17 Φεβρουαρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Πετρ. δ΄ 1-11

      1 Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ παθὼν ἐν σαρκὶ πέπαυται ἁμαρτίας, 2 ἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις, ἀλλὰ θελήματι Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. 3 ἀρκετὸς γὰρ ὑμῖν ὁ παρεληλυθὼς χρόνος τοῦ βίου τὸ θέλημα τῶν ἐθνῶν κατεργάσασθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις καὶ ἀθεμίτοις εἰδωλολατρίαις. 4 ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες· 5 οἳ ἀποδώσουσι λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς. 6 εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκί, ζῶσι δὲ κατὰ Θεὸν πνεύματι. 7 Πάντων δὲ τὸ τέλος ἤγγικε. σωφρονήσατε οὖν καὶ νήψατε εἰς τὰς προσευχάς· 8 πρὸ πάντων δὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἡ ἀγάπη καλύψει πλῆθος ἁμαρτιῶν· 9 φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμῶν· 10 ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ· 11 εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος, ἧς χορηγεῖ ὁ Θεός· ἵνα ἐν πᾶσι δοξάζηται ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μαρκ. ιβ΄28-38

     28 Προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συζητούντων, ἰδὼν ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτόν· ποία ἐστὶ πρώτη πάντων ἐντολή; 29 ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ ὅτι πρώτη πάντων ἐντολή· ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστι· 30 καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. αὕτη πρώτη ἐντολή. 31 καὶ δευτέρα ὁμοία, αὕτη· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστι. 32 καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· καλῶς, διδάσκαλε, ἐπ᾿ ἀληθείας εἶπας ὅτι εἷς ἐστι καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· 33 καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν πλεῖόν ἐστι πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν. 34 καὶ ὁ Ἰησοῦς ἰδὼν ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ· οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ· καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι. 35 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγε διδάσκων ἐν τῷ ἱερῷ· πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱὸς Δαυΐδ ἐστι; 36 αὐτὸς γὰρ Δαυΐδ εἶπεν ἐν Πνεύματι Ἁγίῳ· λέγει ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 37 αὐτὸς οὖν Δαυΐδ λέγει αὐτὸν Κύριον· καὶ πόθεν υἱὸς αὐτοῦ ἐστι; καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως. 38 Καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΘΕΟΔΩΡΟΣ Ο ΤΗΡΩΝ

     Ὁ Ἅγιος Θεόδωρος κατήγετο ἀπὸ τὴν Ἀμάσεια τῆς Καππαδοκίας καὶ ἔζησε ἐπὶ αὐτοκράτορος Διοκλητιανοῦ καὶ τῶν διαδόχων του Μαξιμιανοῦ, Γαλερίου καὶ Μαξιμίνου. Ἐποχὴ κατὰ τὴν ὁποία ξέσπασε ὁ πιὸ σκληρὸς διωγμὸς κατὰ τῶν χριστιανῶν. Ὁ Μεγαλομάρτυς Θεόδωρος ὑπηρετοῦσε τότε ὡς νεοσύλλεκτος στὸ τάγμα τῶν Τηρώνων. Ὅταν ὁ Ἅγιος διατάχθηκε ἀπὸ τὸν ἀρχηγὸ τοῦ τάγματος, Βρίγκα, νὰ θυσιάση στὰ εἴδωλα, ἀρνήθηκε ὃμως καὶ ὁμολόγησε ὅτι ὁ Χριστὸς εἶναι Θεὸς ἀληθινός. Τότε ὁ Βρίγκας ἔδωσε χρόνο στὸν Ἅγιο, γιὰ νὰ σκεφθῆ καλλίτερα τὴν ἀπόφασή του. Τὴν νύχτα ἐκείνη ὁ Ἅγιος Θεόδωρος πῆγε καὶ ἔβαλε φωτιὰ στὸ εἴδωλο τῆς θεᾶς Ρέας, ἀλλὰ συνελήφθη ἀπὸ τὸν ὑπηρέτη τοῦ ναοῦ καὶ ὁδηγήθηκε σὲ νέα βασανιστήρια. Κατόπιν τὸν ὁδήγησαν στὴν φυλακή. Ὁ ἡγεμόνας διέταξε νὰ τοῦ στερήσουν τὴν τροφὴ καὶ τὸ νερὸ, γιὰ νὰ τὸν μεταπείσουν. Τὴν ἴδια νύκτα ὅμως τοῦ φανερώθηκε ὁ Κύριος καὶ τοῦ εἶπε νὰ μὴ πάρη τροφὴ ἀπὸ τοὺς βασανιστές του, ἀφοῦ ἡ χάρις Του θὰ τοῦ ἀρκοῦσε. Τὴν ἑπόμενη ἡμέρα ὁ Ἅγιος Θεόδωρος ὁδηγήθηκε σὲ νέα βασανιστήρια, ἀλλὰ ἔμεινε πιστὸς στὸν Κύριο. Ἡ ἀπάντησή του ἦταν «Μὲ τὸν Χριστὸ ἤμην, εἶμαι καὶ θὰ εἶμαι». Μετὰ τὴν ἀπάντηση αὐτὴ ὁ ἡγεμόνας διέταξε νὰ τὸν θανατώσουν στὴν πυρά. Ὁ Ἅγιος Θεόδωρος, ἀφοῦ προσευχήθηκε, πήδησε στὴ φωτιὰ δοξάζοντας τὸν Θεό. Θαῦμα μεγάλο τότε ἔγινε, ἡ φλόγα ἔγινε σὰν ἁψίδα καὶ περικύκλωσε τὸ σῶμα του χωρὶς νὰ τὸ θίξη καθόλου. Ὁ Ἅγιος τότε προσευχόμενος παρέδωκε τὴν ψυχή του στὸ Θεό. Μία εὐσεβὴς γυναίκα κατόρθωσε, ἀφοῦ ἔδωσε χρήματα, νὰ πάρη τὸ ἱερὸ Λείψανο τοῦ Ἁγίου καὶ νὰ τὸ ἐνταφιάση στὰ Εὐχάϊτα, ὅπου καὶ ἐκτίσθη μεγαλοπρεπὴς Ἱερὸς Ναὸς καὶ ἐφυλάσσετο τὸ ἱερὸ Λείψανο τοῦ Ἁγίου.

Ἀπολυτίκιον

Μεγάλα τά τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπί ὕδατος ἀναπαύσεως, ὁ ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο· πυρί γάρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστέ ὁ Θεός, σῶσον τάς ψυχάς ἡμῶν.

Previous Article

Ἀλλαγὴ τοῦ μυστηρίου τῆς Βαπτίσεως;

Next Article

Η ΑΡΣΗ ΤΟΥ ΑΦΟΡΙΣΜΟΥ ΤΗΣ ΕΠΑΝΑΣΤΑΣΗΣ ΑΠΟ ΤΟΝ ΠΑΤΡΙΑΡΧΗ ΓΡΗΓΟΡΙΟ

Διαβάστε ακόμα