19 Φεβρουαρίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Ἰω. γ΄ 21 – δ΄11

   21 Ἀγαπητοί, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν παῤῥησίαν ἔχομεν πρὸς τὸν Θεόν, καὶ ὃ ἐὰν αἰτῶμεν λαμβάνομεν παρ᾿ αὐτοῦ ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. 23 καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ ἀγαπῶμεν ἀλλήλους καθὼς ἔδωκεν ἐντολήν. 24 καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν αὐτῷ. καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ Πνεύματος οὗ ἡμῖν ἔδωκεν.

   δ΄ 1 Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ Θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. 2 ἐν τούτῳ γινώσκετε τὸ πνεῦμα τοῦ Θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἔστι· 3 καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ οὐκ ἔστι· καὶ τοῦτό ἐστι τὸ τοῦ ἀντιχρίστου ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη. 4 Ὑμεῖς ἐκ τοῦ Θεοῦ ἐστε, τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ. 5 αὐτοὶ ἐκ τοῦ κόσμου εἰσί· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσι καὶ ὁ κόσμος αὐτῶν ἀκούει. 6 ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμεν· ὁ γινώσκων τὸν Θεὸν ἀκούει ἡμῶν. ὃς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ οὐκ ἀκούει ἡμῶν. ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης. 7 Ἀγαπητοί, ἀγαπῶμεν ἀλλήλους, ὅτι ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστι, καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ Θεοῦ γεγέννηται καὶ γινώσκει τὸν Θεόν. 8 ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν Θεόν, ὅτι ὁ Θεὸς ἀγάπη ἐστίν. 9 ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ Θεοῦ ἐν ἡμῖν, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ Θεὸς εἰς τὸν κόσμον ἵνα ζήσωμεν δι᾿ αὐτοῦ. 10 ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήσαμεν τὸν Θεόν, ἀλλ᾿ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀπέστειλε τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν. 11 Ἀγαπητοί, εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν.

 

Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ

21 Ἀγαπητοί, ἐὰν ἡ συνείδησίς μας δὲν μᾶς κατηγορῇ, ἔχομεν θάρρος πρὸς τὸν Θεόν. 22 Καὶ ὀ,τιδήποτε τοῦ ζητοῦμεν διὰ τῆς προσευχῆς, τὸ λαμβάνομεν ἀπὸ αὐτόν. Καὶ τὸ λαμβάνομεν, διότι τηροῦμεν τὰς ἐντολάς του καὶ πράττομεν αὐτά, ποὺ τοῦ ἀρέσουν. 23 Αἱ ἐντολαὶ δὲ τοῦ Θεοῦ περιλαμβάνονται εἰς μίαν ἐντολήν. Καὶ ἡ ἐντολή του εἶναι αὐτή, νὰ πιστεύσωμεν δηλαδὴ εἰς τὸ ὄνομα τοῦ Υἱοῦ του Ἰησοῦ Χριστοῦ καὶ νὰ ἀγαπῶμεν ὁ ἕνας τὸν ἄλλον, καθὼς ὁ Χριστὸς μᾶς ἔδωκεν ἐντολὴν νὰ ἀγαπῶμεν. 24 Καὶ ἐκεῖνος, ποὺ τηρεῖ τὰς ἐντολὰς τοῦ Θεοῦ, μένει μέσα εἰς τὸ Πνεῦμα τοῦ Θεοῦ καὶ ὁ Θεὸς μένει μέσα εἰς αὐτόν. Εἶναι δηλαδὴ οὖτος ἐνωμένος μὲ τὸν Θεόν. Ἔχομεν δὲ μέσον διὰ νὰ γνωρίσωμεν μὲ βεβαιότητα, ἐὰν εἴμεθα ἐνωμένοι μὲ τὸν Θεόν καὶ ἐὰν πράγματι ὁ Θεὸς μένῃ μέσα μας. Μὲ τοῦτο δηλαδὴ βεβαιούμεθα, ὅτι ὁ Θεὸς μένει μέσα μας, μὲ τὸ Πνεῦμα, τὸ ὁποῖον μᾶς ἔδωκε καὶ τὸ ὁποῖον μᾶς φωτίζει καὶ μᾶς δίδει τὴν πληροφορίαν αὐτήν.

   δ΄ 1 Αγαπητοί, μὴ δίδετε ἐμπιστοσύνην εἰς καθένα, ποὺ σᾶς λέγει, ὅτι ἐμπνέεται ἀπὸ τὸ Πνεῦμα τοῦ Θεοῦ καὶ ὅτι ἔχει πνευματικὸν χάρισμα. Ἀλλ’ ἐξετάζετε καὶ διακρίνετε τοὺς ἀνθρώπους, ποὺ ἐμφανίζονται ἐμπνεόμενοι ἀπὸ τὸ Πνεῦμα, ἐὰν πράγματι προέρχωνται οὗτοι ἀπὸ τὸν Θεόν. Διότι πολλοὶ ψευδοπροφῆται ἐβγῆκαν εἱς τὸν κόσμον. 2 Μὲ αὐτὸ δὲ τὸ σημάδι καὶ μὲ αὐτὸ τὸ κριτήριον γνωρίζετε καὶ διακρίνετε ἀσφαλῶς τὸ Πνεῦμα τοῦ Θεοῦ· κάθε ἄνθρωπος δηλαδή, ποὺ παρουσιάζεται μὲ χάρισμα Πνεύματος, ἐὰν ὁμολογῇ ὄχι μόνον μὲ λόγια ἀλλὰ καὶ μὲ ἔργα, ὅτι ὁ Ἰησοῦς Χριστὸς ἐσαρκώθη πράγματι καὶ ἔζησεν ὡς ἄνθρωπος φέρων τὴν ἀνθρωπίνην φύσιν, εἶναι ἐκ τοῦ Θεοῦ. 3 Καὶ καθένας ὁ ὁποῖος λέγει μέν, ὅτι ἔχει ἔμπνευσιν Πνεύματος, δὲν ὁμολογεῖ ὅμως, ὅτι ὁ Ἰησοῦς ἐνηνθρώπησε καὶ ἦλθεν ἐκ τοῦ οὐρανοῦ εἰς τὴν γῆν μὲ σάρκα ἀνθρωπίνην, δὲν εἶναι ἐκ τοῦ Θεοῦ. Καὶ τοῦτο, ἤτοι τὸ νὰ ἀρνῆται κανεὶς τὸν Θεάνθρωπον Ἰησοῦν, εἶναι τὸ πνεῦμα τοῦ ἀντιχρίστου, περὶ τοῦ ὁποίου ἔχετε ἀκούσει, ὅτι πρόκειται νὰ ἔλθῃ. Καὶ τώρα πλέον εἶναι ὁ ἀντίχριστος ἐν τῷ κόσμῳ διὰ τῶν αἱρέσεων καὶ τῶν ψευδοδιδασκαλιῶν, ποὺ προπαρασκευάζουν τὸ ἔδαφος διὰ τὴν προσωπικὴν ἔλευσίν του. 4 Σεῖς ὅμως, παιδάκια μου, ἔχετε ἀναγεννηθῇ ἀπὸ τὸν Θεόν καὶ ἔχετε νικήσει τοὺς ψευδοδιδασκάλους αὐτοὺς διὰ τῆς ἐμμονῆς σας εἰς τὴν ἀληθῆ διδασκαλίαν. Καὶ τοὺς ἔχετε νικήσει, διότι ὁ Θεός, ποὺ εἶναι μέσα σας καὶ σᾶς φωτίζει καὶ σᾶς ἐνισχύει, εἶναι μεγαλύτερος καὶ δυνατώτερος παρὰ ὁ σατανᾶς, ποὺ ἐνεργεῖ καὶ ἄρχει μεταξὺ τοῦ κόσμου τῶν ἀνθρώπων, ποὺ εἶναι μακρὰν τοῦ Θεοῦ. 5 Αὐτοὶ οἱ ψευδοπροφῆται προέρχονται καὶ ἐμπνέονται ἀπὸ τὸν μακρὰν τοῦ Θεοῦ κόσμον. Δι’ αὐτὸ διδάσκουν σύμφωνα μὲ τὸ πνεῦμα τοῦ κόσμου καὶ ὁ κόσμος τοὺς ἀκούει καὶ τοὺς δέχεται. 6 Ἡμεῖς ὅμως οἰ Ἀπόστολοι καί οἰ διδάσκαλοι τοῦ εὐαγγελίου καταγόμεθα ἀπὸ τὸν Θεόν καὶ ἐμπνεόμεθα ἀπὸ τὸν Θεόν· ἐκεῖνος δέ, ποὺ ἀνεγεννήθη ἀπὸ τὸν Θεόν καὶ γνωρίζει τὸν Θεόν, ἀκούει μὲ προθυμίαν τὴν διδασκαλίαν μας. Ἐκεῖνος, ποὺ δὲν εἶναι ἀπὸ τὸν Θεόν καὶ δὲν ἔχει ἀναγεννηθῇ ἀπὸ αὐτόν, δὲν ἀκούει καὶ δὲν δέχεται τὴν διδασκαλίαν μας. Μὲ τὸ σημάδι αὐτὸ διακρίνομεν τὸ Πνεῦμα τοῦ Θεοῦ, ποὺ ὁδηγεῖ εἰς τὴν ἀλήθειαν, καὶ τὸ πνεῦμα τοῦ διαβόλου ποὺ ὁδηγεῖ εἰς τὴν πλάνην. 7 Ἀγαπητοί, ἂς ἀγαπῶμεν ὁ ἕνας τὸν ἄλλον, διότι ἡ ἀγάπη πηγάζει καὶ ἔχει τὴν ἀρχήν της ἀπὸ τὸν Θεόν. Καὶ καθένας, ποὺ ἀγαπᾷ καὶ ἔχει τὴν ἀγάπην ὁδηγὸν καὶ κανόνα τοῦ βίου του, ἔχει γεννηθῇ ἀπὸ τὸν Θεὸν καὶ εὑρίσκεται εἰς οἰκείας σχέσεις πρὸς τὸν Θεόν. Λόγῳ δὲ τῶν σχέσεών του τούτων πρὸς τὸν Θεόν γνωρίζει τὸν Θεὸν ὁλονὲν καὶ τελειότερον. 8 Ἐκεῖνος ποὺ δὲν ἀγαπᾷ, δὲν ἐγνώρισε ποτὲ τὸν Θεόν, διότι ὁ Θεὸς εἶναι ἀγάπη. 9 Ἔγινε δὲ φανερὰ ἡ ἀγάπη τοῦ Θεοῦ ἐν μέσῳ ἡμῶν μὲ τοῦτο κατ’ ἐξοχὴν τὸ γεγονός, μὲ τὸ γεγονὸς δηλαδὴ ὅτι τὸν Υἱόν του τὸν μονάκριβον ἔχει ἀποστείλει εἰς τὸν κόσμον, ἵνα ἡμεῖς, ποὺ λόγῳ τῶν ἁμαρτιῶν μας εἴχομεν καταδικασθῆ εἰς θάνατον αἰώνιον, ζήσωμεν δι’ αὐτοῦ τὴν πνευματικὴν καὶ αἰωνίαν ζωήν. 10 Εἰς αὐτὸ συνίσταται ἡ ἀγάπη, ὄχι εἰς τὸ ὅτι ἡμεῖς πρῶτοι ἠγαπήσαμεν τὸν Θεόν, ἀλλ’ εἰς τὸ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς, καίτοι ἤμεθα ἀνάξιοι καὶ δὲν τὸν ἠγαπῶμεν. Καὶ μᾶς ἠγάπησε τόσον, ὥστε ἀπέστειλε τὸν Υἱόν του διὰ νὰ προσφέρῃ τὸ αἷμα του θυσίαν ἐξιλεωτικὴν διὰ τὰς ἁμαρτίας μας. 11 Ἀγαπητοί, ἐὰν τόσον ἐξαιρετικὰ μᾶς ἠγάπησεν ὁ Θεός, ἕπεται ἐκ τούτου, ὅτι καὶ ἡμεῖς ἔχομεν χρέος νὰ ἀγαπώμεθα μεταξύ μας.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. ιδ΄ 43 – ιε΄ 1

   43 Καὶ εὐθέως, ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, καὶ μετ᾿ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπεσταλμένοι παρὰ τῶν ἀρχιερέων καὶ γραμματέων καὶ τῶν πρεσβυτέρων. 44 δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτὸν καὶ ἀπαγάγετε ἀσφαλῶς. 45 καὶ ἐλθὼν εὐθέως προσελθὼν αὐτῷ λέγει· χαῖρε, ῥαββί, καὶ κατεφίλησεν αὐτόν. 46 οἱ δὲ ἐπέβαλον ἐπ᾿ αὐτὸν τὰς χεῖρας αὐτῶν καὶ ἐκράτησαν αὐτόν. 47 Εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 48 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· 49 καθ᾿ ἡμέραν πρὸς ὑμᾶς ἤμην ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. ἀλλ᾿ ἵνα πληρωθῶσιν αἱ γραφαί. 50 καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες. 51 Καὶ εἷς τις νεανίσκος ἠκολούθησεν αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ· καὶ κρατοῦσιν αὐτὸν οἱ νεανίσκοι. 52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ᾿ αὐτῶν. 53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. 54 καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς. 55 Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ εὕρισκον· 56 πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. 57 καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ λέγοντες 58 ὅτι ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος, ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω. 59 καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. 60 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς τὸ μέσον ἐπηρώτα τὸν Ἰησοῦν λέγων· οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν; 61 ὁ δὲ ἐσιώπα καὶ οὐδὲν ἀπεκρίνατο. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ; 62 ὁ δὲ Ἰησοῦς εἶπεν· ἐγώ εἰμι· καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 63 ὁ δὲ ἀρχιερεὺς διαῤῥήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; 64 ἠκούσατε πάντως τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου. 65 Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· προφήτευσον ἡμῖν τίς ἐστιν ὁ παίσας σε. καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλον. 66 Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ, ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, 67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· καὶ σὺ μετὰ τοῦ Ἰησοῦ τοῦ Ναζαρηνοῦ ἦσθα. 68 ὁ δὲ ἠρνήσατο λέγων· οὐκ οἶδα οὐδὲ ἐπίσταμαι τί σὺ λέγεις. καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον, καὶ ἀλέκτωρ ἐφώνησε. 69 καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν τοῖς παρεστηκόσιν ὅτι οὗτος ἐξ αὐτῶν ἐστιν. 70 ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ καὶ ἡ λαλιά σου ὁμοιάζει. 71 ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. 72 καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε. καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὃ εἶπεν ὁ Ἰησοῦς ὅτι πρὶν ἀλέκτορα φωνῆσαι δίς, ἀπαρνήσῃ με τρίς· καὶ ἐπιβαλὼν ἔκλαιε.

   ιε΄ 1 Καὶ εὐθέως ἐπὶ τὸ πρωΐ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ.

 

Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ

   43 Καὶ εὐθέως, ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας ὁ Ἰσκαριὼτης, εἷς τῶν δώδεκα, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπεσταλμένοι παρὰ τῶν ἀρχιερέων καὶ γραμματέων καὶ τῶν πρεσβυτέρων. 44 δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· Ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτὸν καὶ ἀπαγάγετε ἀσφαλῶς. 45 καὶ ἐλθὼν εὐθέως προσελθὼν αὐτῷ λέγει· Χαῖρε, ραββί, καὶ κατεφίλησεν αὐτόν. 46 οἱ δὲ ἐπέβαλον ἐπ’ αὐτὸν τὰς χεῖρας αὐτῶν καὶ ἐκράτησαν αὐτόν. 47 Εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 48 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· 49 καθ’ ἡμέραν πρὸς ὑμᾶς ἤμην ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. ἀλλ’ ἵνα πληρωθῶσιν αἱ γραφαί. 50 καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες. 51 Καὶ εἷς τις νεανίσκος ἠκολούθησεν αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ· καὶ κρατοῦσιν αὐτόν οἱ νεανίσκοι. 52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ’ αὐτῶν. 53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. 54 καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς. 55 Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ εὕρισκον· 56 πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ’ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. 57 καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ’ αὐτοῦ λέγοντες 58 ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος, ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω. 59 καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. 60 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς τὸ μέσον ἐπηρώτα τὸν Ἰησοῦν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν; 61 ὁ δὲ ἐσιώπα καὶ οὐδέν ἀπεκρίνατο. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ; 62 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἐγώ εἰμι· καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 63 ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; 64 ἠκούσατε πάντως τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου. 65 Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· Προφήτευσον ἡμῖν τίς ἐστιν ὁ παίσας σε. καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλον. 66 Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, 67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· Καὶ σὺ μετὰ τοῦ Ἰησοῦ τοῦ Ναζαρηνοῦ ἦσθα. 68 ὁ δὲ ἠρνήσατο λέγων· Οὐκ οἶδα οὐδὲ ἐπίσταμαι τί σὺ λέγεις. καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον, καὶ ἀλέκτωρ ἐφώνησε. 69 καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν τοῖς παρεστηκόσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν. 70 ὁ δὲ ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· Ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ καὶ ἡ λαλιά σου ὁμοιάζει. 71 ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. 72 καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε. καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὃ εἶπεν ὁ Ἰησοῦς ὅτι πρὶν ἀλέκτορα φωνῆσαι δὶς, ἀπαρνήσῃ με τρίς· καὶ ἐπιβαλὼν ἔκλαιε.

   ιε΄ 1 Καὶ εὐθέως ἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΠΟΣΤΟΛΟΣ ΑΡΧΙΠΠΟΣ

   Στίς 19 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀρχίππου, ὁ ὁποῖος ἦταν μαθητὴς τοῦ Ἀποστόλου Παύλου. Ὁ Συναξαριστὴς μᾶς πληροφορεῖ: «Οὗτος εὑρισκόμενος εἰς τὰς Κολοσσάς, πόλιν τῆς Φρυγίας, ἐκήρυττε τὸν λόγον τοῦ Εὐαγγελίου μετὰ τοῦ Ἁγίου Φιλήμονος. Οἱ ἐκεῖ ὅμως εἰδωλολάτραι ὥρμησαν κατ᾽ αὐτῶν καὶ συλλαβόντες τὸν Ἀπόστολον τοῦτον τὸν ἔφερον εἰς τὸν ἡγεμόνα Ἀνδροκλῆν. Μὴ πεισθεὶς δὲ νὰ θυσιάσῃ εἰς τὸ εἴδωλον τὸ καλούμενον Μηνᾶν, ἐρρίφθη ἐντὸς λάκκου καὶ μέχρις ὀσφύος ἐχώσθη, ἐκεντήθη εἶτα μὲ βελόνας ὑπὸ παίδων καὶ τελευταῖον λιθοβοληθεὶς ἐτελειώθη καὶ ἔλαβε παρὰ Κυρίου τὸν τοῦ Μαρτυρίου ἀμάραντον στέφανον».

Πρωτ. Δ.Δ.Τ.

Ἀπολυτίκιον

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.

Ὡς προσπελάσας ὁλικῇ διαθέσει, τῷ τῶν ἀρρήτων μυητῇ καὶ ἐπόπτῃ, τῶν Ἀποστόλων σύσκηνος ἐδείχθης σοφέ· ὅθεν τὸν τῆς πίστεως, θεῖον λόγον κηρύξας, ἔτεμες τοῖς τρόποις σου, τὰ φυτὰ τῆς κακίας, καὶ ἐναθλήσας Ἄρχιππε στερρῶς, δικαιοσύνης ἐδέξω τὸν στέφανον.

Μεγαλυνάριον

Χαίροις Ἀποστόλων ὁ κοινωνός, καί τῆς ἀληθείας φυτοκόμος ὁ ἱερός· χαίροις Παρακλήτου, τὀ ἔμψυχον ταμεῖον, Ἀπόστολε καί Μάρτυς τοῦ Λόγου Ἄρχιππε.

Previous Article

20 Φεβρουαρίου

Next Article

18 Φεβρουαρίου