ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΑΙ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
  • 30 Ἀπριλίου

     

    ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

    Πρξ. ιβ΄ 1-11

       1 Κατ᾿ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. 2 ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. 3 καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον· ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων· 4 ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. 5 ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. 6 Ὅτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. 7 καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων. ἀνάστα ἐν τάχει· καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. 8 εἶπέ τε ὁ ἄγγελος πρὸς αὐτόν· περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. ἐποίησε δὲ οὕτω. καὶ λέγει αὐτῷ· περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. 9 καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. 10 διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾿ αὐτοῦ. 11 καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ εἶπε· νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.

     

    Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ

    1 Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ὁ βασιλεὺς Ἡρῴδης Ἀγρίππας ὁ Α’, ἐγγονὸς τοῦ μεγάλου Ἡρῴδου, ἔβαλε χέρι εἰς μερικοὺς ἀπὸ τὰ μέλη τῆς Ἐκκλησίας διὰ νὰ τοὺς κακοποιήσῃ. 2 Ἐθανάτωσε δὲ διὰ μαχαίρας τὸν Ἰάκωβον, τὸν ἀδελφὸν τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ Ἰωάννου. 3 Καὶ ὅταν εἶδεν, ὅτι καὶ οἱ προεστοὶ καὶ ὁ λαὸς τῶν Ἰουδαίων εὐχαριστήθησαν διὰ τὴν ἐνέργειάν του αὐτήν, ἀπεφάσισεν ἐπιπροσθέτως νὰ συλλάβῃ καὶ τὸν Πέτρον. Ἦσαν δὲ τότε αἱ ἡμέραι τῆς ἑορτῆς τῶν ἀζύμων. 4 Καὶ ἀφοῦ συνέλαβε τοῦτον, τὸν ἔκλεισεν εἰς φυλακήν, παραδώσας αὐτὸν εἰς τέσσαρας τετράδας στρατιωτῶν διὰ νὰ τὸν φρουροῦν, διότι ἤθελε μετὰ τὴν ἑορτὴν τοῦ Πάσχα νὰ τὸν ἀνεβάσῃ εἰς τὸ κριτήριον καὶ νὰ τὸν δικάσῃ ἐπὶ παρουσίᾳ τοῦ λαοῦ. 5 Ἔτσι λοιπὸν ὁ μὲν Πέτρος ἐφρουρεῖτο μέσα εἰς τὴν φυλακήν· ὑπὸ τῆς Ἐκκλησίας ὅμως τῶν Ἱεροσολύμων ἐγίνετο ἑξακολουθητικῶς ὑπὲρ τῆς διασώσεως αὐτοῦ μακρὰ καὶ θερμὴ προσευχὴ πρὸς τὸν Θεόν. 6 Ὅταν δὲ ἐπρόκειτο ὁ Ἡρῴδης νὰ τὸν προσαγάγῃ εἰς τὸ δικαστήριον, κατὰ τὴν προηγουμένην νύκτα τῆς ἡμέρας ἐκείνης ὁ Πέτρος ἐκοιμᾶτο ἥσυχα ἐν μέσῳ δύο στρατιωτῶν δεμένος μὲ δύο ἁλυσίδες, καὶ φρουροὶ πρὸ τῆς θύρας ἐφύλαττον τὸ δεσμωτήριον. 7 Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἦλθεν ἔξαφνα καὶ φῶς ἔλαμψεν ἐντὸς τοῦ δωματίου, ὅπου ἐκοιμᾶτο ὁ Πέτρος. Ἀφοῦ δὲ ὁ ἄγγελος ἐκτύπησε τὴν πλευρὰν τοῦ Πέτρου, τὸν ἐξύπνησε καὶ τοῦ εἶπε· Σήκω γρήγορα. Καὶ ἀμέσως ἔπεσαν αἱ ἁλυσίδες ἀπὸ τὰ χέρια του. 8 Καὶ εἶπεν ὁ ἄγγελος πρὸς αὐτόν· Ζῶσε τὸ ὑποκάμισόν σου καὶ δέσε εἰς τὰ πόδια σου τὰ πέδιλά σου. Καὶ ὁ Πέτρος ἀμέσως ἔκαμεν, ὅπως διετάχθη. Καὶ λέγει εἰς αὐτὸν ὁ ἄγγελος· Φόρεσε τὸ ἐξωτερικόν σου ροῦχο καὶ ἀκολούθησέ με. 9 Καὶ ὁ Πέτρος, ἀφοῦ ἐβγῆκεν ἀπὸ τὸ δωμάτιον, ἠκολούθει τὸν ἄγγελον καὶ δὲν εἶχεν ἀντιληφθῇ ἀκόμη, ὅτι εἶναι πραγματικὸν αὐτό, ποὺ ἐγίνετο ἀπὸ τὸν Θεὸν διὰ μέσου τοῦ ἀγγέλου. Ἐνόμιζε δέ, ὅτι βλέπει εἰς τὸν ὕπνον του κάποιαν ὀπτασίαν. 10 Ἀφοῦ δὲ ἐπέρασαν τὸν πρῶτον καὶ τὸν δεύτερον φρουρόν, ἦλθον εἰς τὴν σιδηρᾶν ἐξώπορταν, ποὺ ὠδήγει ἀμέσως εἰς τὴν πόλιν, καὶ ἡ πόρτα αὐτὴ τοὺς ἠνοίχθη μόνη της. Καὶ ἀφοῦ ἐβγῆκαν ἐπέρασαν μαζὶ μίαν στενωπόν. Καὶ ἀμέσως ἔφυγεν ἀπὸ τὸν Πέτρον ὁ ἄγγελος. 11 Καὶ τότε ὁ Πέτρος συνῆλθεν ἀπὸ τὴν κατάστασιν τῆς ἐκπλήξεως καὶ τῆς ἐκστάσεως, ἕνεκα τῆς ὁποίας ἐνόμιζεν, ὅτι ἔβλεπεν ὅραμα καὶ εἶπε· Τώρα καταλαβαίνω, ὅτι πραγματικῶς ἀπέστειλεν ὁ Κύριος τὸν ἄγγελόν του καὶ μὲ ἠλευθέρωσεν ἀπὸ τὴν κακοποιὸν χεῖρα τοῦ Ἡρῴδου, καθὼς καὶ ἀπὸ κάθε κακόν, ποὺ ἐπερίμενεν ὁ λαὸς τῶν Ἰουδαίων νὰ γίνῃ εἰς ἐμέ.

     

     

    ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

    Μτθ. δ΄ 18-23

       18 Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς. 19 καὶ λέγει αὐτοῖς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. 20 οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. 21 Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν· καὶ ἐκάλεσεν αὐτούς. 22 οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. 23 Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

    Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ

        18  Ἐνῷ δὲ ἐπεριπάτει πλησίον τῆς θαλάσσης τῆς Γαλιλαίας, εἶδε δύο ἀδελφούς, τὸν Σίμωνα, ποὺ μὲ τὸ ὄνομα, τὸ ὁποῖον τοῦ ἔδωκεν ὁ Κύριος, λέγεται Πέτρος, καὶ τὸν Ἀνδρέαν τὸν ἀδελφόν του, οἱ ὁποῖοι ἔρριπταν δίκτυον εἱς τὴν θάλασσαν, διότι ἦσαν ψαράδες. 19 Καὶ λέγει εἰς αὐτούς· Ἀκολουθήσατέ με καὶ θὰ σᾶς κάμω ἱκανοὺς νὰ ψαρεύετε ἀντὶ ψαριῶν ἀνθρώπους, τοὺς ὁποίους μὲ τὸ δίκτυον τοῦ κηρύγματος θὰ ἑλκύετε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 20 Αὐτοὶ δὲ ἀμέσως ἄφησαν τὰ δίκτυα καὶ τὸν ἠκολούθησαν. 21 Καὶ ἀφοῦ ἐπροχώρησεν ἀπ’ ἐκεῖ, εἶδεν ἄλλους δύο ἀδελφούς, τὸν Ἰάκωβον τὸν υἱὸν τοῦ Ζεβεδαίου καὶ τὸν Ἰωάννην τὸν ἀδελφόν του, νὰ ἐτοιμάζουν τὰ δίκτυά τους μέσα εἰς τὸ πλοῖον μαζὶ μὲ τὸν πατέρα τους Ζεβεδαῖον.Καὶ τοὺς ἐκάλεσεν. 22 Αὐτοὶ δὲ παρευθὺς ἄφησαν τὸ πλοῖον καὶ τὸν πατέρα τους καὶ τὸν ἠκολούθησαν. 23 Καὶ περιώδευεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς διδάσκων εἰς τὰς συναγωγάς των, ὅπου κάθε Σάββατον ἐμαζεύοντο οἱ Ἑβραῖοι, διὰ νὰ ἀκούσουν τὴν ἀνάγνωσιν τῆς Ἁγίας Γραφῆς καὶ νὰ προσευχηθοῦν.Καὶ ἐκεῖ ἐκήρυττε τὸ χαρμόσυνον ἄγγελμα, ὅτι ἐπλησίαζεν ὁ χρόνος τῆς πνευματικῆς βασιλείας, ποὺ θὰ ἔφερεν εἰς τοὺς ἀνθρώπους τὴν ἀπολύτρωσιν καὶ χαράν· καὶ ἐθεράπευε κάθε εἶδος ἀσθένειαν καὶ ἀδιαθεσίαν μεταξὺ τοῦ λαοῦ.

     

     

    ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

    Ο ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΙΑΚΩΒΟΣ

       Ὁ Ἀπόστολος Ἰάκωβος ἦταν γιὸς τοῦ Ζεβεδαίου καὶ τῆς Σαλώμης καὶ μεγαλύτερος ἀδελφὸς τοῦ Εὐαγγελιστοῦ Ἰωάννου. Καταγόταν ἀπὸ τὴν Βησθαϊδὰ τῆς Γαλιλαίας καί ἀσχολεῖτο μαζί μέ τόν Ἰωάννη μὲ τὴν ἁλιεία στὴν λίμνη τῆς Γεννησαρὲτ. Εἶχαν δέ δικό τους πλοῖο, ὅπου συνεργάτης τους ἦταν ὁ Ἀπόστολος Πέτρος. Ὅταν ἄκουσαν τὸ κήρυγμα τοῦ Κυρίου «ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ». Ὁ Ἰάκωβος μαζὶ μὲ τὸν Πέτρο καὶ τὸν Ἰωάννη ἐπέδειξαν μεγάλο ζῆλο ὡς Μαθητὲς τοῦ Χριστοῦ, γιά αὐτὸ καὶ κλήθηκαν υἱοὶ βροντῆς καὶ ἔγιναν μάρτυρες πολλῶν μεγάλων γεγονότων, τά ὁποῖα δὲν βίωσαν οἱ ἄλλοι Ἀπόστολοι, ἀφοῦ ἔγιναν ἀποκλειστικοὶ μάρτυρες τῆς Μεταμορφώσεως τοῦ Κυρίου. Εἶδαν τὴν θαυμαστὴ Ἀνάσταση τῆς θυγατέρας τοῦ ἀρχισυναγώγου Ἰάειρου καὶ εἶχαν τὴν εὐλογία νὰ προσκληθοῦν ἀπὸ τὸν Ἰησοῦ κοντά του κατὰ τὶς ὧρες τῆς προσευχῆς καὶ τῆς ἀγωνίας του στὸν κῆπο τῆς Γεθσημανῆ. Ἡ οἰκειότητα αὐτὴ ὁδήγησε τὸν Ἰάκωβο μὲ τὸν ἀδελφό του Ἰωάννη νὰ ζητήσουν μέσῳ τῆς μητέρας τους ἀπὸ τὸν Κύριο, πρωτοκαθεδρία στὴν ἐγκόσμια βασιλεία του, παρανοώντας τὴν ἀποστολὴ τοῦ Μεσσία. Ὁ Χριστὸς ὅμως, διορθώνοντάς τους, τούς ὑποδεικνύει τὴν πραγματικὴ καὶ αἰώνια δόξα, ἡ ὁποία διέρχεται μέσα τὰ Πάθη καὶ τόν Σταυρό. Γι’ αὐτὸ τοὺς λέγει: «Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι;». Μετὰ τὴν Πεντηκοστὴ ὁ Ἀπόστολος Ἰάκωβος κήρυξε τὸ Εὐαγγέλιο στὴν περιοχὴ τῆς Παλαιστίνης, ὅπου μεγάλο πλῆθος ἀνθρώπων μεταστράφηκε στὴν νέα πίστη. Ἡ πράξη αὐτή θορύβησε τοὺς ἄρχοντες τῶν Ἰουδαίων, οἱ ὁποῖοι, τὸ ἔτος 44 μ.Χ., τὸν συνέλαβαν καὶ τὸν ἀποκεφάλισαν, μὲ διαταγὴ τοῦ Ἡρώδου τοῦ Ἀγρίππα.

     

    Ἀπολυτίκιον.

    Ἦχος γ’. Θείας πίστεως.


       Γόνος ἅγιος, βροντῆς ὑπάρχων, κατεβρόντησας, τὴ οἰκουμένη, τὴν τοῦ Σωτῆρος Ἰάκωβε κένωσιν, καὶ τὸ ποτήριον τούτου ἐξέπιες, μαρτυρικῶς ἐναθλήσας Ἀπόστολε, ὅθεν πάντοτε, ἐξαίτει τοὶς σὲ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.

    Μεγαλυνάριον

       Ἡ τῶν ἀπορρήτων θεία βροντή, ὁ ἐν Θαβωρίῳ, ἐπακούσας φωνῆς Πατρός, καὶ βροντοφωνήσας, ἡμῖν τὴν σωτηρίαν, Ἰάκωβος ὁ μύστης, Χριστοῦ ὑμνείσθω μοι.

  •