ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α΄ Κορ. ι΄ 23-38
23 Πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα συμφέρει. πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα οἰκοδομεῖ. 24 μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος. 25 Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν· 26 τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. 27 εἰ δέ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. 28 ἐὰν δέ τις ὑμῖν εἴπῃ, τοῦτο εἰδωλόθυτόν ἐστι, μὴ ἐσθίετε δι᾿ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. κδ΄ 34-37, 42-44
34 Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται. 35 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. 36 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, εἰ μὴ ὁ πατήρ μου μόνος. 37 ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
42 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. 43 Ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. 44 διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΟΣΙΟΣ ΠΑΛΛΑΔΙΟΣ
Στίς 28 Ἰανουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τή μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Παλλαδίου. Ὁ μακάριος Παλλάδιος ἔκτισε ἕνα μικρό κελλί σέ κάποιο βουνό. Κλείσθηκε ἐκεῖ καί ἐξασκοῦσε τήν ἀγρυπνία, τήν νηστεία καί τήν ἀδιάκοπη προσευχή. Γιά τούς κόπους του αὐτούς ἀξιώθηκε νά λάβει ἀπό τόν Θεό τό χάρισμα τῆς θαυματουργίας. Κάποτε ἕνας ἔμπορος κρατοῦσε πολλά χρήματα καί ταξίδευε τήν νύχτα. Ἕνας ἄλλος πονηρός κατάλαβε ὅτι εἴχε κάποιο μεγάλο ποσό μαζί του, γι’ αὐτό τόν σκότωσε, πῆρε τά χρήματα καί ἔριξε τόν δυστυχή ἔμπορο στήν πόρτα τοῦ κελλιοῦ τοῦ ἅγίου. Ὅταν ξημέρωσε καί εἴδαν τόν φονευθέντα ἄνθρωπο, ὅλοι κατηγόρησαν τόν ὅσιο. Ὁ ἅγιος Παλλάδιος τότε προσευχήθηκε καί ἀνέστησε τόν νεκρό. Ἐκεῖνος φανέρωσε τόν δολοφόνο καί ἀποδείχθηκε ἡ ἀθωότητα τοῦ ὁσίου, ὁ ὁποῖος ἐξακολούθησε νά θαυματουργεῖ. Συνέγραψε πολλά σημαντικά κείμενα πρός ὠφέλεια τῶν χριστιανῶν. Ἐκοιμήθη ἐν εἰρήνῃ.