18 Ἀπριλίου

Share:

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ματθ. κζ΄ 1-38. Λκ. κγ΄ 39-43. Ματθ. κζ΄ 39-54. Ἰωάν. ιθ΄ 31-37. Ματθ. κζ΄ 55-61.

   1 Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν· 2 καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι. 3 Τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις 4 λέγων· ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπον· τί πρὸς ἡμᾶς; σὺ ὄψει. 5 καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγξατο. 6 οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπον· οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι. 7 συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις· 8 διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵματος ἕως τῆς σήμερον. 9 τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντος· καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, 10 καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος. 11 Ὁ δὲ Ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· σὺ λέγεις. 12 καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ τῶν πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο. 13 τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσι; 14 καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν. 15 Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον, ὃν ἤθελον. 16 εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον Βαραββᾶν. 17 συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· τίνα θέλετε ἀπολύσω ὑμῖν; Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν; 18 ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν. 19 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· μηδέν σοι καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾿ ὄναρ δι᾿ αὐτόν. 20 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν. 21 ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπον· Βαραββᾶν. 22 λέγει αὐτοῖς ὁ Πιλᾶτος· τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν; λέγουσιν αὐτῷ πάντες· σταυρωθήτω. 23 ὁ δὲ ἡγεμὼν ἔφη· τί γάρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· σταυρωθήτω. 24 ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων· ἀθῶός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου· ὑμεῖς ὄψεσθε. 25 καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπε· τὸ αἷμα αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. 26 τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ. 27 Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ᾿ αὐτὸν ὅλην τὴν σπεῖραν· 28 καὶ ἐκδύσαντες αὐτὸν περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην, 29 καὶ πλέξαντες στέφανον ἐκ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον αὐτῷ λέγοντες· χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων· 30 καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. 31 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι. 32 Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 33 Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστι λεγόμενος κρανίου τόπος, 34 ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν. 35 σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βαλόντες κλῆρον, 36 καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. 37 καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων. 38 Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων.

Λκ. κγ΄ 39-43.

  39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων· εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς. 40 ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμα αὐτῷ λέγων· οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; 41 καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε. 42 καὶ ἔλεγε τῷ Ἰησοῦ· μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 43 καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι, σήμερον μετ᾿ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.

Ματθ. κζ΄ 39-54.

  39 Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν 40 καὶ λέγοντες· ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν! σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. 41 ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων καὶ Φαρισαίων ἔλεγον· 42 ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ᾿ αὐτῷ· 43 πέποιθεν ἐπὶ τὸν Θεόν, ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν· εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός. 44 τὸ δ᾿ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτόν. 45 Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. 46 περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· ἠλὶ ἠλί, λιμᾶ σαβαχθανί; τοῦτ᾿ ἔστι, Θεέ μου Θεέ μου, ἱνατί με ἐγκατέλιπες; 47 τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος. 48 καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. 49 οἱ δὲ λοιποὶ ἔλεγον· ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν. 50 ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα. 51 Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν, 52 καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, 53 καὶ ἐξελθόντες ἐκ τῶν μνημείων, μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. 54 Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾿ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.

Ἰωάν. ιθ΄ 31-37.

  31 Οἱ οὖν Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἐπεὶ παρασκευὴ ἦν· ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνη τοῦ σαββάτου· ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν. 32 ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ· 33 ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, 34 ἀλλ᾿ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ. 35 καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία, κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύσητε. 36 ἐγένετο γὰρ ταῦτα, ἵνα ἡ γραφὴ πληρωθῇ, ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ. 37 καὶ πάλιν ἑτέρα γραφὴ λέγει· ὄψονται εἰς ὃν ἐξεκέντησαν.

  55 Ἦσαν δὲ ἐκεῖ καὶ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ· 56 ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσῆ μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου. 57 Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἀριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθήτευσε τῷ Ἰησοῦ· 58 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε ὁ Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι τὸ σῶμα. 59 καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ σινδόνι καθαρᾷ, 60 καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν. 61 Ἦν δὲ ἐκεῖ Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου.

 

 

Ἑρμηνεία Π. Ν.Τρεμπέλα – Ἐκδόσεις Σωτήρ

Ματθ. κζ΄ 1-38.

   1 Όταν δὲ ἔγινε πρωΐ, ἔκαμαν σύσκεψιν ὅλοι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ, διὰ νὰ ἐπιτύχουν τὴν ἐκτέλεσιν τῆς θανατικῆς ποινῆς του. 2 Καὶ ἀφοῦ τὸν ἔδεσαν, τὸν ἐπῆραν ἀπ’ ἐκεῖ καὶ τὸν παρέδωκαν εἰς τὸν Πόντιον Πιλᾶτον τὸν ἡγεμόνα. 3 Τότε σὰν εἶδεν ὁ Ἰούδας, ποὺ τὸν παρέδωκε μὲ προδοσίαν εἰς τοὺς Ἰουδαίους, ὅτι ὁ Ἰησοῦς κατεδικάσθη, μετεμελήθη καὶ ἐπέστρεψε τὰ τριάκοντα ἀργυρὰ νομίσματα εἰς τοὺς ἀρχιερεῖς καὶ τοὺς πρεσβυτέρους 4 καὶ εἶπεν· Ἡμάρτησα παραδώσας αἷμα ἀθῷον διὰ νὰ χυθῇ.Αὐτοὶ δὲ εἶπαν· Τί μᾶς ἐνδιαφέρει αὐτό; Σὺ θὰ φροντίσῃς νὰ ἀπαλλαγῇς ἀπὸ τὴν εὐθύνην καὶ σὺ θὰ δώσῃς λόγον δι’ αὐτό. 5 Καὶ ἀφοῦ ἔρριψε τὰ ἀργυρᾶ νομίσματα εἰς τὸν περίβολον τοῦ ναοῦ, ἀνεχώρησε καὶ ἐπῆγε καὶ ἐπνίγη μὲ σχοινίον. 6 Οἱ δὲ ἀρχιερεῖς, ἀφοῦ ἐπῆραν τὰ ἀργυρᾶ νομίσματα, εἶπαν· Δὲν ἐπιτρέπεται νὰ τὰ ρίψωμεν εἰς τὸ θησαυροφυλάκιον τοῦ ναοῦ ὡς ἱερὸν ἀφιέρωμα, διότι μὲ αὐτὰ ἠγοράσθη ζωὴ ἀνθρώπου καὶ ἐδόθησαν ὡς ἀμοιβὴ διὰ τὸ ἀνθρώπινον αἷμα, ποὺ μετ’ ὀλίγον θὰ χυθῇ. 7 Ἀφοῦ δὲ ἔκαμαν σύσκεψιν, ἠγόρασαν μὲ αὐτὰ τὸν ἀγρὸν τοῦ κεραμιδᾶ, διὰ νὰ εἶναι τόπος ταφῆς τῶν ξένων Ἰουδαίων, ποὺ ὡς ταξιδιῶται καὶ προσκυνηταὶ ἤρχοντο εἰς τὰ Ἱεροσόλυμα. 8 Δι’ αὐτὸ ὠνομάσθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵματος μέχρι τῆς σήμερον. 9 Τότε ἐπαλήθευσεν ἐκεῖνο, ποὺ ἐλέχθη διὰ τοῦ Ἱερεμίου τοῦ προφήτου: Καὶ ἔλαβαν τὰ τριάκοντα ἀργυρᾶ νομίσματα, τὸ ἀντίτιμον τοῦ ἀνεκτιμήτου Χριστοῦ, τοῦ ὁποίου τὸ τίμημα καὶ τὸ ποσὸν τῆς πληρωμῆς διὰ τὸν φόνον του ἐκανόνισαν μερικοὶ ἀπὸ τοὺς υἱοὺς Ἰσραήλ. 10 Καὶ τὰ ἔδωκαν διὰ τὸν ἀγρὸν τοῦ κεραμίδα, καθὼς μὲ διέταξεν ὁ Κύριος. 11 Ὁ δὲ Ἰησοῦς ἐστάθη ἐμπρὸς εἰς τὸν ἡγεμόνα.Καὶ τὸν ἠρώτησεν ὁ ἡγεμὼν καὶ εἶπε· Σὺ εἶσαι ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ Ἰησοῦς εἶπε· Σύ, χωρὶς νὰ ἐννοῇς καὶ τὸν πνευματικὸν χαρακτῆρα τῆς βασιλείας μου, λέγεις, ὅτι εἶμαι βασιλεὺς τῶν Ἰουδαίων. 12 Καὶ ὅταν τὸν κατηγοροῦν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι, δὲν ἔδωκε καμμίαν ἀπόκρισιν. 13 Τότε λέγει εἰς αὐτὸν ὁ Πιλᾶτος· Δὲν ἀκούεις, πόσα μαρτυροῦν ἐναντίον σου; 14 Καὶ δὲν ἀπεκρίθη εἰς αὐτὸν ὁ Ἰησοῦς οὔτε εἰς ἕνα λόγον του, ὥστε νὰ θαυμάζῃ ὁ ἡγεμὼν πάρα πολὺ διὰ τὴν γαλήνην καὶ ἀταραξίαν, τὴν ὁποίαν ἐδείκνυεν εἰς στιγμάς, ποὺ τόσον ἀσυνείδητα ἐσυκοφαντεῖτο καὶ τόσον πολὺ ἐκινδύνευεν αὐτὴ ἡ ζωή του. 15 Κάθε ἑορτὴν δὲ τοῦ Πάσχα συνήθιζεν ὁ ἡγεμὼν νὰ ἀφίνῃ ἐλεύθερον πρὸς χάριν τοῦ ὄχλου ἕνα φυλακισμένον, ὅποιον ἤθελεν ὁ λαός. 16 Εἶχαν δὲ τότε κάποιον φυλακισμένον ξακουστὸν διὰ τὰ ἐγκλήματά του, ποὺ ὠνομάζετο Βαραββᾶς. 17 Ἐνῷ λοιπὸν αὐτοὶ ἦσαν συναγμένοι, τοὺς εἶπεν ὁ Πιλᾶτος· Ποῖον θέλετε νὰ σᾶς ἐλευθερώσω; τὸν Βαραββᾶν ἢ τὸν Ἰησοῦν ποὺ λέγεται Χριστός; Καὶ προσεπάθει ἔτσι ὁ Πιλᾶτος, ἔστω καὶ μὲ τὸν τρόπον αὐτόν, νὰ σώσῃ τὸν Ἰησοῦν. 18 Διότι ἐγνώριζεν, ὅτι ἕνεκα φθόνου τὸν παρέδωκαν. 19 Ἐνῷ δὲ ἐκάθητο ἐπὶ τῆς δικαστικῆς του ἕδρας, ἔστειλε πρὸς αὐτὸν ἡ γυναῖκα του καὶ τοῦ εἶπε· Μὴ ἀναλάβῃς εὐθύνας διὰ τὸν δίκαιον αὐτὸν καὶ μὴ ἔχῃς τίποτε μὲ τὸν ἀθῷον αὐτόν.Διότι πολλὰς ἀνησυχίας καὶ φόβους ἔπαθα σήμερον εἰς τὸ ὄνειρόν μου ἕνεκα αὐτοῦ. 20 Οἱ ἀρχιερεῖς ὅμως καὶ οἱ προεστῶτες ἔπεισαν ἐν τῷ μεταξὺ τὰ πλήθη τοῦ λαοῦ νὰ ζητήσουν τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν νὰ θανατώσουν. 21 Λαβὼν δὲ τὸν λόγον ὁ ἡγεμὼν εἶπεν εἰς αὐτούς· Ποῖον ἀπὸ τοὺς δύο θέλετε νὰ σᾶς ἀφήσω ἐλεύθερον; Αὐτοὶ δὲ εἶπαν· Τὸν Βαραββάν. 22 Λέγει εἰς αὐτοὺς ὁ Πιλᾶτος· Τί λοιπὸν νὰ κάμω τὸν Ἰησοῦν, ποὺ λέγεται Χριστός; Λέγουν εἰς αὐτὸν ὅλοι· Νὰ σταυρωθῇ. 23 Ὁ ἡγεμὼν ὅμως εἶπεν· Ἀλλὰ διατί; Ποῖον κακὸν ἔπραξεν; Αὐτοὶ δὲ περισσότερον ἐκραύγαζον καὶ ἔλεγον· Νὰ σταυρωθῇ. 24 Σὰν εἶδε λοιπὸν ὁ Πιλᾶτος, ὅτι καμμίαν ὠφέλειαν δὲν ἔφεραν, ἀλλ’ ὁ θόρυβος ἐγίνετο μεγαλύτερος, ἐπῆρε νερὸ καὶ ἔνιψε καλὰ τὰ χέρια του ἐμπρὸς εἰς τὸ πλῆθος καὶ εἶπεν· Εἶμαι ἀθῷος ἀπὸ τὸ αἷμα αὐτοῦ τοῦ δικαίου ἀνθρώπου.Εἰς σᾶς θὰ πέσῃ ἡ εὐθύνῃ καὶ σεῖς θὰ φροντίσετε νὰ ἀπαλλαγῆτε ἀπὸ τὴν ἐνοχὴν διὰ τὸ ἄδικον αὐτό. 25 Καὶ ἀπεκρίθη ὅλος ὁ λαὸς καὶ εἶπεν· Ἡ ἐνοχὴ καὶ ἡ εὐθύνη διὰ τὸ χύσιμον τοῦ αἵματός του ἂς ἔλθῃ ἐπάνω μας καὶ ἐπᾶνω εἰς τὰ παιδιά μας. 26 Τότε τοὺς ἀφῆκεν ἐλεύθερον τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν, ἀφοῦ διέταξε καὶ τὸν ἐμαστίγωσαν, τὸν παρέδωκε διὰ νὰ σταυρωθῇ. 27 Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος, ἀφοῦ παρέλαβον τὸν Ἰησοῦν καὶ τὸν ὡδήγησαν εἰς τὴν ἐσωτερικὴν αὐλὴν τοῦ παλατιοῦ, ποὺ ἔμενεν ὁ ἐπιτρόπος τῆς Ρώμης, ἐμάζευσαν τριγύρω του ὅλην τὴν φρουράν. 28 Καὶ ἀφοῦ τὸν ἔγδυσαν, ἐπειδὴ ἤθελαν νὰ διακωμῳδήσουν τὰς βασιλικάς του ἀξιώσεις, τὸν ἔνδυσαν μὲ κόκκινον μανδύαν. 29 Καὶ ἀφοῦ ἔπλεξαν στέφανον ἀπὸ ἀγκάθια, ἔβαλαν αὐτὸν ἐπὶ τῆς κεφαλῆς του ἀντὶ στέμματος καὶ τοῦ ἔδωκαν ἀντὶ σκήπτρου βασιλικοῦ κάλαμον εἰς τὴν δεξιάν του καὶ ἀφοῦ ἐγονάτισαν ἐμπρός του, τὸν ἐνέπαιζον καὶ ἔλεγον· Χαῖρε, ὦ βασιλεῦ τῶν Ἰουδαίων. 30 Καὶ ἀφοῦ τὸν ἔπτυσαν, τὸν κάλαμον καὶ ἐκτυποῦσαν εἰς τὴν κεφαλήν του.31 Καὶ ὅταν τὸν ἐνέπαιξαν, τοῦ ἔβγαλαν τὸν μανδύαν καὶ τὸν ἐνέδυσαν τὰ φορέματά του καὶ τὸν ἐπῆγαν διὰ νὰ τὸν σταυρώσουν. 32 Ὅταν δὲ ἔβγαιναν ἀπὸ τὴν πόλιν, ηὗραν ἄνθρωπον, ἀπὸ τὴν Κυρήνην καταγόμενον, ποὺ ὠνομάζετο Σίμων.Αὐτὸν ἠγγάρευσαν διὰ νὰ σηκώσῃ τὸν σταυρόν του, ἐπειδὴ ὁ Ἰησοῦς δὲν ἀντεῖχε πλέον νὰ τὸν βαστάζῃ μέχρι τέλους. 33 Καὶ ἀφοῦ ἦλθαν εἰς τόπον, ποὺ ἐλέγετο Γολγοθᾶ, ὅνομα τὸ ὁποῖον μεταφραζόμενον σημαίνει τόπος κρανίου 34 τοῦ ἔδωκαν νὰ πίῃ ξίδι ἀναμεμιγμένον μὲ χολήν, διὰ νὰ τοῦ φέρῃ κάποιαν νάρκωσιν καὶ μὴ αἱσθανθῇ πολὺ τοὺς πόνους τῆς σταυρώσεως καὶ δυσκολευθοῦν οἱ σταυρωταὶ εἰς τὴν ἐκτέλεσίν της.Καὶ ἀφοῦ τὸ ἐδοκίμασε, δὲν ἤθελε νὰ τὸ πίῃ. 35 Ὅταν δὲ τὸν ἐσταύρωσαν, διεμοίρασαν τὰ ἐνδύματά του ρίψαντες λαχνόν, 36 καὶ ἐκάθηντο καὶ τὸν ἐφύλατταν ἐκεῖ. 37 Καὶ ἐτοποθέτησαν ἐπάνω ἀπὸ τὴν κεφαλήν του τὴν κατηγορίαν τοῦ γραμμένην· Αὐτὸς εἶναι ὁ Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων. 38 Τότε σταυρώνονται μαζί του δύο λῃσταί, ὁ ἕνας ἀπὸ τὰ δεξιὰ καὶ ὁ ἄλλος ἀπὸ τὰ ἀριστερά του.

Λκ. κγ΄ 39-43.

   39 Ἕνας δὲ ἀπὸ τοὺς κακούργους, ποὺ ἐκρεμάσθησαν εἰς τὸν σταυρόν, τὸν ἐνέπαιζε μὲ βλασφήμους ὕβρεις καὶ ἔλεγεν· ἐὰν εἶσαι σὺ ὁ Χριστός, σῶσε τὸν ἑαυτόν σου καὶ ἡμᾶς 40 Τοῦ ἀπεκρίθη δὲ ὁ ἄλλος καὶ τὸν ἐπέπληττε λέγων· Ὕστερα ἀπὸ λίγο θὰ ἐμφανισθῆς ἐνώπιον τοῦ Θεοῦ. Οὔτε ὁ φόβος λοιπὸν τοῦ Θεοῦ σὲ συγκροτεῖ ἀπὸ τοῦ νὰ προσθέτης καὶ τώρα νέας ἁμαρτίας εἰς τὸν ἑαυτόν σου; Δὲν ἐνθυμεῖσαι τὸ παρελθόν σου καὶ τὰ τόσα σου ἐγκλήματα; Διότι ὑφίστασαι τὴν αὐτὴν καταδίκην καὶ τὴν αὐτὴν ποινὴν τοῦ σταυροῦ, τὴν ὁποίαν καὶ αὐτός. 41 Καὶ ἡμεῖς μὲν δικαίως τιμωρούμεθα, διότι ἀπολαμβάνομεν ἄξια ἐκείνων, ποὺ ἐπράξαμεν. Αὐτὸς ὅμως δὲν ἔκαμε τίποτε τὸ ἄτοπον καὶ ἀπρεπές. Πολὺ περισσότερον δὲν ἔκαμε τίποτε τὸ ἐγκληματικόν. 42 Καὶ ἔλεγεν εἰς τὸν Ἰησοῦν: Ἐνθυμήσου με, Κύριε, ὅταν θὰ ἐπανέλθῃς μὲ τὴν δόξαν καὶ δύναμιν τῆς βασιλείας σου καὶ ἀνάστησέ με διὰ νὰ ἀπολαύσω καὶ ἐγὼ αὐτήν. 43 Καὶ εἶπεν εἰς αὐτὸν ὁ Ἰησοῦς· Ἐν πάσῃ ἀληθεῖᾳ σὲ βεβαιῷ, ὅτι σήμερον ἀπὸ τὴν στιγμήν, ποὺ θὰ ἀποθάνωμεν, θὰ εἶσαι μαζί μου εἰς τὸν Παράδεισον.

Ματθ. κζ΄ 39-54.

  39 Ἐκεῖνοι δὲ ποὺ ἐπερνοῦσαν κοντά, τὸν ἐβλασφήμουν καὶ ἐκείνουν μὲ περιφρόνησιν καὶ κακίαν τὰς κεφαλάς των 40 λέγοντες· Σὺ ποὺ θὰ ἐκρήμνιζες τὸν ναὸν καὶ εἰς τρεῖς ἡμέρας θὰ τὸν οἰκοδομοῦσες, σῶσε τώρα τὸν ἑαυτόν σου.Ἐὰν εἶσαι υἱὸς τοῦ Θεοῦ, κατέβα ἀπὸ τὸν σταυρόν. 41 Κατὰ παρόμοιον δὲ τρόπον καὶ οἱ ἀρχιερεῖς τὸν περιέπαιζαν μαζὶ μὲ τοὺς γραμματεῖς καὶ τοὺς προεστοὺς καὶ τοὺς Φαρισαίους καὶ ἔλεγον· 42 Ἄλλους ἔσωσε μὲ τὰ ἀγυρτικά του θαύματα· τὸν ἑαυτόν του δὲν δύναται νὰ τὸν σώσῃ.Ἐὰν εἶναι βασιλεὺς τοῦ Ἰσραήλ, τοῦ εὐλογημένου δηλαδὴ λαοῦ τοῦ Θεοῦ, ἂς καταβῇ ἀπὸ τὸν σταυρὸν καὶ θὰ τὸν πιστεύσωμεν. 43 Ἔχει στηρίξει τὰς ἐλπίδας του καὶ τὴν πεποίθησίν του εἰς τὸν Θεόν.Ἂς τὸν γλυτώσῃ τώρα, ἐὰν πράγματι τὸν θέλῃ ὁ Θεός.Διότι εἶπεν,ὅτι εἶμαι υἱὸς τοῦ Θεοῦ. 44 Τὸ ἴδιο δὲ καὶ οἱ λῃσταί, ποὺ ἐσταυρώθησαν μαζί του, τὸν ὕβριζαν. 45 Ἀπὸ τὴν δωδεκάτην δὲ ὤραν ἔγινε σκοτάδι εἰς ὅλην τὴν γῆν ἕως τάς τρεῖς τὸ ἀπογεῦμα. 46 Κατὰ δὲ τὴν τρίτην ἀπογευματινὴν ὥραν ἐφώναξεν ὁ Ἰησοῦς μὲ φωνὴν μεγάλην καὶ εἶπεν· Ἠλί, ἠλί, λιμᾶ σαβαχθανί; Τοῦτ’ ἔστι, Θεέ μου, Θεέ μου, διατὶ μὲ ἐγκατέλιπες; 47 Μερικοὶ δὲ ἀπὸ ἐκείνους, ποὺ ἐστέκοντο ἐκεῖ καὶ δὲν ἐγνώριζαν τὴν ἀραμαϊκὴν γλῶσσαν, ὅταν ἤκουσαν αὐτό, ἔλεγαν ὅτι τὸν Ἠλίαν φωνάζει οὗτος. 48 Καὶ ἀμέσως ἕνας ἀπὸ αὐτοὺς ἔτρεξε καὶ ἐπῆρεν ἕνα σφουγγάρι καὶ ἀφοῦ τὸ ἐβούτηξε εἰς τὸ ξίδι, τὸ ἐτύλιξεν εἰς ἕνα καλάμι καὶ προσεπάθει νὰ τὸν ποτίσῃ. 49 Οἱ ὑπόλοιποι ὅμως ἔλεγον· Ἄφησε νὰ ἴδωμεν, ἐὰν θὰ ἔλθῃ ὁ Ἠλίας νὰ τὸν σώσῃ.

Ἰωάν. ιθ΄ 31-37.

31 Ἐν τῷ μεταξὺ οἱ Ἰουδαῖοι ἐλάμβανον τὰ μέτρα των, διὰ νὰ μὴ μείνουν ἐπάνω εἰς τὸν σταυρὸν νεκρὰ τὰ σώματα τῶν καταδίκων καὶ κατὰ τὴν διάρκειαν τοῦ Σαββάτου. Ἐπειδὴ ἡ ἡμέρα, κατὰ τὴν ὁποίαν ἔγινεν ἡ σταύρωσις, ἦτο ἡμέρα προπαρασκευῆς καὶ προετοιμασίας ἐκτάκτου καὶ ἐξαιρετικῆς· διότι ἡ ἡμέρα τοῦ Σαββάτου ἐκείνου, ποὺ θὰ ἤρχιζεν ἀπὸ τὴν δύσιν τοῦ ἡλίου, ἦτο μεγάλη καὶ ἐπίσημος, ἐπειδὴ ἐκτὸς τοῦ ὅτι ἦτο Σάββατον, συνέπιπτεν ἀκόμη καὶ ἡ πρώτη ἡμέρα τῆς μεγάλης ἑορτῆς τοῦ Πάσχα. Ἀπηγορεύετο δὲ ρητῶς εἰς τὸ Δευτερονόμιον νὰ διανυκτερεύσουν ἄταφα τὰ σώματα ἐπὶ τοῦ σταυροῦ. Παρεκάλεσαν λοιπὸν τὸν Πιλᾶτον νὰ διατάξῃ, ὅπως συντριβοῦν τὰ σκέλη τῶν καταδίκων, διὰ νὰ συντομευθῇ ἔτσι ὁ θάνατός των καὶ τοὺς σηκώσουν τὸ ταχύτερον ἀπὸ ἐκεῖ. 32 Ἦλθαν λοιπὸν οἱ στρατιῶται, διὰ νὰ συντρίψουν τὰ ὀστᾶ τῶν καταδίκων, καὶ τοῦ μὲν λῃστοῦ, τὸν ὁποῖον ἐπλησίασαν πρῶτον, ἔσπασαν τὰ σκέλη, καθὼς καὶ τοῦ ἄλλου λῃστοῦ, ποὺ ἐσταυρώθη μαζὶ μὲ τὸν Ἰησοῦν. 33 Ὅταν ὅμως ἦλθαν εἰς τὸν Ἰησοῦν, σὰν τὸν εἶδαν ὅτι ἦτο πλέον πεθαμένος, δὲν τοῦ ἔσπασαν τὰ σκέλη. 34 Ἀλλ’ ἕνας ἀπὸ τοὺς στρατιώτας, διὰ νὰ διαπιστώσῃ βεβαιότερον τὸν θάνατόν του, τοῦ ἐκτύπησε τὴν πλευρὰν μὲ λόγχην καὶ ἀμέσως ἐβγῆκεν ἀπὸ τὸ τρυπηθὲν μέρος αἷμα καὶ ὕδωρ, φαινόμενον πρωτοφανὲς καὶ παράδοξον, διότι εἰς κάθε πεθαμένον τὸ αἷμα πήγνυται, ὅσον δὲ καὶ ἂν τὸν τρυπήσῃ κανείς, δὲν βγαίνει ποτὲ καθαρὸν αἷμα καὶ διαυγὲς ὕδωρ. 35 Τὸ γεγονὸς ὅμως αὐτὸ εἶναι ἀληθὲς καὶ βεβαία ἡ ὑπ’ αὐτοῦ σημαινομένη κάθαρσις τοῦ βαπτίσματος καὶ ὁ ἁγιασμὸς ἐκ τοῦ αἵματος τοῦ Κυρίου, καὶ ἐκεῖνος, ποὺ τὸ εἶδε μὲ τὰ μάτια του, ἔδωκε μαρτυρίαν περὶ αὐτοῦ, καὶ ἡ μαρτυρία του εἶναι ἀληθινὴ καὶ δὲν ἔχει καμμίαν περὶ τούτου ἀμφιβολίαν ἐκεῖνος, ἀλλὰ ἡξεύρει καλά, ὅτι λέγει ἀλήθειαν. Καὶ ἔδωκε μαρτυρίαν τόσον περὶ τοῦ γεγονότος αὐτοῦ, ὅσον καὶ περὶ τοῦ ὅτι δὲν ἔσπασαν τὰ σκέλη τοῦ Ἰησοῦ, ἀλλὰ μόνον τὴν πλευράν του ἐτρύπησαν, διὰ νὰ πιστεύσετε καὶ σεῖς, ὅτι ὁ ἐπὶ τοῦ σταυροῦ Ἰησοῦς εἶναι ὁ Χριστός, τὸν ὁποῖον προεκήρυξαν οἱ προφῆται. 36 Διότι πράγματι ὅλα αὐτὰ ἔχουν προφητευθῆ καὶ ἔγιναν, διὰ νὰ ἐπαληθεύσῃ τὸ χωρίον τῆς Γραφῆς· δὲν θὰ συντριβῇ κανὲν κόκκαλόν του. 37 Καὶ πάλιν ἄλλο μέρος τῆς Γραφῆς λέγει· Ὅταν ἡ χάρις ἐπισκεφθῇ καὶ τοὺς Ἰουδαίους, θὰ ἴδουν συντετριμμένοι καὶ ἐν μετανοίᾳ ἐκεῖνον, τὸν ὁποῖον ἐτρύπησαν, ὅπως θὰ τὸν ἴδουν περίφοβοι καὶ οἱ ἐπιμείναντες εἰς τὴν ἀπιστίαν.

Ματθ. κζ΄ 55-61.

55 Ἦσαν δὲ ἐκεῖ καὶ γυναῖκες πολλαί, ποὺ ἀπὸ μακρυὰ παρετήρουν.Αὐταὶ ἠκολούθησαν τὸν Ἰησοῦν ἀπὸ τὴν Γαλιλαῖαν καὶ τὸν ὑπηρετοῦσαν· 56 μεταξὺ τῶν ὁποίων ἦσαν ἡ Μαρία ἡ Μαγδαληνή, καὶ ἡ Μαρία ἡ μητέρα τοῦ Ἰακώβου καὶ τοῦ Ἰωσῆ, καὶ ἡ μητέρα τῶν υἱῶν Ζεβεδαίου. 57 Ὅταν δὲ ἐπροχώρησε τὸ δειλινόν, ἦλθε κάποιος ἄνθρωπος πλούσιος, καταγόμενος ἀπὸ τὴν Ἀριμαθαίαν, ὀνομαζόμενος Ἰωσήφ, ὁ ὁποῖος καὶ αὐτὸς ὑπῆρξε μαθητὴς τοῦ Ἰησοῦ. 58 Αὐτός, ἀφοῦ πρόσηλθεν εἰς τὸν Πιλᾶτον, ἐζήτησε τὸ σῶμα τοῦ Ἰησοῦ.Τότε ὁ Πιλᾶτος διέταξε νὰ δοθῇ τοῦτο. 59 Καὶ ἀφοῦ ἐπῆρεν ὁ Ἰωσὴφ τὸ σῶμα, τὸ ἐτύλιξεν εἰς σινδόνα καθαρὰν καὶ ἀμεταχείριστον 60 καὶ τὸ ἔβαλεν εἰς τὸ καινούργιο μνημεῖον του, τὸ ὁποῖον εἶχε σκαλίσει εἰς τὸν βράχον.Καὶ ἀφοῦ ἐκύλισε μεγάλον λίθον εἰς τὴν θύραν τοῦ μνημείου, ἔφυγεν. 61 Ἦτο δὲ ἐκεῖ ἡ Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία, αἱ ὁποῖαι ἐκάθηντο ἀπέναντι ἀπὸ τὸν τάφον.

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ

  Τήν Ἁγία καί Μεγάλη Παρασκευή ἐπιτελοῦμε τά ἅγια, σωτήρια καί φρικτά Πάθη τοῦ Κυρίου καί Θεοῦ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τά ὁποῖα καταδέχτηκε γιά χάρη μας, δηλαδή τούς ἐμπτυσμούς, τά κοροϊδευτικά γέλια, τά χτυπήματα, τούς κολαφισμούς, τίς ὕβρεις, τήν πορφυρή χλαίνη, τό καλάμι, τόν σπόγγο, τό ξύδι, τά καρφιά, τήν λόγχη καί τέλος τόν σταυρό καί τόν θάνατο, τά ὁποῖα συνέβησαν ὅλα τήν Παρασκευή.

  Ἀφοῦ ὁ Ἰούδας πρόδωσε τόν Κύριο στά χέρια τῶν ἐχθρῶν του, τόν ἔφεραν δεμένο στόν ἀρχιερέα Ἄννα, ὁ ὁποῖος τόν ἔστειλε στόν Καϊάφα. Ἐκεῖ τόν περιγελοῦσαν, τόν χτυποῦσαν καί ἀφοῦ τοῦ ἔδεσαν τά μάτια, τοῦ ἔλεγαν κοροϊδευτικά, “προφήτευσε Χριστέ ποιός σέ χτύπησε;” Μετά ἔφεραν ψευδομάρτυρες κι ὅταν ξημέρωσε τόν παρέδωσαν στόν Πιλάτο, ὁ ὁποῖος ἐξετάζοντάς τον, κατάλαβε ὅτι ἡ αἰτία πού τόν δίκαζαν ἦταν ὁ φθόνος τους. Μάλιστα τόν ἔστειλε στόν Ἡρώδη, βασιλιά τῆς Γαλιλαίας κι οὔτε αὐτός βρῆκε κάτι ἄξιο κατηγορίας. Κατά τήν συνήθειά τους οἱ Ἰουδαίοι ἐλευθέρωναν τό Πάσχα κάποιο κρατούμενο. Ὁ παράνομος λαός ὅμως προτίμησε νά ἀπελευθερώσει ἕναν φοβερό ληστή, τόν Βαραβᾶ καί φώναζε δυνατά: τό κρίμα τοῦ θανάτου του ἄς πέσει στά κεφάλια μας καί στά κεφάλια τῶν παιδιῶν μας. Παρόλο πού ὁ Πιλάτος ὁμολόγησε ὅτι ὁ Κύριος ἦταν ἀθῶος, ὑποχώρησε στήν κακία τῶν Ἰουδαίων καί τόν παρέδωσε νά σταυρωθεῖ. Τότε μεταμελήθηκε ὁ Ἰούδας κι ἀφοῦ πέταξε τά ἀργύρια τῆς προδοσίας, κρεμάστηκε καί πέθανε μέ φρικτό τρόπο.

  Ἔχοντας πλέον οἱ στρατιῶτες τόν Ἰησοῦ στήν ἐξουσία τους, τόν κορόϊδευαν, τόν χτυποῦσαν, τόν βασάνιζαν καί τέλος τοῦ φόρτωσαν στούς ὥμους τόν σταυρό. Τότε εἶδαν ὅτι ὁ Χριστός ἦταν ἀποκαμωμένος ἀπό τά βάσανα καί γιά νά μήν πεθάνει πρίν τόν σταυρώσουν, ἀγγάρευσαν τόν Σίμωνα τόν Κυρηναῖο νά μεταφέρει γιά τήν ὑπόλοιπη διαδρομή τόν σταυρό τοῦ Κυρίου. Γιά νά νομισθεῖ ὅτι ἦταν κακοῦργος, σταύρωσαν συγχρόνως δύο ληστές, ἕνα στά δεξιά κι ἕναν ἀριστερά του. Ἀκόμα καί πάνω στόν σταυρό τόν κορόϊδευαν καί τοῦ ἔλεγαν, ἐάν εἶσαι Θεός, κατέβα ἀπό τόν σταυρό γιά νά σέ πιστέψουμε.

  Ἐπί τρεῖς ὧρες σκοτείνιασε ὁ οὐρανός κι ἔγινε σεισμός γιά νά φανερωθεῖ ὅτι ἦταν βασιλιάς ὄχι μόνο τοῦ Ἰσραήλ, ἀλλά ὁλόκληρου τοῦ κόσμου. Πολλοί ἀναστήθηκαν, πέτρες σχίσθηκαν, τό καταπέτασμα τοῦ ναοῦ σχίσθηκε κι αὐτό στά δύο, ξεσκεπάζοντας ὅσα μέχρι τότε ἦταν ἀπρόσιτα στούς πολλούς. Ὅλα αὐτά τά παράδοξα ἔκαναν τόν καλό ἑκατόνταρχο Λογγῖνο νά πιστέψει καί νά φωνάξει: “Ἀληθῶς Θεοῦ Υἱός ἦν οὗτος”.

  Ὁ ἕνας ληστής ἦταν κακόγνωμος καί ἔβριζε τόν Χριστό, ὁ ἄλλος ὅμως παρακαλοῦσε τόν Κύριο νά τόν θυμηθεῖ στή Βασιλεία Του κι ἔτσι ἔγινε ὁ πρῶτος κάτοικος τοῦ παραδείσου. Τότε ὁ Ἰησοῦς εἶπε “διψῶ”, ἀλλά ἀκόμα καί τότε ἀντί νά ἀνακουφίσουν τήν δίψα του, τόν πότισαν ξύδι καί χολή. Κατόπιν εἶπε “τετέλεσται” κι ἀφοῦ ἔγειρε τό κεφάλι του παρέδωσε τό πνεῦμα, φανερώνοντας ὅτι πέθανε ἐκουσίως. Τοῦ συμπαραστάθηκαν ἡ Παναγία καί ὁ ἅγιος Ἰωάννης ὁ Θεολόγος, στόν ὁποῖο ἀνέθεσε ὁ Κύριος τήν φροντίδα τῆς ἁγίας Μητέρας Του.

  Γιά νά μήν μείνουν τά σώματα τῶν καταδικασμένων ἐπάνω στόν σταυρό τήν ἡμέρα τοῦ Πάσχα, παρακάλεσαν τόν Πιλάτο νά ἐπιταχύνει τόν θάνατό τους, συντρίβοντας τά σκέλη τους. Ὁ Χριστός ὅμως εἶχε ἤδη πεθάνει γι’ αὐτό δέν πείραξαν τό σῶμα του, μόνο λόγχισαν τήν πλευρά του, ἀπό τήν ὁποία κατά θαυμαστό τρόπο βγῆκε αἷμα καί νερό, φανερώνοντας δύο θεμελιώδη μυστήρια τῆς πίστεώς μας, τό βάπτισμα καί τήν θεία Κοινωνία. Ὅλα τά σχετικά μέ τό Πάθος τοῦ Κυρίου ἦταν ἤδη προφητευμένα.

  Τό βράδυ ὁ Ἰωσήφ ἐξ Ἀριμαθαίας καί ὁ Νικόδημος, κρυφός μαθητής τοῦ Κυρίου, ζήτησαν τό σῶμα Του ἀπό τόν Πιλάτο καί τό ἐνταφίασαν σε καινούργιο τάφο, ἀφοῦ τόν εἶχαν τυλίξει μέ καθαρό σεντόνι ἀλειμμένο μέ σμύρνα καί ἀλόη. Ἔβαλαν στήν εἴσοδο τοῦ τάφου ἕναν μεγάλο βράχο κι ἔφυγαν.

Τῇ περί ἡμᾶς ὑπεραπείρῳ σου εὐσπλαγχνία, Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.

Ἀπολυτίκιον (Ἦχος β΄.)

   Ἐξηγόρασας ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου, τῷ τιμίῳ σου Αἵματι· τῷ σταυρῷ προσηλωθείς καί τῇ λόγχῃ κεντηθείς, τήν ἀθανασίαν έπήγασας άνθρώποις· Σωτήρ ἡμῶν, δόξα σοι.

Previous Article

19 Ἀπριλίου

Next Article

17 Ἀπριλίου