27 Ἰουνίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἑβρ. ια΄ 33 – ιβ΄ 2

   33 Οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· 35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τούς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· 36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· 37 ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, 38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. 39 Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, 40 τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.

   ιβ΄ Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι᾿ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, 2 ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ι΄ 32-33, 37-38, ιθ΄ 27-30

    32 Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 33 ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.

    37 Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· 38 καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.

    ιθ΄ 27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; 28 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 29 καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. 30 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΟΣΙΟΣ ΣΑΜΨΩΝ Ο ΞΕΝΟΔΟΧΟΣ

    Στίς 27 Ἰουνίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Σαμψών τοῦ Ξενοδόχου. Ὁ ἅγιος Σαμψών καταγόταν ἀπό τήν Ρώμη καί ἔζησε κατά τούς χρόνους τοῦ αὐτοκράτορα Ἰουστινιανοῦ. Ὁ ἅγιος ἀφοῦ διασκόρπισε στούς πτωχούς τήν πατρική του περιουσία πῆγε στήν Κωνσταντινούπολη, ὅπου ἀπολάμβανε τά πνευματικά πλούτη τῆς πόλεως. Κατόπιν ἐγκαταστάθηκε σέ τόπο ἥσυχο μελετώντας τίς Γραφές καί προσευχόμενος. Ὅταν ὁ Πατριάρχης Μηνᾶς γνώρισε τόν πνευματικό πλοῦτο τοῦ ἁγίου Σαμψών τόν χειτοτόνησε ἱερέα. Ἐπειδή ὁ ἅγιος ἦταν καί ἔμπειρος τῆς ἰατρικῆς τέχνης γίνεται ἰατρός στούς πάσχοντες ἀνθρώπους. Ἀκόμα καί τόν ἴδιο τόν αὐτκράτορα ἰάτρευσε ἀπό ἀνίατη ἀσθένεια. Γιά τόν λόγο αὐτό τοῦ ἀπέδιδε ἰδιαίτερη ἀγάπη καί τοῦ ἔκτισε μεγάλο ξενοδοχεῖο, στό ὁποῖο ὁ ἅγιος Σαψών προσέφερε φροντίδα πνευματική καί σωματική στούς ἀσθενεῖς ἀνθρώπους. Μάλιστα τόν κατέστησε καί Σκευοφύλακα τῆς Μεγάλης Ἐκκλησίας. Μέ αὐτόν τόν θεοφιλῆ τρόπο ζώντας ὁ ἅγιος Σαμψών, διακονώντας τούς συνανθρώπους του, ἀναπαύθηκε ἐν Κυρίῳ. Τό δέ τίμιο λείψανό του ἔγινε πηγή πνευματικῶν καί σωματικῶν ἰαμάτων πρός δόξαν Θεοῦ.

Ἀπολυτίκιον

(Ἦχος δ’. Ταχὺ προκατάλαβε.)

Ὁ φέρων τὴν μίμησιν, τῶν τοῦ Θεοῦ οἰκτιρμῶν, ἐνθέου χρηστότητας, ἀναβλυστάνεις κρουνούς, Σαμψῶν Ἱερώτατε, σὺ γὰρ θεομιμήτω, ἑλλαμφθεῖς συμπάθεια, ὤφθης τῶν τεθλιμμένων, καὶ πασχόντων ἀκέστωρ, παρέχων ἐνὶ ἐκάστω, ρώσιν καὶ ἔλεος.

Μεγαλυνάριον

Χαίροις ἀσθενούντων ὁ ἰατρός, χαίροις θλιβομένων, ὁ θερμότατος ἀρωγός· χαίροις τῶν πενήτων, καί ξένων ἀντιλήπτωρ, Σαμψών Χριστοῦ θεράπων ἀξιοθαύμαστε.

Previous Article

28 Ἰουνίου

Next Article

26 Ἰουνίου