Ἑορταστικαί Εὐχαί

Share:

  Ἀγαπητοὶ ἐν Χριστῷ ἀδελφοί,

  Προσεγγίζοντες μετὰ πίστεως πρὸς τὸ Ἅγιον Πάσχα, ἐπιτρέψατέ μου νὰ δανεισθῶ ἀπὸ τὸν ἅγιον Ἰωάννην τὸν Χρυσόστομον τὰ λόγια: «Πάσχα τὸ μυστικόν, τυπικῶς μὲν διὰ νόμου λειτουργούμενον· Πάσχα, τὸ θαυμαστὸν τῆς θείας ἀρετῆς καὶ δυνάμεως ἔργον· ἀληθῶς ἑορτὴ καὶ μνημόσυνον ἔννομον αἰώνιον. Ἐκ πάθους ἀπάθεια, ἐκ θανάτου ἀθανασία, ἐκ νεότητος ζωή, ἐκ πληγῆς ἴασις, ἐκ πτώσεως ἀνάστασις, ἐκ καθόδου ἀνάβασις… Τοῦτο Πάσχα, ἡ κοινὴ τῶν ὅλων πανήγυρις, πατρικοῦ θελήματος ἐπὶ κόσμον· ἀποστολὴ Χριστοῦ, περὶ γῆν ἔνθεος ἀνατολή, ἀγγέλων καὶ ἀρχαγγέλων ἀΐδιος ἑορτή, τοῦ παντὸς κόσμου ἡ ἀθάνατος ζωὴ θανάτου θανατηφόρος, πηγὴ σωτήριος, ἀνθρώπων ἡ ἄφθαρτος τρυφὴ οὐράνιος, ἱερὰ τελετή, παλαιὰ καὶ νέα προερμηνεύουσα μυστήρια, ἐν γῇ μὲν ὁρατῶς βλεπόμενα, ἐν οὐρανοῖς δὲ νοούμενα τοῖς καινὰ καὶ μετὰ γνώσεως ἱερᾶς ἀποδεξαμένοις, ᾧ μέ νοῦν διὰ βραχέων ἐγνωρίσαμεν εἰπεῖν. Τοιάδε ἡ τοῦ Πάσχα δημοτελὴς ἑορτή» (Εἰς τὸ Πάσχα λόγος στ΄, Migne, P.G., 59, 735 καὶ 736).

  Ἐπὶ δὲ τούτοις, εὐχόμενος μετὰ πατρικῆς ἀγάπης τὴν παρὰ τοῦ Ἀναστάντος Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ θείαν φώτισιν καὶ προστασίαν, διατελῶ μετὰ τῆς ἐν Κυρίῳ πατρικῆς ἀγάπης καὶ ἀναστασίμων εὐχῶν.

Χριστὸς Ἀνέστη! Ἀληθῶς Ἀνέστη ὁ Κύριος!

† Ὁ Ἀντινόης ΠΑΝΤΕΛΕΗΜΩΝ

Ἐφησυχάζων Μητροπολίτης τοῦ Ἑλληνορθοδόξου

Πατριαρχείου Ἀλεξανδρείας καὶ πάσης Ἀφρικῆς

Πάσχα, 2026

Previous Article

Βία κατά Παλαιστινίων χριστιανών στην αφή του Αγίου Φωτός

Next Article

Μήνυμα συνέχειας, μνήμης και ελπίδας για τον απανταχού Ελληνισμό