28 Νοεμβρίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β’ Θεσ. α’ 1-10

   1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ πατρὶ ἡμῶν καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· 2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. 3 Εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους, 4 ὥστε ἡμᾶς αὐτοὺς ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσι τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε, 5 ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ Θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ Θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε, 6 εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν 7 καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ᾿ ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ᾿ οὐρανοῦ μετ᾿ ἀγγέλων δυνάμεως αὐτοῦ 8 ἐν πυρὶ φλογός, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεὸν καὶ τοῖς μὴ ὑπακούουσι τῷ εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 9 οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, 10 ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασιν, ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ᾿ ὑμᾶς, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ιθ΄ 37-44

   37 Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξατο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων 38 λέγοντες· εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι Κυρίου· εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις. 39 καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον πρὸς αὐτόν· διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. 40 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· λέγω ὑμῖν ὅτι ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται. 41 καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾿ αὐτῇ, λέγων 42 ὅτι εἰ ἔγνως καὶ σύ, καί γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ, τὰ πρὸς εἰρήνην σου! νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου· 43 ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ περιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσί σε καὶ συνέξουσί σε πάντοθεν, 44 καὶ ἐδαφιοῦσί σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν ἐν σοὶ λίθον ἐπὶ λίθῳ, ἀνθ᾿ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΕΙΡΗΝΑΡΧΟΣ

     Στίς 28 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ Ἁγίου μάρτυρα Εἰρηνάρχου καί τῶν σύν αὐτῷ ἑπτά Ἁγίων γυναικῶν. Ὁ ἅγιος μάρτυς Εἰρήναρχος καταγόταν ἀπό τήν Σεβάστεια καί ἔζησε κατά τούς χρόνους τοῦ αὐτοκράτορα Διοκλητιανοῦ. Σέ νεαρή ἡλικία ἔγινε δήμιος κάτω ἀπό τίς προσταγές τοῦ ἄρχοντα τῆς πόλεως Μάξιμου. Ἔτσι ὑπηρετοῦσε στά βασανιστήρια καί στούς διωγμούς κατὰ τῶν χριστιανῶν. Ἐκείνη τήν περίοδο στήν Σεβάστεια βασανιζόντουσαν γιά τήν πίστη τοῦ Χριστοῦ ἑπτά χριστιανές. Βλέποντας ὁ ἅγιος Εἰρήναρχος τήν παρρησία καί τό ἀνδρεῖο φρόνημα αὐτῶν τῶν γυναικῶν φωτίστηκε ἡ ψυχή του ἀπό τό Ἅγιο Πνεῦμα καί ὁμολόγησε μπροστά στόν ἄρχοντα Μάξιμο μέ θάρρος ὅτι εἶναι καί αὐτός χριστιανός. Γιά τόν λόγο αὐτό ὁδηγήθηκε σέ φρικτά βασανιστήρια, στήν ἀρχή τόν ἔριξαν στήν λίμνη Σεβάστεια, ἐπειδή ὅμως μέ τήν βοήθεια τοῦ Θεοῦ ἐβγῆκε ζωντανός ὁ ἄρχοντας διέταξε νά τόν ρίξουν σέ ἀναμμένη κάμινο ἀλλά καί πάλι ἡ χάρις τοῦ Θεοῦ τόν διαφύλαξε ζωντανό καί ἔτσι ἀποκεφαλίστηκε μαζί μέ τόν πρεσβύτερο Ἀκάκιο, ὁ ὁποῖος τόν εἶχε βαπτίσει καί ἀξιώθηκαν καί οἱ δύο τούς στεφάνους τοῦ μαρτυρίου.

 

Ἀπολυτίκιον

(Ἦχος δ΄. Ταχὺ προκατάλαβε.)


  Εἰρήνης τὸν πρύτανιν, ὁμολογήσας πιστῶς, τῆς πλάνης τὸν τάραχον, κατέλιπες νουνεχῶς, θεόφρον Εἰρήναρχε, ὅθεν δι’ ὕδατος τε, καὶ πυρὸς ὡς διῆλθες, ἔβης τροπαιοφόρος, πρὸς οὐράνιον λῆξιν, εἰρήνην καὶ σωτηρίαν, πάσιν αἰτούμενος.

Μεγαλυνάριον

Τῆς εἰρηνοδώρου μαρμαρυγῆς, Εἰρήναρχε μάκαρ, εἰσδεξάμενος τήν αὐγήν, υἱός φωτός ὤφθης, περιφανῶς ἀθλήσας· διό ταῖς σαῖς πρεσβείαις ἡμᾶς διάσῳζε.

Previous Article

29 Νοεμβρίου

Next Article

27 Νοεμβρίου