8 Αὐγούστου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ρωμ. ιε΄ 30-33

   30 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν, 31 ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ καὶ ἵνα ἡ διακονία μου ἡ εἰς Ἱερουσαλὴμ εὐπρόσδεκτος γένηται τοῖς ἁγίοις, 32 ἵνα ἐν χαρᾷ ἔλθω πρὸς ὑμᾶς διὰ θελήματος Θεοῦ καὶ συναναπαύσωμαι ὑμῖν. 33 ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν· ἀμήν.

 

Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ

  30 Σᾶς παρακαλῶ δέ, ἀδελφοί, ἐν ὀνόματι τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ καὶ ἐν ὀνόματι τῆς ἀγάπης, τὴν ὁποίαν τὸ Ἅγιον Πνεῦμα καρποφορεῖ εἰς τὰς ψυχάς μας, νὰ συναγωνισθῆτε μαζί μου εἰς τὰς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεὸν προσευχάς, 31 διὰ νὰ γλυτώσω ἀπὸ ἐκείνους ποὺ ἀπειθοῦν εἰς τὸ κήρυγμα τοῦ εὐαγγελίου ἐν τῇ Ἰουδαίᾳ καὶ μὴ ἀπορριφθῇ μὲ φανατισμὸν καὶ περιφρόνησιν, ἀλλὰ γίνῃ δεκτὴ ἀπὸ τοὺς ἐκεῖ Χριστιανοὺς ἡ ὑπηρεσία μου τῆς μεταφορᾶς εἰς Ἱεροσόλυμα τῆς συνεισφορᾶς ποὺ ἔκαμαν δι’ αὐτοὺς οἱ ἐξ ἐθνῶν Χριστιανοί. 32 Καὶ σᾶς ζητῶ νὰ προσεύχεσθε εἰς τὸν Θεὸν δι’ αὐτό, διότι, ἐὰν γλυτώσω ἀπὸ τοὺς ἀπειθοῦντας καὶ ἐὰν δεχθοῦν μὲ εὐχαρίστησιν τὴν συνεισφορὰν οἱ Χριστιανοὶ τῆς Ἱερουσαλήμ, θὰ ἠμπορέσω μὲ τὸ θέλημα τοῦ Θεοῦ νὰ ἔλθω πρὸς σᾶς ὅχι μὲ ἀθυμίαν καὶ λύπην, ἀλλὰ μὲ χαρὰν καὶ νὰ συναναπαυθῶ μαζί σας. 33 Ὁ δὲ Θεός, ἀπὸ τὸν ὁποῖον πηγάζει καὶ χορηγεῖται ἡ εἰρήνη, εἴθε νὰ εἶναι μαζὶ μὲ ὅλους σας. Ἀμήν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ιζ΄ 24 – ιη΄ 4

   24 Ἐλθόντων δὲ αὐτῶν εἰς Καπερναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπον· ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; 25 λέγει, ναί. καὶ ὅτε εἰσῆλθεν εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων· τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων; 26 λέγει αὐτῷ ὁ Πέτρος· ἀπὸ τῶν ἀλλοτρίων. ἔφη αὐτῷ ὁ Ἰησοῦς· ἄραγε ἐλεύθεροί εἰσιν οἱ υἱοί. 27 ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς τὴν θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.

   ιη΄ 1 Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; 2 καὶ προσκαλεσάμενος ὁ Ἰησοῦς παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ εἶπεν· 3 ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 4 ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ

  24 Ὅταν δὲ ἦλθαν εἰς Καπερναούμ, ἐπῆγαν εἰς τὸν Πέτρον ἐκεῖνοι, ποὺ εἰσέπρατταν τὸν φόρον τῶν διδράχμων, τὸν ὁποῖον ἐξ εὐλαβείας προσέφεραν ὑπὲρ τοῦ ναοῦ οἱ Ἰουδαῖοι, καὶ εἶπαν· Ὁ διδάσκαλός σας δὲν πληρώνει τὰ δίδραχμα; 25 Λέγει ὁ Πέτρος· Ναί, θὰ τὰ πληρώσῃ. Καὶ ὅταν ἐμβῆκεν εἰς τὸ σπίτι, τὸν ἐπρόλαβεν ὁ Ἰησοῦς καὶ εἶπε· Τί σοῦ φαίνεται, Σίμων; Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ ποίους παίρνουν φόρους ἢ κεφαλιάτικο; Ἀπὸ τὰ παιδιά τους ἢ ἀπὸ τοὺς ξένους, ποὺ δὲν εἶναι μέλη τοῦ βασιλικοῦ των οἴκου; 26 Λέγει εἰς αὐτὸν ὁ Πέτρος· Ἀπὸ τοὺς ξένους. Εἶπεν εἰς αὐτὸν ὁ Ἰησοῦς· Λοιπόν οἱ υἱοὶ τοῦ βασιλέως εἶναι ἐλεύθεροι ἀπὸ κάθε φορολογίαν. Οὔτε ἐγὼ λοιπόν, ποὺ εἶμαι γνήσιος υἱὸς τοῦ Θεοῦ, οὔτε σεῖς ποὺ ὑπηρετεῖτε ἐμὲ εἴμεθα ὑποχρεωμένοι νὰ πληρώνωμεν φόρον διὰ τὸν οἶκον τοῦ Πατρός μας. 27 Διὰ νὰ μὴ τοὺς σκανδαλίσωμεν ὅμως καὶ παρεξηγοῦντες τὸ παράδειγμά μας παρακινηθοῦν ἀπὸ αὐτὸ νὰ περιφρονοῦν τὸν ναόν, πήγαινε εἰς τὴν θάλασσαν καὶ ρίψε ἀγκίστρι. Καὶ τὸ πρῶτο ψάρι, ποὺ θὰ ἀνεβάσῃς, πάρε το, καὶ ἀφοῦ ἀνοίξῃς τὸ στόμα του θὰ εὕρῃς ἀργυροῦν τετράδραχμον. Λάβε ἐκεῖνο καὶ δῶσε το εἰς αὐτοὺς δι’ ἐμὲ καὶ διὰ σέ.

   ιη΄ 1 Κατ’ ἐκείνην τὴν ὥραν, κατὰ τὴν ὁποίαν ὁ Ἰησοῦς ἐπέδειξε τὴν προτίμησιν αὐτὴν εἰς τὸν Πέτρον, τὸν ἐπλησίασαν οἱ μαθηταὶ καὶ εἶπαν· Ποῖος λοιπὸν εἶναι μεγαλύτερος καὶ περισσότερον διακεκριμένος ἀπὸ τοὺς ἄλλους εἰς τὴν βασιλείαν τῶν οὐρανῶν; 2 Καὶ ἀφοῦ ἐπροσκάλεσεν ὁ Ἰησοῦς ἕνα παιδί, τὸ ἔστησεν εἰς τὸ μέσον αὐτῶν, καὶ εἶπεν· 3 Ἐν πάσῃ ἀληθείᾳ σᾶς βεβαιῶ ὅτι, ἐὰν δὲν ἀλλάξετε φρόνημα καὶ δὲν γίνετε ταπεινοὶ καὶ ἀφελεῖς καὶ ἀπονήρευτοι σὰν τὰ παιδιά, δὲν θὰ εἰσέλθετε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 4 Ὅποιος λοιπὸν ταπεινώσῃ τὸν ἑαυτόν του σὰν τὸ παιδάκι αὐτό, αὐτὸς εἶναι ὁ μεγαλύτερος εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΤΡΙΑΝΤΑΦΥΛΛΟΣ

   Στίς 8 Αὐγούστου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ἁγίου Νεομάρτυρος Τριανταφύλλου, τοῦ ἐκ Ζαγορᾶς καί ἐν Κωνσταντινουπόλει μαρτυρήσαντος. Γεννήθηκε περί τό 1663 καί καταγόταν ἀπό τήν Ζαγορά. Ἦταν ναύτης καί σέ ἠλικία δεκαεπτά ἐτῶν τόν συνέλαβαν οἱ Τούρκοι γιά ἄγνωστο λόγο. Προσπάθησαν μέ ἀπειλές καί φοβέρες νά τόν κάνουν νά προδώσει τήν πίστη του, ἐκεῖνος ὅμως προτίμησε νά τιμωρηθεῖ, παρά νά ἀρνηθεῖ τόν Χριστό. Τόν βασάνισαν μέ πολλούς τρόπους, ὁ μάρτυρας ὅμως ἔμεινε ἀμετακίνητος, λέγοντας μεγαλοφώνως “εἶμαι Χριστιανός καί δέν ἀρνοῦμαι τόν Σωτήρα μου Χριστό”. Οἱ Τούρκοι τόν θανάτωσαν στήν Κωνσταντινούπολη καί τό μέν πολύαθλο σῶμα του παρέμεινε στή γῆ νά εὐωδιάζει, ἡ δέ ἁγία του ψυχή ἀνέβηκε στόν Κύριο γιά νά λάβει τόν ἀμάραντο στέφανο τοῦ μαρτυρίου.

 

Ἀπολυτίκιον
(Ἦχος γ΄. Θείας πίστεως.)

   Θείας πίστεως, ἔχων τὴν χάριν, χαίρων ἤθλησας, ἀνδρειοφρόνως, Νεομάρτυς Χριστοῦ Τριαντάφυλλε· ὅθεν ὡς ῥόδον εὐφραίνεις ἡδύπνευστον, τὴν Ἐκκλησίαν τῇ θείᾳ ἀθλήσει σου. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Μεγαλυνάριον

   Χαίροις ὁ ἀθλήσας ὑπὲρ Χριστοῦ, προθύμῳ καρδίᾳ, Τριαντάφυλλε Ἀθλητά· χαίροις Ζαγοραίων, ἀγλάϊσμα καὶ κλέος, οὓς φύλαττε καὶ φρούρει ταῖς ἱκεσίαις σου.

Previous Article

9 Αὐγούστου

Next Article

7 Αὐγούστου