1 Ὀκτωβρίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. θ’ 10-18

   10 Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι· Ἀνανία. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ, Κύριε· 11 ὁ δὲ Κύριος πρὸς αὐτόν· ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται, 12 καὶ εἶδεν ἐν ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ. 13 ἀπεκρίθη δὲ Ἀνανίας· Κύριε, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ ἐποίησε τοῖς ἁγίοις σου ἐν Ἱερουσαλήμ· 14 καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. 15 εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος· πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων υἱῶν τε Ἰσραήλ· 16 ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. 17 Ἀπῆλθε δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ᾿ αὐτὸν τὰς χεῖρας εἶπε· Σαοὺλ ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέ με, Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος Ἁγίου. 18 καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες, ἀνέβλεψέ τε, καὶ ἀναστὰς ἐβαπτίσθη, καὶ λαβὼν τροφὴν ἐνίσχυσεν.

 

Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ

   10 Ὑπῆρχε δὲ εἰς τὴν Δαμασκὸν κάποιος μαθητής, ποὺ ἐλέγετο Ἀνανίας. Καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος δι’ ὁράματος: Ἀνανία. Αὐτὸς δὲ εἶπεν· Ἰδού, εἶμαι ἐδῶ, Κύριε, ἕτοιμος νὰ ἐκτελέσω τὰς διαταγάς σου. 11 Ὁ Κύριος δὲ εἶπε τότε πρὸς αὐτόν· Σήκω καὶ πήγαινε εἰς τὴν στενωπόν, ποὺ λέγεται Εὐθεῖα καὶ ζήτησε εἰς τὴν οἰκίαν τοῦ Ἰούδα κάποιον, ποὺ ὀνομάζεται Σαῦλος, καὶ κατάγεται ἀπὸ τὴν Ταρσόν. Αἱ διαθέσεις τοῦ ἀνθρώπου αὐτοῦ εἶναι εὐλαβεῖς, διότι ἰδοὺ κατὰ τὴν στιγμὴν αὐτὴν προσεύχεται. 12 Καὶ εἶδεν εἰς ὅραμα, ποὺ τοῦ παρουσίασα ἐγώ, ἄνθρωπον ὀνομαζόμενον Ἀνανίαν, ὁ ὁποῖος ἐμβῆκεν εἰς τὸ δωμάτιόν του καὶ ἔθεσεν ἐπ’ αὐτοῦ τὴν χεῖρα διὰ να τὸν θεραπεύσῃ ἀπὸ τὴν τύφλωσιν καὶ δυνηθῇ οὕτω να ξαναϊδῇ. 13 Ἀπεκρίθη δὲ ὁ Ἀνανίας· Κύριε, ἔχω ἀκούσει ἀπὸ πολλοὺς διὰ τὸν ἄνθρωπον αὐτόν, πόσα κακὰ ἔκαμεν εἰς τὰ Ἱεροσόλυμα εἰς τοὺς ἁγιασμένους ἀπὸ τὴν χάριν σου καὶ ἀφιερωμένους εἰς σὲ πιστούς. 14 Καὶ ἐδῶ ποὺ ἦλθεν, ἔχει ἐξουσίαν ἀπὸ τοὺς ἀρχιερεῖς νὰ δέσῃ ὅλους, ὅσοι ἐπικαλοῦνται εὐλαβῶς καὶ μετὰ πίστεως τὸ ὄνομά σου. 15 Εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος· Πήγαινε χωρὶς κανένα φόβον ἢ δισταγμόν, διότι οὗτος εἶναι ὅργανόν μου ἐκλεκτόν. Τὸν ἐξέλεξα δὲ ἐγώ, διὰ νὰ βαστάσῃ καὶ διαδώσῃ τὸ περὶ τοῦ ὀνόματός μου καὶ τοῦ εὐαγγελίου μου κήρυγμα, μεταφέρων τοῦτο διὰ τῶν περιοδειῶν του ἐνώπιον ἐθνικῶν καὶ βασιλέων καὶ τῶν σημερινῶν ἀπογόνων τοῦ Ἰσραήλ. 16 Πήγαινε σὺ πρὸς συνάντησίν του μὲ τὴν πεποίθησιν, ὅτι δὲν θὰ συναντήσῃς ἄρνησιν ἢ ἀπροθυμίαν εἰς αὐτόν. Διότι ἐγὼ ὁ ἴδιος θὰ μεταστρέψω τὸν Σαῦλον καὶ θὰ τοῦ δείξω, τί ἀπὸ τοῦδε καὶ εἰς τὸ ἑξῆς πρέπει νὰ πάθῃ διὰ τὸ ὄνομά μου αὐτός, ποὺ ἕως χθὲς μὲ κατεδίωκεν. 17 Ἐπῆγε δὲ ὁ Ἀνανίας καὶ ἐμβῆκεν εἰς τὸ σπίτι, ὅπου ἔμενεν ὁ Σαῦλος καὶ ἀφοῦ ἔθεσεν ἐπ’ αὐτοῦ τὰς χεῖρας εἶπε· Σαοὺλ ἀδελφέ, μὲ ἔστειλεν ὁ Κύριος, ποὺ σοῦ ἐνεφανίσθη εἰς τὸν δρόμον, ἐπὶ τοῦ ὁποίου ἐβάδιζες διὰ νὰ ἔλθῃς ἐδῶ. Καὶ μὲ ἔστειλε διὰ νὰ ἀποκτήσῃς πάλιν τὸ φῶς σου καὶ διὰ νὰ γεμίσῃ τὸ ἐσωτερικόν σου μὲ Πνεῦμα Ἅγιον. 18 Καὶ ἀμέσως ἔπεσαν ἀπὸ τὰ μάτια του σὰν λέπια καὶ ξαναεῖδε καὶ ἀφοῦ ἐσηκώθη ἐβαπτίσθη. Καὶ μετὰ τὸ βάπτισμα ἔλαβε τροφὴν καὶ ἐδυνάμωσεν ἀπὸ τὴν ἑξάντλησιν, ποὺ τοῦ εἶχε φέρει ὁ βαθὺς κλονισμός, τὸν ὁποῖον ἠσθάνθη ἀπὸ τὴν ἐμφάνισιν τοῦ Κυρίου, καὶ ἡ νηστεία τῶν τριῶν ἡμερῶν, κατὰ τὰς ὁποίας οὔτε ἔφαγεν οὔτε ἔπιε τίποτε.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ς’ 12-19

   12 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ἐξῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ. 13 καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ᾿ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασε, 14 Σίμωνα, ὃν καὶ ὠνόμασε Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην, Φίλιππον καὶ Βαρθολομαῖον, 15 Ματθαῖον καὶ Θωμᾶν, Ἰάκωβον τὸν τοῦ Ἀλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτήν, 16 Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ ἐγένετο προδότης, 17 καὶ καταβὰς μετ᾿ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, 18 καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· 19 καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.

Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ

   12 Συνέβη δὲ κατὰ τὰς ἡμέρας ταύτας νὰ βγῆ ὁ Ἰησοῦς εἰς τὸ ὅρος διὰ νὰ προσευχηθῇ. Καὶ ἐπέρασε τὴν νύκτα ὁλόκληρον ἐν τῇ προσευχῇ πρὸς τὸν Θεόν. 13 Καὶ ὅταν ἔγινεν ἡμέρα, ἐφώναξε πλησίον του τοὺς μαθητάς του καὶ ἐξέλεξεν ἀπὸ αὐτοὺς δώδεκα, τοὺς ὁποίους καὶ ὠνόμασεν Ἀποστόλους. 14 Ἐξέλεξε δηλαδὴ τὸν Σίμωνα, εἰς τὸν ὁποῖον ἔδωσε τὸ ὄνομα Πέτρος, καὶ τὸν Ἀνδρέαν τὸν ἀδελφόν του· τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην, τὸν Φίλιππον καὶ τὸν Βαρθολομαῖον· 15 τὸν Ματθαῖον καὶ τὸν Θωμᾶν, τὸν Ἰάκωβον τὸν υἱὸν τοῦ Ἀλφαίου καὶ τὸν Σίμωνα, ποὺ τὸν ἔλεγαν ζηλωτήν· 16 τὸν Ἰούδαν τὸν υἱὸν τοῦ Ἰακώβου καὶ τὸν Ἰούδαν τὸν Ἰσκαριώτην, ὁ ὁποῖος καὶ ἔγινε εἰς τὸ τέλος προδότης. 17 Καὶ ὅταν κατέβη μαζὶ μὲ αὐτοὺς ἀπὸ τὸ ὅρος, ἐστάθη εἰς κάποιαν πεδιάδα. Καὶ εἶχε μαζευθῆ ἐκεῖ πλῆθος ἀπὸ μαθητάς του καὶ λαὸς πολὺς ἀπὸ ὅλην τὴν Ἰουδαίαν καὶ ἀπὸ τὴν Ἱερουσαλὴμ καὶ ἀπὸ τὴν παραλίαν τῆς Τύρου καὶ τῆς Σιδῶνος, οἱ ὁποῖοι ἦλθον διὰ νὰ ἀκούσουν τὴν διδασκαλίαν του καὶ διὰ νὰ ἰατρευθοῦν ἀπὸ τὰς ἀσθενείας των. 18 Ἦσαν δὲ ἐκεῖ καὶ πολλοί, ποὺ ἠνοχλοῦντο ἀπὸ πνεύματα ἀκάθαρτα. Καὶ ἐθεραπεύοντο. 19 Καὶ ὅλος ὁ λαὸς ἐζήτει νὰ τὸν ἐγγίσῃ· διότι ὡς Θεάνθρωπος ἦτο πηγὴ χάριτος καὶ δυνάμεως καὶ δὲν εἶχεν ἀνάγκην νὰ δανεισθῇ ἀπὸ ἄλλον ταῦτα καὶ ἡ δύναμις αύτή, ποὺ ἔβγαινεν ἀπὸ ἐπάνω του, ἰάτρευεν ὅλους.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΠΟΣΤΟΛΟΣ ΑΝΑΝΙΑΣ

    Τήν 1η Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ ἀποστόλου Ἀνανία, ὁ ὁποῖος ἔζησε κατά τούς χρόνους τοῦ Ἰησοῦ Χριστοῦ καί διέμενε στή Δαμασκό. Ὁ Ἀνανίας, κατόπιν ὑποδείξεως τοῦ Κυρίου, μετέφερε στόν ἐν ἀγνοίᾳ εὑρισκόμενο Σαῦλο τό σχέδιο του. Συγκεκριμένα τόν συνάντησε, μετά τό συγκλονιστικό γεγονός τῆς Δαμασκοῦ, καί τοῦ εἶπε: «Σαούλ ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέ με, Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καί πλησθῇς Πνεύματος ἁγίου». Ὁ λόγος τοῦ Ἀνανία πραγματοποιήθηκε. Ὁ Παῦλος ἀνέκτησε τό φῶς καί βαπτίσθηκε. Ὁ Ἀνανίας κήρυξε σέ διάφορες πόλεις τῆς Ἀνατολῆς. Τελικά συνελήφθη ἀπό τόν ἡγεμόνα Λουκιανό καί καταδικάστηκε γιά τήν πίστη του στό Χριστό. Δέχθηκε πολλά βασανιστήρια καί κατέληξε στόν διά λιθοβολισμοῦ μαρτυρικό θάνατο.

  Πρωτ. Δ.Δ.Τ.

Ἀπολυτίκιον

(Ἦχος δ΄. Ταχύ προκατάλαβε)

Ὡς ἔμπλεως Χάριτος, τοῦ Τρισηλίου Φωτός, τό σκεῦος ἐφώτισας, τῆς ἐκλογῆς τοῦ Χριστοῦ, Ἀνανία Ἀπόστολε· ὅθεν ἀνακηρύξας, εὐσεβείας τόν λόγον, ἄθλοις ἐβεβαιώσω, τήν σωτήριον Χάριν, δι᾽ ἧς τοῖς σέ εὐφημοῦσι, δίδου τά πρόσφορα.

Μεγαλυνάριον

Δι’ ἀποκαλύψεως θεϊκῆς, τῷ Σαύλῳ βραβεύεις, τόν οὐράνιον φωτισμόν· ὅθεν Ἀνανία, ὡς Μάρτυρά σε θεῖον, Ἀπόστολόν τε ἅμα Χριστός ἐδοξασεν.

Previous Article

2 Ὀκτωβρίου

Next Article

30 Σεπτεμβρίου