27 Μαΐου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. κ΄ 7-12

   7 Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων τῶν μαθητῶν κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέ τε τὸν λόγον μέχρι μεσονυκτίου. 8 ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι. 9 καθήμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός. 10 καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπε· μὴ θορυβεῖσθε· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. 11 ἀναβὰς δὲ καὶ κλάσας ἄρτον καὶ γευσάμενος ἐφ᾿ ἱκανόν τε ὁμιλήσας ἄχρις αὐγῆς, οὕτως ἐξῆλθεν. 12 ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. ιδ΄ 10-21

   10 Ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, 11 ὅτι πολλοὶ δι᾿ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. 12 Τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται Ἰησοῦς εἰς Ἱεροσόλυμα, 13 ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ἔκραζον· ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ βασιλεὺς τοῦ Ἰσραήλ. 14 εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ᾿ αὐτό, καθώς ἐστι γεγραμμένον· 15 μὴ φοβοῦ, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου. 16 Ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον, ἀλλ᾿ ὅτε ἐδοξάσθη ὁ Ἰησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ᾿ αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ. 17 Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ᾿ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. 18 διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. 19 οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς· θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν; ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν. 20 Ἦσαν δέ τινες Ἕλληνες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ. 21 οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες· κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΘΕΡΑΠΩΝ

   Στίς 27 Μαΐου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Θεράποντος. Ἦταν ἱερέας στίς Σάρδεις, ἡ δέ πολιτεία του ὑπῆρξε ἄριστη καί ἐνάρετη. Συνέλήφθη ἀπό τόν ἄρχοντα τῆς πόλης Οὐαλεριανό, διότι δίδασκε τήν χριστιανική πίστη. Ἀφοῦ τόν βασάνισαν, τόν ἔφεραν δεμένο στήν πόλη Σιναό καί στήν Ἄγκυρα τῆς Γαλατίας. Ὅταν τόν πῆγαν στόν ποταμό Ἀστελῆ, τόν ξάπλωσαν ἀνάσκελα στή γῆ καί τόν καταξέσχισαν μέ ραβδιά. Τό ἔδαφος ποτίσθηκε ἀπό τό αἷμα του καί βλάστησε μία μεγάλη δρῦς, ἡ ὁποία θεράπευε ὅλες τίς ἀσθένειες. Κατόπιν τόν πῆγαν στόν ποταμό Ἕρμο καί μετά ἀπό πολλά βασανιστήρια τόν ἀποκεφάλισαν.

Previous Article

28 Μαΐου

Next Article

26 Μαΐου