19 Σεπτεμβρίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Γαλ. β΄ 16-20

16 Εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως ᾿Ιησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν ᾿Ιησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ. 17 εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο. 18 εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. 19 ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. 20 Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.

 

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. η΄ 34 – θ΄ 1

    34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς͵ ὃστις θέλει ὀπίσω μου ἀκολουθεῖν͵ ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. 35 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ΄ ἂν ἀπολέσει τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου οὗτος σώσει αὐτήν. 36 τί γὰρ ὠφελήσει ἄνθρωπον κερδῆσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῆ τὴν ψυχὴν αὐτοῦ; 37 ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 38 ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ͵ καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.

    θ΄ 1 Καὶ ἔλεγεν αὐτοῖς. Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΤΡΟΦΙΜΟΣ, ΣΑΒΒΑΤΙΟΣ ΚΑΙ ΔΟΡΥΜΕΔΩΝ

    Στίς 19 Σεπτεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τῶν ἁγίων μαρτύρων Τροφίμου, Σαββατίου καί Δορυμέδοντος. Οἱ ἅγιοι αὐτοί μάρτυρες ἔζησαν κατά τούς χρόνους τοῦ βασιλέα Πρόβου 278 μ.Χ. Ἐρχόμενοι ὁ ἅγιος Τρόφιμος καί Σαββάτιος στήν Ἀντιόχεια, τήν περίοδο τῆς ἑορτῆς τῶν γενεθλίων τοῦ Ἀπόλλωνα καί βλέποντας τίς ἁμαρτωλές πράξεις πού γίνονταν, ἐλυπήθηκαν καί τίς ἀποδοκίμασαν δημόσια. Ὅταν ὁδηγήθηκαν στόν ἡγεμόνα τῆς Ἀντιόχειας, ὁμολόγησαν μέ παρρησία τήν πίστη τους στόν τριαδικό Θεό γιά αὐτό τούς μαστίγωσαν ἀνελέητα καί ἔξυσαν τίς σάρκες τους μέ σιδερένια νύχια, ὥστε ἡ γῆ νά κοκκινίση ἀπό τά αἵματά των. Ἔτσι ὁ μέν Σαββάτιος παρέδωσε τό πνεῦμα του ὁ δέ Τρόφιμος, ἀφοῦ φυλακίσθηκε ἐστάλη στόν ἡγεμόνα τῆς πόλεως τῶν Συννάδων τῆς Φρυγίας φορώντας ὑποδήματα, τά ὁποῖα ἔφεραν καρφιά, ὅπου καί πάλι ἐκεῖ τόν ἔδειραν σκληρότατα, τοῦ καταξέσκισαν τίς σάρκες καί ἀφοῦ τίς ἔκαψαν μέ λαμπάδες καί ὀξέα τόν φυλάκισαν. Ἐκεῖ τόν φρόντισε κάποιος βουλευτής Δορυμέδων, ὁ ὁποῖος καί ὁμολόγησε κατόπιν μέ παρρησία τήν πίστη του στόν Χριστό, μέ ἀποτέλεσμα νά τόν φυλακίσουν καί νά τόν βασανίσουν ἀπάνθρωπα. Ὅταν ὁδηγήθηκε στόν ἡγεμόνα καί πάλι ὁ Τρόφιμος καί ἀφοῦ ὁμολόγησε τήν πίστη του, τοῦ ξερίζωσαν μέ πυρωμένα σουβλιά τά μάτια. Κατόπιν οἱ ἅγιοι μάρτυρες Τρόφιμος καί Δορυμέδων δίδονται στά ἄγρια θηρία, γιά νά τούς κατασπαράξουν, μέ τήν χάρη ὅμως τοῦ Θεοῦ ἔμειναν ἀβλαβεῖς. Τέλος οἱ ἅγιοι μάρυρες ἀποκεφαλίσθηκαν καί ἔτσι παρέδωσαν τίς ἅγιες ψυχές τους στόν ἀγωνοθέτη Κύριο.

Ἀπολυτίκιον

(Ἦχος γ΄. Τὴν ὡραιότητα.)


Τὴν ἀκαθαίρετον, Τριάδος δύναμιν, ἀνθηφορήσαντες, Μάρτυρες ἔνδοξοι, ἐναπετέματε στερρῶς, τὴν ἄκανθαν τῆς ἀπάτης, Τρόφιμε μακάριε, Ἐκκλησίας ἐντρύφημα, Σαββάτιε πάνσοφε, Ἀθλητῶν ἐγκαλλώπισμα, καὶ δόξα εὐσεβῶν Δορυμέδον ὅθεν Ὑμᾶς ἀνευφημοῦμεν.

Μεγαλυνάριον

Δόξῃ λαμπρυνθέντες Τριαδικῇ, Τρόφιμος ὁ θεῖος, Δορυμέδων ὁ εὐκλεής, σὺν τῷ Σαββατίῳ, μαρτυρικοῖς ἀγῶσι, τῆς πίστεως τὸ κάλλος, ὡς λύχνοι ἔφαναν.

Previous Article

20 Σεπτεμβρίου

Next Article

18 Σεπτεμβρίου