9 Ἰουνίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ρωμ. β΄ 14-28

  14 Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, 15 οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων- 16 ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ. 17 Ἴδε σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ τῷ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ, 18 καὶ γινώσκεις τὸ θέλημα, καὶ δοκιμάζεις τὰ διαφέροντα, κατηχούμενος ἐκ τοῦ νόμου, 19 πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, 20 παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ. 21 ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις; 22 ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις; ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς; 23 ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; 24 τὸ γὰρ ὄνομα τοῦ Θεοῦ δι᾿ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσι, καθὼς γέγραπται. 25 περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν. 26 ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχὶ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται; 27 καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία, τὸν νόμον τελοῦσα, σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου. 28 οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ε΄ 33-41

  33 Πάλιν ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου. 34 Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶ τοῦ Θεοῦ. 35 μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστι τῶν ποδῶν αὐτοῦ· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως· 36 μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ἢ μέλαιναν ποιῆσαι. 37 ἔστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν. 38 Ἠκούσατε ὅτι ἐῤῥέθη, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος· 39 Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾿ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· 40 καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· 41 καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετ᾿ αὐτοῦ δύο.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΙ ΑΓΙΑΙ ΘΕΚΛΑ, ΜΑΡΙΑΜΝΗ, ΜΑΡΘΑ, ΜΑΡΙΑ ΚΑΙ ΕΝΝΑΘΑ

  Στίς 9 ‘Ιουνίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τῶν ἁγίων πέντε κανονικῶν παρθένων, τῶν ὑπό τοὺ πρεσβυτέρων αὐτῶν ἀποτμηθεισῶν, Θέκλας, Μαριάμνης, Μάρθας, Μαρίας καί Ἐνναθᾶ. Ἔζησαν κατά τούς χρόνους Σαβωρίου τοῦ βασιλέα τῶν Περσῶν (330). Ζοῦσε τότε καί κάποιος ἱερέας, ὀνόματι Παῦλος, πολύ πλούσιος, ἀπό τά χρήματα πού τοῦ ἔδιναν. Μαζί του ζοῦσαν πέντε παρθένες μοναχές, πολύ ἐνάρετες. Ὁ ἀρχιμάγος τῶν Περσῶν ἔμαθε γιά τόν πλοῦτο τοῦ ἱερέως καί προσπάθησε νά τόν ὁδηγήσει στό μαρτύριο, μέ σκοπό νά οικειοποιηθεῖ τά πλούτη του. Ὁ Παῦλος νικημένος ἀπό τήν φιλαργυρία δέχθηκε νά προσκυνήσει τόν ἥλιο καί νά φάει αἷμα ἀπό τίς θυσίες, προσπάθησε δέ νά πείσει καί τίς μοναχές νά κάνουν τό ἴδιο. Οἱ ἁγίες ὅμως ἀρνήθηκαν καί ἔλεγξαν τόν ἄθλιο ἱερέα γιά τήν πτώση του. Ὁ ἀρχιμάγος τότε διέταξε νά δείρουν τίς παρθένες καί εἶπε στόν Παῦλο νά τίς ἀποκεφαλίσει μέ τά ἴδια του τά χέρια, ἀλλιῶς θά τοῦ ἔπαιρνε τά πλούτη. Ὁ τρισάλθιος, τυφλωμένος ἀπό τόν ἔρωτα τῶν χρημάτων, δέχθηκε, οἱ δέ ἁγίες ἔφριξαν καί τόν προειδοποίησαν γιά τίς συνέπειες τῶν πράξεών του. Ματαίως ὅμως· δέν κατάφεραν νά τοῦ ἀλλάξουν γνώμη. Οἱ Ἁγίες ἔλαβαν τόν στέφανο τοῦ μαρτυρίου, εὐφραινόμενες αἰωνίως κοντά στόν Κύριο ἡμῶν Ἰησοῦ Χριστό, ὁ δέ φιλάργυρος πνίγηκε μέ δόλιο τρόπο ἀπό τόν ἀρχιμάγο κι ἔχασε τόσο τήν πρόσκαιρο ὅσο καί τήν αἰώνιο ζωή.

Previous Article

10 Ἰουνίου

Next Article

8 Ἰουνίου