20 Ἰανουαρίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Κορ. δ΄ 6-15

     6 Ὃτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. 7 Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν, 8 ἐν παντὶ θλιβόμενοι ἀλλ᾿ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ᾿ οὐκ ἐξαπορούμενοι, 9 διωκόμενοι ἀλλ᾿ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ᾿ οὐκ ἀπολλύμενοι, 10 πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. 11 ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. 12 ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. 13 ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον, ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, 14 εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. 15 τὰ γὰρ πάντα δι᾿ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ς΄ 17-23

     17 Καταβὰς μετ᾿ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, 18 καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· 19 καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. 20 Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 21 μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. 22 μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 23 χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΖΑΧΑΡΙΑΣ

 

   Στίς 20 Ἰανουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου νεομάρτυρος Ζαχαρία. Ὁ ἅγιος Ζαχαρίας καταγόταν ἀπό τήν περιοχή τῆς Ἄρτας καί ἦταν γουναράς στό ἐπάγγελμα, ὅμως γιά ἄγνωστους λόγους εἶχε ἀρνηθῆ τήν πίστη του. Νέος πῆγε στήν Παλαιά Πάτρα, ὅπου ἄνοιξε γουναράδικο. Ὅταν ἦλθε σέ συναίσθηση τῆς ἁμαρτίας του, μετανόησε καί ἄναψε μεγάλος πόθος μέσα του νά ὁμολογήση δημόσια τόν Κύριο. Τότε ἕνας ἔμπειρος πνευματικός τοῦ ὑπέδειξε νά προσευχηθῆ καί νά νηστεύση, γιά νά δείξη ὁ Θεός τό θέλημά του, ὅμως ὁ ζῆλος του γιά τό μαρτύριο ἦταν ἀνίκητος. Ἔτσι, ὁ ἱερέας ἀφοῦ τόν ὑπέβαλε σέ διάφορες δοκιμασίες, γιά νά φανερωθῆ, ἐάν ὁ πόθος του ἦταν κατά Θεόν, τόν ἐξομολόγησε, τόν μύρωσε καί τόν κοινώνησε. Ὁ ἅγιος Ζαχαρίας κατόπιν, ἀφοῦ πούλησε τά ὑπάρχοντά του καί μοίρασε στούς φτωχούς τά χρήματα, πῆγε στόν τοῦρκο δικαστή, ἐνώπιον τοῦ ὁποίου ὁμολόγησε ὅτι εἶναι χριστιανός. Παρά τίς πιέσεις πού δέχθηκε, ἔμεινε σταθερός στήν πίστη του. Γιά αὐτό τόν πῆγαν στόν τοῦρκο ἄρχοντα, ὁ ὁποῖος διέταξε νά τόν φυλακίσουν καί νά τόν κτυπήσουν ἀνελέητα. Βλέποντας οἱ ἄπιστοι τήν παρρησία του τόν ξάπλωσαν σέ ἕνα κρεβάτι, ὅπου τέντωσαν τόσο πολύ τά σκέλη του, ὥστε αὐτά σχίσθηκαν καί ὁ μάρτυς τοῦ Χριστοῦ ξεψύχησε ἀπό τούς ἀφόρητους πόνους στίς 20 Ἰανουαρίου τοῦ 1782. Τότε ὅλη ἡ φυλακή γέμισε ἀπό ἄρρητη εὐωδία. Τό ἄλλο πρωί γιά νά μή πάρουν οἱ χριστιανοί τό λείψανό του, οἱ τοῦρκοι τό ἔρριξαν σέ ἕνα ξηροπήγαδο, ὅμως τήν ἑπόμενη νύκτα θεῖο φῶς ἔλαμπε πάνω ἀπό τό πηγάδι, γιά αὐτό καί οἱ ἀγαρηνοί τό σκέπασαν μέ χῶμα, γιά νά μή προσφέρουν οἱ Χριστιανοί τιμές στόν ἅγιο Ζαχαρία.

Ἀπολυτίκιον

Ἦχος δ΄. Ταχύ προκατάλαβε.

   Τῆς Ἄρτης ἀγλάισμα, καὶ Νεομάρτυς κλεινός, ἐν Πάτραις ὡς ἤθλησας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, ἐδείχθης μακάριε, οὐ γὰρ τὸν τρώσοντα σέ, καθελῶν δι’ ἀγώνων, γέρας ἐδέξω θεῖον, Ἀθλητὰ Ζαχαρία, πρεσβεύων ὑπὲρ πάντων ἠμῶν τῶν εὐφημούντων σε.

Μεγαλυνάριον

   Χαίροις Νεομάρτυς τοῦ Ἰησοῦ, Ἄρτης σεπτός γόνος, καί Πατέρων ὁ στηριγμός΄ χαίροις Ζαχαρία, Ἀγγέλων συμπολίτα, μεθ’ ὧν ἡμῖν ἐξαίτει, τό θεῖον ἔλεος.

Previous Article

21 Ιανουαρίου

Next Article

19 Ἰανουαρίου