ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Φιλιπ. γ’ 8-19
8 Ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου, δι᾿ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι ἵνα Χριστὸν κερδήσω 9 καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, 10 τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ, συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ, 11 εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν. 12 οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ᾿ ᾧ καὶ κατελήφθην ὑπὸ τοῦ Χριστοῦ Ἰησοῦ. 13 ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι· 14 ἑν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. 15 ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει. 16 πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν. 17 Συμμιμηταί μου γίνεσθε, ἀδελφοί, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας, καθὼς ἔχετε τύπον ἡμᾶς. 18 πολλοὶ γὰρ περιπατοῦσιν, -οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, 19 ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες!
Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ
8 Ὄχι δὲ μόνον ὅταν ἐφωτίσθην καὶ ἤμην εἰς τὰς πρώτας ἡμέρας τῆς ἐπιστροφῆς μου, ἀλλὰ βεβαίως καὶ τώρα ἑξακολουθῶ νὰ νομίζω, ὅτι ὅλα εἶναι ζημία συγκρινόμενα πρὸς τὴν ὑπεροχὴν τῆς γνώσεως τοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου μου, διὰ τὸν ὁποῖον ἐστερήθην καὶ ἀπέρριψα ὅλα διὰ νὰ ἐγκολπωθῶ αὐτὸν ὡς σωτῆρα μου.. Καὶ τὰ θεωρῶ σκύβαλα καὶ ἀξία περιφρονήσεως διὰ νὰ κερδήσω τὸν Χριστόν, 9 καὶ διὰ νὰ εὑρεθῶ κατὰ τὴν ἡμέραν τῆς Κρίσεως ἐνωμένος μὲ αὐτὸν καὶ μὴ ἔχων δικαιοσύνην, τὴν ὁποίαν μὲ τοὺς ἰδικούς μου κόπους καὶ ἱδρῶτας ἀπέκτησα διὰ τῆς ἐπακριβοῦς τηρήσεως τοῦ νόμου. Ἀλλ’ ἐπιζητῶ νὰ ἔχω τότε τὴν δικαιοσύνην, ποὺ ἀποκτᾶται διὰ τῆς πίστεως εἰς τὸν Χριστὸν καὶ προέρχεται ἐκ τοῦ Θεοῦ καὶ στηρίζεται ἐπὶ τῆς πίστεως. 10 Ζητῶ δὲ τὴν ἐκ πίστεως δικαιοσύνην διὰ νὰ γνωρίσω διὰ τῆς θρησκευτικῆς μου πείρας τὸν Χριστὸν καὶ τὴν δύναμιν, ποὺ πηγάζει εἰς ἠμᾶς ἀπὸ τὴν ἀνάστασίν του. Καὶ νὰ συμμετάσχω εἰς τὰ παθήματά του, πάσχων καὶ ἐγὼ διωγμοὺς καὶ κακοπαθείας, καθὼς ἐκεῖνος, καὶ ἐξομοιούμενος πρὸς τὸν θάνατόν του διὰ τῆς ἀποκτήσεως τῶν αὐτῶν συναισθημάτων, ποὺ εἶχεν ὁ Χριστός, ὅταν ἀπέθνησκε. 11 Προσπαθῶ νὰ γίνω συμμέτοχος τῶν παθημάτων καὶ τοῦ θανάτου τοῦ Χριστοῦ, μήπως ἠμπορέσω καὶ ἑγὼ νὰ ἐπιτύχω καὶ ἀπολαύσω τὴν ἔνδοξον ἀνάστασιν τῶν νεκρῶν. 12 Δὲν λέγω, ὅτι ἔλαβον πλέον τὸ βραβεῖον ἢ ὅτι ἔχω πλέον κατορθώσει τὴν πνευματικὴν τελειοποίησίν μου. Δὲν ἔχω φθάσει ἀκόμη εἰς τὸ ἔνδοξον αὐτὸ τέρμα, ἀλλ’ ἀγωνίζομαι καὶ τρέχω μὲ κόπον καὶ βιασύνην, μήπως ἠμπορέσω καὶ πιάσω στερεὰ ἐκεῖνο, διὰ τὸ ὁποῖον ἐπιάσθην καλὰ ἀπὸ τὸν Ἰησοῦν Χριστόν. Εἶναι δὲ αὐτὸ ἡ πλήρης ἐπιτυχία εἰς τὸ ἔργον τῆς ἀποστολῆς μου καὶ ἡ σωτηρία τῆς ψυχῆς μου. 13 Ἀδελφοί, ἐγὼ δὲν θεωρῶ ἀκόμη, ὅτι ἐπέτυχα τὸν σκοπόν, διὰ τὸν ὁποῖον ἀπεστάλην ἀπὸ τὸν Κύριον. Ὅσα καὶ ἂν ἔχω ἐργασθῇ ἕως τώρα καὶ ὅσα καὶ ἂν κατώρθωσα, δὲν φρονῶ ὅτι ἀνταπεκρίθην πλήρως εἰς τὴν ἀποστολήν μου. 14 Ἀλλὰ ἕνα πρᾶγμα κάνω καὶ δι’ ἓν φροντίζω· λησμονῶ μὲν τὰ ὅσα ἔγιναν εἰς τὸ παρελθόν, ποὺ τὰ ἔχω ἀφήσει ὀπίσω μου, ἀπλώνομαι δὲ διαρκῶς καὶ σπεύδω πρὸς ἐκεῖνα, ποὺ εἶναι ἐμπρός μου, καὶ τὰ ὁποῖα μένουν ἀκόμη ἀνεκτέλεστα καὶ πρέπει νὰ τὰ ἐκτελέσω. Καὶ ἔτσι προχωρῶ κατ’ εὐθεῖαν πρὸς τὸν ἐπὶ διωκόμενον σκοπὸν καὶ τρέχω βιαστικὰ διὰ νὰ λάβω τὸ βραβεῖον, τὸ ὁποῖον μᾶς ἐπιφυλάσσει ἡ πρόσκλησις πρὸς τὸν οὐρανὸν ἐπάνω, ὅπου μᾶς καλεῖ ὁ Θεὸς διὰ τοῦ Ἰησοῦ Χριστοῦ. 15 Ὅσοι λοιπὸν προσπαθοῦμεν νὰ γίνωμεν τέλειοι, τοῦτο ἂς φρονῶμεν δηλαδὴ ἂς μὴ νομίζωμεν, ὅτι ἐπετύχαμεν τὸ βραβεῖον, ἀλλὰ ἂς ἐπεκτεινώμεθα πάντοτε πρὸς τὰ ἐμπρός. Καὶ ἐὰν ἔχετε κανὲν διαφορετικὸν φρόνημα, ποὺ δὲν πρέπει νὰ τὸ ἔχετε, δὲν ἀνησυχῶ. Διότι καὶ αὐτὸ θὰ σᾶς τὸ φανερώσῃ ὁ Θεός. 16 Πλὴν μὴ μένετε ξένοιαστοι μὲ τὴν ἐλπίδα, ὅτι ὁ Θεὸς θὰ σᾶς φανερώσῃ ἐκεῖνο, ποὺ δὲν ἠξεύρετε. Ἀλλ’ εἰς τὸ πνευματικὸν σημεῖον, εἰς τὸ ὁποῖον ἐφθάσαμεν, πρέπει νὰ προσέχωμεν νὰ μὴ πέσωμεν ἔξω. Καὶ διὰ νὰ μὴ πάθωμεν αὐτό, πρέπει νὰ ἀκολουθῶμεν ὅλοι τὸν αὐτὸν κανόνα τῆς συμπεριφορᾶς ποὺ ἐδιδάχθημεν, καὶ νὰ ἔχωμεν τὸ αὐτὸ φρόνημα τῆς ἀληθείας. 17 Δὲν σᾶς ζητῶ τίποτε τὸ ἄγνωστον καὶ ἀδύνατον. Μὲ ἠξεύρετε ὅλοι καλά. Γίνεσθε λοιπόν, ἀδελφοί, ὅλοι μαζὶ μιμηταί μου καὶ προσέχετε εἰς ἐκείνους, ποὺ δεικνύουν εἰς τὸν βίον των τὴν ὑποδειγματικὴν συμπεριφοράν, ποὺ σᾶς ἐδώκαμεν ὡς παράδειγμα· καὶ μὲ αὐτοὺς συναναστρέφεσθε. 18 Σᾶς λέγω νὰ δίδετε προσοχὴν μόνον εἰς αὐτούς, ποὺ πολιτεύονται κατὰ τὸ ἰδικόν μας παράδειγμα, διότι πολλοὶ παρουσιάζουν κακὴν συμπεριφοράν. Περὶ αὐτῶν, ὅταν ἤμην εἰς Φιλίππους πολλὲς φορὲς σᾶς ἔκαμα λόγον, τώρα δέ, ἐπειδὴ ἐν τῷ μεταξὺ ἐχειροτέρευσαν, μὲ κλάματα ὁμιλῶ δι’ αὐτούς, ποὺ μὲ τὴν σαρκικήν των ζωὴν ἀποδεικνύονται ἐχθροὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὁ ὁποῖος εἶναι σύμβολον αὐτοθυσίας καὶ πόνου. 19 Αὐτῶν τὸ τέλος θὰ εἶναι ἡ ἀπώλεια, διότι θὰ καταλήξουν εἰς τὴν αἰωνίαν κόλασιν. Αὐτοὶ ὡς Θεόν λατρεύουν τὴν κοιλίαν των καὶ δόξαν των θεωροῦν πράξεις ποὺ φέρουν ἐντροπήν, ἔχουν δὲ φρονήματα γήϊνα.
![]()
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. κζ’ 33-54
33 Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστι λεγόμενος κρανίου τόπος, 34 ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν. 35 σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βαλόντες κλῆρον, 36 καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. 37 καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων. 38 Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. 39 Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν 40 καὶ λέγοντες· ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν! σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. 41 ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων καὶ Φαρισαίων ἔλεγον· 42 ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ᾿ αὐτῷ· 43 πέποιθεν ἐπὶ τὸν Θεόν, ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν· εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός. 44 τὸ δ᾿ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτόν. 45 Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. 46 περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· ἠλὶ ἠλί, λιμᾶ σαβαχθανί; τοῦτ᾿ ἔστι, Θεέ μου Θεέ μου, ἱνατί με ἐγκατέλιπες; 47 τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος. 48 καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. 49 οἱ δὲ λοιποὶ ἔλεγον· ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν. 50 ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα. 51 Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν, 52 καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, 53 καὶ ἐξελθόντες ἐκ τῶν μνημείων, μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. 54 Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾿ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.
Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ
33 Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστι λεγόμενος κρανίου τόπος, 34 ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν. 35 σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλοντες κλῆρον, 36 καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. 37 καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεῦς τῶν Ἰουδαίων. 38 Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. 39 Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν 40 καὶ λέγοντες· Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν! σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. 41 ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων καὶ Φαρισαίων ἔλεγον· 42 Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ’ αὐτῷ· 43 πέποιθεν ἐπὶ τὸν Θεόν, ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν· εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός. 44 τὸ δ’ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτόν. 45 Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. 46 περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· Ἠλὶ ἠλὶ, λιμᾶ σαβαχθανί; τοῦτ’ ἔστι Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες; 47 τινὲς δὲ τῶν ἐκεῖ ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος. 48 καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. 49 οἱ δὲ λοιποὶ ἔλεγον· Ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν. 50 ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα. 51 Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν, 52 καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, 53 καὶ ἐξελθόντες ἐκ τῶν μνημείων, μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. 54 Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ’ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· Ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΛΟΓΓΙΝΟΣ
Στίς 16 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου Λογγίνου τοῦ ἑκατοντάρχου. Ὁ ἅγιος Λογγῖνος ἔζησε κατά τούς χρόνους τοῦ Καίσαρος Τιβερίου καί καταγόταν ἀπό τήν Καππαδοκία, ὑπηρετοῦσε δέ ὡς ἑκατόνταρχος στήν Ἰουδαία, ὑπό τοῦ Ποντίου Πιλάτου καί παραβρέθηκε στά σωτήρια πάθη τοῦ Κυρίου, ὅπου μαζί μέ τούς στρατιῶτες του εἶχε ἀναλάβει τήν φύλαξη τοῦ σφραγισθέντος τάφου. Ἔτσι ἦταν αὐτόπτης μάρτυρας σέ ὅλα τά κοσμοσωτήρια γεγονότα πού ἔγιναν πρίν καί μετά τήν σταύρωση τοῦ Χριστοῦ. Μετά τήν ἀνάσταση τοῦ Κυρίου, ἀφοῦ ἀρνήθηκε νά δωροκηθῆ ἀπό τούς Ἰουδαίους ἐγκατέλειψε τό ἀξίωμά του καί ἔφυγε μέ δύο στρατιῶτες του γιά τήν Καππαδοκία, ὅπου κήρυττε τήν θεότητα τοῦ Χριστοῦ. Γιά τόν λόγο αὐτό οἱ ἑβραῖοι δωροδόκησαν τόν Πιλάτο νά στείλη στρατιωτικό ἀπόσπασμα νά τούς θανατώσουν. Φθάνοντας οἱ στρατιῶτες στήν Καππαδοκία, κατά θεία πρόνοια, συναντοῦν τόν ἅγιο Λογγῖνο καί φιλοξενοῦνται ἀπό αὐτόν χωρίς νά γνωρίζωνται μεταξύ τους. Ὅταν τοῦ ἀποκάλυψαν τόν σκοπό τους ὁ ἅγιος Λογγῖνος χωρίς νά φανερωθῆ συνέχισε νά τούς περιποιῆται μέ πολύ ἀγάπη καί ὅταν ἐπρόκειτο νά ἀναχωρήσουν τούς ἀποκαλύφθηκε. Οἱ στρατιῶτες λυπήθηκαν, ἀλλά μέ τίς προτροπές τοῦ ἁγίου Λογγίνου τόν ἀποκεφάλισαν μαζί μέ τούς δύο στρατιῶτες. Ἡ τίμια κάρα του στάλθηκε στόν Πιλάτο, γιά νά ἐπιβεβαιωθῆ ἡ ἐκτέλεση τῆς διαταγῆς. Οἱ ἰουδαῖοι τήν παράχωσαν μέσα σέ κοπριά ἀλλά μετά ἀπό πολλά χρόνια ἀποκαλύφθηκε μέ θεία ὀπτασία σέ μία γυναίκα ἀπό τήν Καππαδοκία, ἡ ὁποία τὴν πῆρε στήν πατρίδα της καί τήν ἀποθησαύρισε σέ ἐκκλησία πού ἔκτισε στό ὄνομα τοῦ Ἁγίου Λογγίνου. Ἀπό τότε εἶναι πηγή πολλῶν θαυμάτων.
Ἀπολυτίκιον
(Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.)
Τὸν Ἥλιον τῆς δόξης Σταυρῶ προσηλωθέντα, καὶ τοὶς ἐν σκιᾷ τοῦ θανάτου ἐκλάμποντα ὡς εἶδες, ηὐγάσθης αὐτοῦ ταὶς ἀστραπαίς, καὶ ἤθλησας Λογγῖνε εὐσεβῶς· διὰ τοῦτο νοσημάτων παντοδαπῶν, λυτροῦσαι τοὺς ἐκβοώντας· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Μεγαλυνάριον
Κήρυξ καί αὐτόπτης ὤφθης τρανῶς, τοῦ σαρκί παθόντος, εὐδοκίᾳ Λόγου Θεοῦ· εὐθαρσῶς γάρ τούτου, τήν ἔγερσιν κηρύττων, ὑπέρ αὐτοῦ Λογγῖνε προθύμως τέθυσαι.




