30 Δεκεμβρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α’ Τιμ. ς’ 1116

  11 Σὺ δέ, ὦ ἄνθρωπε τοῦ Θεοῦ, ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πρᾳότητα. 12 ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως· ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν καὶ ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. 13 παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, 14 τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 15 ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, 16 ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον· ἀμήν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ιβ΄15-21

  15 Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν· καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας, 16 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν ποιήσωσιν αὐτόν, 17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· 18 ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ᾿ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ· 19 οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνήν αὐτοῦ. 20 κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν· 21 καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι.

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Η ΟΣΙΟΜΑΡΤΥΣ ΑΝΥΣΙΑ Η ΕΝ ΘΕΣΣΑΛΟΝΙΚῌ

      Στίς 30 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῆς ὁσιομάρτυρος Ἀνυσίας τῆς ἐν Θεσσαλονίκῃ, ἡ ὁποία ἔζησε τόν 3ο αἰώνα, κατά τούς χρόνους τοῦ Διοκλητιανοῦ. Οἱ γονεῖς τῆς ἁγίας ἦταν εὐσεβεῖς καί πλούσιοι. Μετά τό θάνατό τους, ἡ ἁγία ζοῦσε μόνη της με ἡσυχία «καί εὐαρεστοῦσα τόν Θεόν διά τῆς πληρώσεως τῶν θείων ἐντολῶν». Κάποτε ἕνας εἰδωλολάτρης στρατιώτης τήν συνέλαβε καί την ἔσυρε στούς βωμούς τῶν εἰδώλων ἀναγκάζοντάς την νά θυσιάσει. «Ἐπειδή δέ ἡ Ἁγία ὡμολόγησε Θεόν τόν Χριστόν καί ἔπτυσεν εἰς τόν πρόσωπον τοῦ μιαροῦ ἐκείνου, ὠργίσθη ὁ ἀλιτήριος καί διεπέρασε τήν πλευράν τῆς Ἁγίας διά τοῦ ξίφους του, λαβούσης οὕτω τῆς μακαρίας Ἀνυσίας τόν ἀμαράντινον τοῦ μαρτυρίου στέφανον».
Πρωτ. Δ.Δ.Τ.

Ἀπολυτίκιον

Ἦχος δ΄. Ταχύ προκατάλαβε.

Ὁσίως ἀνύσασα, τῶν ἀρετῶν τήν ὁδόν, τῷ Λόγῳ νενύμφευσαι ὦ Ἀνυσία σεμνή, καί χαίρουσα ἤθλησας· αἴγλη δέ ἀπαθείας, λαμπρυνθεῖσα Μελάνη, ἤστραψας ἐν τῷ κόσμῳ, ἀρετῶν λαμπηδόνας. Και νῦν ἡμῖν ἱλεοῦσθε, Χριστόν τόν Κύριον.

Μεγαλυνάριον

Τρόποις ἀνυσίμοις πρός ἀρετήν μάρτυς Ἀνυσία, διαρρύθμισον νῦν ἡμᾶς· ζοφεροῦ ἐχθροῦ δέ, ἐκλύτρωσαι Μελάνη, τούς πόθῳ ἀφορῶντας τῇ ἐπιλάμψει σου.

 

Previous Article

31 Δεκεμβρίου

Next Article

29 Δεκεμβρίου