21 Δεκεμβρίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

βρ. ια΄ 9-10, 32-40

  9 Πίστει παρῴκησεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· 10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.

   32 Καὶ τί ἔτι λέγω; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, 33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· 35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τούς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· 36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· 37 ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, 38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. 39 Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, 40 τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.

 

Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ

9 Χάρις εἰς τὴν πίστιν του ὁ Ἀβραὰμ ἔμεινεν ὡς ξένος εἰς τὴν γῆν, ποὺ τοῦ ὑπεσχέθη ὁ Θεὸς καὶ ἐθεώρει αὐτὴν ὡς ξένην χώραν καὶ ὄχι ὡς ἰδικήν του. Καὶ ἑκατοίκησε μέσα εἰς σκηνὰς μαζὶ μὲ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακώβ, ποὺ ἦσαν συγκληρονόμοι τῆς αὐτῆς ὑποσχέσεως τοῦ Θεοῦ 10 Ἑκατοικησε δὲ ὁ Ἀβραὰμ καὶ εἰς αὐτὴν τὴν γῆν τῆς ἐπαγγελίας σὰν ξένος καὶ πάροικος, διότι ἐπερίμενε νὰ κατοικήσῃ εἰς τὴν ἐπουράνιον πόλιν, ἡ ὁποία ἔχει τὰ ἀληθινὰ καὶ ἀδιάσειστα θεμέλια καὶ τῆς ὁποίας τεχνίτης καὶ κτίστης εἶναι αὐτὸς ὁ Θεός.

    32 Καὶ τί ἀκόμη νὰ λέγω καὶ νὰ διηγοῦμαι; Πρέπει νὰ σταματήσω, διότι, δὲν θὰ μὲ ἀρκέσῃ ὁ χρόνος ἐὰν διηγοῦμαι διὰ τὸν Γεδεὼν καὶ τὸν Βαρὰκ καὶ τὸν Σαμψὼν καὶ τὸν Ἰεφθάε καὶ διὰ τὸν Δαβὶδ καὶ τὸν Σαμουὴλ καὶ τοὺς προφήτας. 33 Αὐτοὶ διότι εἶχαν πίστιν κατεπολέμησαν καὶ ὑπέταξαν βασίλεια, ἐκυβέρνησαν τὸν λαὸν μὲ δικαιοσύνην, ἐπέτυχαν τὴν πραγματοποίησιν τῶν ὑποσχέσεων, ποὺ τοὺς ἔδωκεν ὁ Θεός, ἐβούλωσαν καὶ ἔφραξαν στόματα λεονταριῶν, ὅπως ὁ Δανιήλ, 34 Ἔσβησαν τὴν καταστρεπτικὴν δύναμιν τῆς φωτιᾶς, διέφυγαν τὸν κίνδυνον νὰ σφαγοῦν μὲ μαχαίρια, ἔλαβον δύναμιν καὶ ἔγιναν καλὰ ἀπὸ ἀρρώστιες, ἀνεδείχθησαν ἰσχυροὶ καὶ ἀνίκητοι εἰς τὸν πόλεμον, ἔτρεψαν εἰς φυγὴν τὰς παρατάξεις καὶ τὰ πολυπληθῆ στρατεύματα τῶν ξένων καὶ ἐχθρῶν. 35 Διὰ τῆς πίστεως, ποὺ ειχαν εἰς τὴν ὑπερφυσικὴν δύναμιν τῶν προφητῶν αἱ γυναῖκες, τὰς ὁποίας ἀναφέρει ἡ Π. Διαθήκη, ἐπῆραν πάλιν ζωντανοὺς δι’ ἀναστάσεως τοὺς πεθαμένους τν. Ἄλλοι δὲ ἐδέθησαν εἰς τὸ βασανιστικὸν ὄργανον, ποὺ ἐλέγετο τύμπανον καὶ ἐδάρησαν σκληρὰ μέχρι θανάτου, μὴ δεχθέντες νὰ ἀρνηθοῦν τὴν πίστιν των καὶ ἔτσι νὰ ἐλευθερωθοῦν ἀπὸ τὸ μαρτύριον· ἐπροτίμησαν δὲ τὸ σκληρὸν αὐτὸ μαρτύριον, διὰ νὰ ἐπιτύχουν ἀνάστασιν καλυτέραν ἀπὸ τὴν πρόσκαιρον ἀποκατάστασιν εἰς τὴν ζωὴν αὐτήν. 36 Ἄλλοι δὲ ἐδοκίμασαν ἐμπαιγμοὺς καὶ μαστιγώσεις, ἀκόμη δὲ δεσμὰ καὶ φυλακήν. 37 Ἐλιθοβολήθησαν, ἐπριονίσθησαν, ἐδοκίμασαν πολλοὺς πειρασμούς, ἀπέθανον μὲ τὸν διὰ μαχαίρας θάνατον, περιεφέροντο σὰν πλανόδιοι ἐδῶ καὶ ἐκεῖ· καὶ ἐφόρουν γιὰ ἐνδύματα προβατοδέρματα καὶ γιδοδέρματα, στερούμενοι, θλιβόμενοι καὶ κακοπαθοῦντες. 38 Τῶν ἁγίων αὐτῶν ἀνδρῶν δὲν ἦτο ἄξιος οὔτε ἠδύνατο νὰ συγκριθῇ πρὸς αὐτοὺς ὁλόκληρος ὁ κόσμος. Ἐπεριπλανῶντο εἰς τὰς ἐρήμους καὶ εἰς τὰ βουνὰ καὶ εἰς τὰ σπήλαια καὶ εἰς τὰς τρύπας τῆς γῆς. 39 Καὶ ὅλοι αὐτοί οἰ ἅγιοι ἄνδρες, καίτοι ἔλαβαν ἐγκωμιαστικὴν μαρτυρίαν διὰ τὴν πίστιν των, δὲν ἀπήλαυσαν τὴν ὑπόσχεσιν τῆς οὐρανίου κληρονομίας. 40 Διότι ὁ Θεὸς προέβλεψε δι’ ἠμᾶς κάτι καλύτερον, ὥστε αὐτοὶ νὰ μὴ λάβουν εἰς βαθμὸν τέλειον τὴν σωτηρίαν χωρὶς ἡμᾶς, ἀλλὰ νὰ τὴν λάβωμεν ὅλοι μαζί. Ἔτσι ἠμεῖς εὑρισκόμεθα εἰς πλεονεκτικωτέραν θέσιν, διότι ὄχι μόνον ζῶμεν εἰς τοὺς χρόνους τῆς ἀπολυτρώσεως τοῦ Χριστοῦ, ἀλλὰ καὶ ἡ περίοδος τῆς ἀναμονῆς εἶναι μικροτέρα δι’ ἡμᾶς.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. α’ 1-25

   1 Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυΐδ, υἱοῦ Ἀβραάμ. 2 Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, 3 Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησε τὸν Ἐσρώμ, Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ, 4 Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών, 5 Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς Ῥαχάβ, Βοὸζ δὲ ἐγέννησε τὸν Ὠβὴδ ἐκ τῆς Ῥούθ, Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί, 6 Ἰεσσαὶ δὲ ἐγέννησε τὸν Δαυΐδ τὸν βασιλέα. Δαυΐδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου, 7 Σολομὼν δὲ ἐγέννησε τὸν Ῥοβοάμ, Ῥοβοάμ δὲ ἐγέννησε τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσά, 8 Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ, Ἰωσαφάτ δὲ ἐγέννησε τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν, 9 Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησε τὸν Ἄχαζ, Ἄχαζ δὲ ἐγέννησε τὸν Ἐζεκίαν, 10 Ἐζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμών, Ἀμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν, 11 Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. 12 Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ, 13 Ζοροβάβελ δὲ ἐγέννησε τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ, 14 Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχείμ, Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιούδ, 15 Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ,16 Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός. 17 Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραάμ ἕως Δαυΐδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυΐδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. 18 Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου. 19 Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. 20 Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου. 21 τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. 22 Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· 23 Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ᾿ ἡμῶν ὁ Θεός. 24 Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, 25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

 

Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ

    1 Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ. 2 Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, 3 Ἰούδας δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησεν τὸν Ἑσρώμ, Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ, 4 Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών, 5 Σαλμὼν δὲ ἐγέννησεν τὸν Βοὸζ ἐκ τῆς Ραχάβ, Βοὸζ δὲ ἐγέννησεν τὸν Ὠβὴδ ἐκ τῆς Ρούθ, Ὠβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί, 6 Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ἐγέννησεν τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, 7 Σολομὼν δὲ ἐγέννησεν τὸν Ροβοάμ, Ροβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησεν τὸν Ἀσά, 8 Ἀσὰ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζίαν, 9 Ὀζίας δὲ ἐγέννησεν τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησεν τὸν Ἀχαζ, Ἀχαζ δὲ ἐγέννησεν τὸν Ἑζεκίαν, 10 Ἑζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησεν τὸν Ἀμών, Ἀμὼν δὲ ἐγέννησεν τὸν Ἰωσίαν, 11 Ἰωσίας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. 12 Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβάβελ, 13 Ζοροβάβελ δὲ ἐγέννησεν τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ, 14 Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχείμ, Ἀχεὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ, 15 Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ, 16 Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός. 17 Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. 18 Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γένεσις οὕτως ἦν· μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. 19 Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν. 20 ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ’ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυῒδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου· 21 τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. 22 Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· 23 Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστιν μεθερμηνευόμενον Μεθ’ ἡμῶν ὁ Θεός. 24 Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, 25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱόν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

 

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΘΕΜΙΣΤΟΚΛΗΣ

    Στίς 21 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου μάρτυρος Θεμιστοκλῆ. Ὁ ἅγιος Θεμιστοκλῆς καταγόταν ἀπό τά Μύρα τῆς Λυκίας, ἔζησε στούς χρόνους τοῦ αὐτοκράτορα Δεκίου καί ἦταν βοσκός. Κάποτε ὁ ἄρχοντας τῆς περιοχῆς Ἀσκληπιός ξεκίνησε διωγμό κατά τῶν χριστιανῶν καί καταζητοῦσε τόν ἅγιο μάρτυρα Διοσκορίδη, ὁ ὁποῖος εἶχε καταφύγει στά ὄρη πού ποίμαινε τά πρόβατά του ὁ ἅγιος Θεμιστοκλῆς. Ὅταν οἱ ἄνθρωποι τοῦ ἄρχοντα συνάντησαν τόν Θεμιστοκλῆ καί τόν ρώτησαν ἐάν γνώριζε ποῦ βρισκόταν ὁ ἀοίδιμος Διοσκορίδης αὐτός γιά τόν μέν Διοσκορίδη ἀπέκρυψε τόν τόπο πού κρυβόταν γιά δέ τόν ἑαυτό του ἀποκάλυψε ὅτι εἶναι χριστιανός. Ἔτσι ὁδηγήθηκε στόν ἄρχοντα καί ὁμολόγησε μέ παρρησία ὅτι ὁ Χριστός εἶναι ὁ μόνος καί ἀληθινός Θεός, γι’ αὐτό τόν κτύπησαν ἀνελέητα στήν κοιλιά, μέ ἀποτέλεσμα νά σχισθῆ. Ἔπειτα τόν ἔσυραν πάνω σέ σιδερένια αἰχμηρά ἀντικείμενα, τά ὁποῖα καρφώθηκαν σέ ὅλο τό σῶμα του καί ἔτσι ὁ μακάριος Θεμιστοκλῆς παρέδωσε τήν ἁγία ψυχή του στόν Κύριο καί ἀξιώθηκε τῆς οὐρανίου βασιλείας.

Ἀπολυτίκιον

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

    Ὡς ἐναθλήσας ἀπτοήτῳ καρδίᾳ, κατηγωνίσω τὸν ἀρχέκακον ὄφιν, καὶ τὸν Χριστὸν ἐδόξασας τοῖς ἄθλοις σου· ὅθεν συνηρίθμησαι, τῶν Μαρτύρων τοῖς δήμοις, Θεμιστόκλεις ἔνδοξε, Ἀθλητὰ γενναιόφρον· μεθ’ ὧν δυσώπει πάντοτε Χριστόν, ἐλεηθῆναι τοὺς σὲ μακαρίζοντας.

Μεγαλυνάριον

   Ἤθλησας νομίμως ὑπὲρ Χριστοῦ, Μάρτυς Θεμιστόκλεις, καὶ κατέβαλες τὸν ἐχθρόν· ὅθεν ἡμᾶς ῥῦσαι, τῆς τούτου ἐπηρείας, καὶ πάσης ἄλλης βλάβης, τῇ ἀντιλήψει σου.

Previous Article

22 Δεκεμβρίου

Next Article

20 Δεκεμβρίου