6 Ὀκτωβρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α’ Κορ. δ’ 9-16

 Δοκῶ γάρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

 ω. κ’ 19-31

 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· λάβετε Πνεῦμα Ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ᾿ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Καὶ μεθ᾿ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ᾿ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· εἰρήνη ὑμῖν. εἶτα λέγει τῷ Θωμᾷ· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· ὁ Κύριός μου καὶ ὁ Θεός μου. λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΣΙΟΜΑΡΤΥΣ ΜΑΚΑΡΙΟΣ ΕΚ ΚΙΟΥ

Στίς 6 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσιομάρτυρος Μακαρίου τοῦ ἐκ Κίου. Ὁ ἅγιος Μακάριος ὁ κατά κόσμον Ἐμμανουήλ καταγόταν ἀπό τήν Κίο τῆς Βιθυνίας. Ὁ πατέρας του, ὅταν ὁ Μανουήλ ἦταν δέκα ὀκτώ χρονῶν, ἀρνήθηκε τόν Χριστό, ἔγινε μουσουλμάνος καί πῆγε στήν Προῦσα νά ζήση. Ὅταν ὁ Μανουήλ ποὺ ἦταν ράπτης πῆγε κάποτε ἐκεῖ, γιά νά ψωνίσει τά τῆς τέχνης του, ὁ πατέρας του διά τῆς βίας μαζί μέ ἀγαρηνούς τοῦ ἒκαναν περιτομή. Ὁ Μανουήλ τότε ἀναχώρησε γιά τό Ἅγιον Ὄρος, ὅπου ἐκάρη μοναχός κοντά σέ ἕναν ἐνάρετο γέροντα καί μετονομάσθηκε Μακάριος καί ζοῦσε μέ ἄσκηση καί προσευχή. Ἀφοῦ παρέμεινε δώδεκα χρόνια, πῆρε τήν εὐχή τοῦ γέροντά του καί ἀναχώρησε, γιά νά ὁμολογήση δημόσια τόν Χριστό. Ἔτσι πῆγε πρῶτα στήν Κωνσταντινούπολη καί κατόπιν στήν Προῦσα, ὅπου παρουσιάσθηκε μέ τό μοναχικό σχῆμα στήν ἀγορά. Ὅταν οἱ Τοῦρκοι τόν ἀναγνώρισαν, ἀφοῦ τόν κτύπησαν, τόν ὁδήγησαν στόν κριτή μέ τήν κατηγορία ὅτι βρίζει καί καταφρονεῖ τήν πίστη τους. Ὁ ἅγιος τοῦ ἐξήγησε ὅτι ποτέ δέν ἀρνήθηκε τόν Χριστό καί ὅτι διά τῆς βίας τοῦ εἶχαν κάνει περιτομή. Ὁ κριτής, πιεζόμενος ἀπό τούς ἐξαγριωμένους Τούρκους, τόν προστάζει νά ἀρνηθῆ τόν Χριστό, διότι διαφορετικά θά τόν θανάτωνε, ὅμως ὁ Μακάριος ἔμεινε σταθερός, γι’ αὐτό τόν ὑπέβαλαν σέ φρικτά βασανιστήρια. Κατόπιν τόν ἔρριξαν μέσα σέ ἕνα ξηροπήγαδο, ὅπου παρέμεινε ἐνενῆντα ἡμέρες. Μία νύκτα λούσθηκε τό πηγάδι μέ θεῖο φῶς καί ἀκούγονταν ἀγγελικές ὑμνωδίες καί εὐωδίαζε. Ὅταν ὁ ἡγεμόνας τά ἔμαθε, φοβούμενος νά μή ἀλλαξοπιστήσουν οἱ μουσουλμάνοι, ὁδήγησε τόν ἀοίδιμο Μακάριο ἔξω ἀπό τήν πόλη καί ἀφοῦ τόν λιθοβόλησαν, τοῦ ἔκοψαν τήν τιμία κεφαλή στίς 6 Ὀκτωβρίου τοῦ 1590 καί ἔτσι ἔλαβε τόν ἀμάραντο στέφανο τοῦ μαρτυρίου.

Previous Article

ΔΥΣΤΥΧΩΣ Η ΟΡΘΟΔΟΞΙΑ ΒΑΛΛΕΤΑΙ, ΑΛΛΑ Η ΕΚΚΛΗΣΙΑ ΚΟΙΜΑΤΑΙ (!)

Next Article

OΜΟΙΟΠΑΘΗΤΙΚΗ. ΕΠΙΣΤΗΜΗ ἤ ΑΠΟΚΡΥΦΙΣΜΟΣ;

Διαβάστε ακόμα