα τοῦ ἐπετέθησαν στὸ δρόμο καὶ «τὸν ἐφόνευσαν μὲ λίθους καὶ μαχαίρας».
Τὸ ἀπολυτίκιο τοῦ Ἁγίου ἀναφέρει:
«Κράτος ἔνθεον, ἠμφιεσμένος, ἐκ τῆς χάριτος, τοῦ Κορυφαίου, Ἀποστόλων ζηλωτὴς ἐχρημάτισας· καὶ ταῖς ῥοαῖς τῶν αἱμάτων, Παγκράτιε, τὴν ἱερὰν διπλοΐδα ἐφοίνιξας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος».
Πρωτ. Δ.Δ.Τ.
Μεγαλυνάριον
Κράτει Παντοκράτορος κραταιῷ, δαιμόνων τό κράτος, ἐξενεύρισας ἰσχυρῶς, καί θαυμάτων, κράτει, κρατήσας τῶν ἐν πλάνῃ, Παγκράτιε ἐν κράτει Μαρτύρων ἔστεψας.