25 Ἰουνίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ρωμ. ε΄ 1-10

1 Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 2 δι᾿ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ᾿ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. 3 οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, 4 ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, 5 ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος Ἁγίου τοῦ δοθέντος ἡμῖν. 6 ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε. 7 μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν. 8 συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεός, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. 9 πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα δι᾿ αὐτοῦ ἀπὸ τῆς ὀργῆς. 10 εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ς΄ 22-33

22 Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινόν ἔσται· 23 ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί, τὸ σκότος πόσον; 24 Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. 25 Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος; 26 ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; 27 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; 28 καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρῖνα τοῦ ἀγροῦ πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· 29 λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 30 Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; 31 μὴ οὖν μεριμνήσητε λέγοντες, τί φάγωμεν ἢ τί πίωμεν ἢ τί περιβαλώμεθα; 32 πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. 33 ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΠΡΟΚΟΠΙΟΣ

   Στίς 25 Ἰουνίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου Νεομάρτυρος Προκοπίου. Ὁ ἅγιος Προκόπιος καταγόταν ἀπό τήν περιοχή τῆς Βάρνας, τῆς Βουλγαρίας, ἀπό γονεῖς εὐσεβεῖς. Σέ ἡλικία εἴκοσι χρονῶν ἀναχώρησε γιά τό Ἅγιον Ὄρος, ὅπου ἐκάρη μοναχός στήν Σκήτη τοῦ Τιμίου Προδρόμου καί διακρίθηκε γιά τούς ἀσκητικούς του ἀγῶνες. Ὅμως ὁ διάβολος τοῦ ἔβαλε τόν λογισμό νά βγῆ στόν κόσμο· ἐρχόμενος στήν Σμύρνη τόν κυρίευσε ἡ ἀπόγνωση, μέ ἀποτέλεσμα νά ἐξισλαμισθῆ. Ἐπειδή ὅμως ἄρχισε νά τόν ἐνοχλῆ ἡ συνείδησή του πῆγε κρυφά σέ ἕνα γνωστό του πνευματικό, ὁ ὁποῖος βλέποντας τήν ἐλεεινή κατάστασή του τόν λυπήθηκε. Ὁ Προκόπιος ὁμολόγησε ὅτι μετανόησε καί ὅτι θέλει νά ἀποπλύνη τήν ἁμαρτία του μέ τό μαρτύριο, ὅμως ὁ πνευματικός τόν ἀπέτρεψε, φοβούμενος νά μή ὀλιγοπιστήση. Ὁ ἅγιος ἐπέμεινε, λέγοντας ὅτι μέ τήν βοήθεια τοῦ Θεοῦ θά ἀξιωνόταν τοῦ ποθουμένου. Ἔτσι ἀπό τότε ἄρχισε νά ἐπισκέπτεται κρυφά τόν πνευματικό καί νά προετοιμάζεται. Ὅταν ἦλθε ὁ κατάλληλος καιρός παρουσιάσθηκε στόν κριτή καί μέ θάρρος ὁμολόγησε ὅτι ἡ θρησκεία τους εἶναι ψεύτικη καί ὅτι ὁ μόνος ἀληθινός Θεός εἶναι ὁ Χριστός. Οἱ μουσουλμάνοι προσπάθησαν νά τόν μεταπείσουν πότε μέ ἀγριότητα καί πότε μέ καλωσύνη. Ἐπειδή ὅμως ὁ μάρτυς παρέμενε σταθερός στήν πίστη του, ἀποφάσισαν νά τόν ἀποκεφαλίσουν. Ἔτσι, στίς 25 Ἰουνίου τοῦ 1810 ὁ μάρτυς τοῦ Χριστοῦ Προκόπιος ἔτρεξε μέ χαρά στόν τόπο τῆς καταδίκης· βλέποντας τότε οἱ δήμιοι τό γενναῖο φρόνημά του ἀρνήθηκαν νά τόν ἐκτελέσουν. Τέλος, βρέθηκε ἕνας ἀρνησίχριστος πού ὑπερέβαλε ἀπό ὅλους στήν κακία καί τόν ἀποκεφάλισε καί ἔτσι ἀξιώθηκε νά λάβη τόν στέφανο τοῦ μαρτυρίου.

 .

Previous Article

26 Ἰουνίου

Next Article

24 Ἰουνίου