Εὐχή πρός Κύριον διὰ τὴν κατάσβεσιν τῶν πυρκαϊῶν

Share:

Δρος Χαραλάμπους Μ. Μπούσια
Μεγάλου Ὑμνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας

Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Τρισάγιον καὶ τὸ Δεῦτε προσκυνήσωμεν·
Εἶτα ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Μὴ τοὺς Σοὺς δούλους ἐάσῃς,
Κύριε οἴκτιρμον,
πυρὶ καταφλεχθῆναι
ζοφερῷ ἁμαρτίας,
ἐν πίστει αἰτουμένους Σὴν ἀρωγὴν
καὶ ταχεῖαν βοήθειαν
καὶ μὴ εἰς πῦρ παραδώῃς ἡμῶν δρυμοὺς
τῆς πατρίδος, Σῶτερ εὔσπλαγχνε.

Φρούρει τὰ δάση πατρίδος
ἡμῶν, Θεάνθρωπε,
ἐξ ἐμπρηστῶν ἀνόμων
καὶ πυρὸς ὀλεθρίου,
ὁ Κτίστης τῶν ἁπάντων καὶ Πλαστουργός,
ἀνυστάκτῳ Σου ὄμματι
ὁ ἐπιβλέπων τὰ ἄλση τὰ χλοερά,
προστατεύειν ἃ ὀφείλομεν.

Σβέσον πῦρ βρέμον, Παντάναξ,
Θεὲ καὶ Κύριε,
τὸ κατακαῖον, οἴμοι,
τῆς πατρίδος τὰ δάση
ἡμῶν τῆς Ὀρθοδόξου δρόσῳ τῆς Σῆς
πρὸς ἡμᾶς ἀγαπήσεως
καὶ ῥαντισμῷ εὐσπλαγχνίας Σου τῆς πολλῆς
καὶ ἀπείρου ἀγαθότητος.

Προκείμενον. Ἦχος δ΄.

Θαυμαστός, ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Ἀπόστολος· Πρὸς Κορινθίους (Κεφ. γ΄ 9-17).
(Ζήτει τῇ Ἐνάτῃ Κυριακῇ)

  Ἀδελφοί, Θεοῦ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε. Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ οἰκοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς οἰκοδομεῖ· θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Εἰ δε τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. Εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός. Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.

Εὐαγγέλιον· Κατὰ Λουκᾶν (Κεφ. ιβ΄ 47-49).

Εἶπεν ὁ Κύριος· Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον; Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὀ κύριος αὐτοῦ εὑρήσει οὕτω ποιοῦντα. Ἀληθῶς λέγω ἡμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, χρονίζει ὀ κύριός μου ἔρχεσθαι καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι, ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾖ οὐ γινώσκει καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. Ἐκεῖνος ὁ δοῦλος, ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ἑαυτοῦ καὶ μὴ ἑτοιμάσας μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς· ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας, παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ’ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν. Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν καὶ τί θέλω εἰ ἤδη ἀνήφθη!

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸ κατακαῖον ὡς καλάμην πῦρ καὶ φρύγανα
ἡμῶν πατρίδος δάση, Σῶτερ, τὰ δασύσκια
καὶ χλωρίδα καὶ πανίδα σεπτῇ σου δρόσῳ
εὐσπλαγχνίας καὶ ἀγάπης σβέσον, Κύριε,
ἐφ’ ἡμᾶς ἐξαποστέλλων συμπαθείας σου
ὄμβρον κράζοντας· Δόξα, Πάτερ, τῷ κράτει Σου.

Εἶτα τὴν Εὐχήν.
Κύριε «ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον» (Ἑβρ. ιβ΄ 29), ὁ συντηρῶν καὶ διακρατῶν τὰ σύμπαντα, ὁ καίων καὶ ἐξολοθρεύων πάντα ἀσεβῆ καὶ ἐν ἀνομίᾳ καὶ ἀσωτίᾳ διάγοντα, ὁ δροσίζων καὶ ἁγιάζων πάντας τοὺς ἀνθρώπους αὔραις τῆς Σῆς εὐσπλαγχνίας καὶ ἀντιλήψεως καὶ ὁδηγῶν ἡμᾶς ἐπὶ πόας ὁλοδρόσους καὶ λειμῶνας πανευφροσύνους, τοὺς ὁμολογοῦντας τὸ ὑπὲρ πᾶν ὀνομά Σου καὶ ἐξαιτουμένους τὴν παναγίαν Σου χάριν καὶ εὔνοιαν, ὁ Θεὸς τοῦ ἐλέους καὶ τῶν οἰκτιρμῶν ὁ εὐσυμπάθητος καὶ θέλων πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὁ δεχόμενος τὴν μετάνοιαν ἡμῶν ὡς τῶν Νινευϊτῶν καὶ ἐξαποστέλλων ἐφ’ ἡμᾶς οὐρανόθεν δαψιλῶς τὰς εὐεργεσίας Σου, ἐπάκουσον καὶ ἡμῶν νῦν θερμῶς δεομένων Σου καὶ κατάπεμψον ἐπὶ τὰς αὐχμώσας καρδίας ἐκ τῶν παθῶν ἡμῶν ὑετὸν μετανοίας καὶ ἐπιγνώσεως· κατάσβεσον τὸ βρέμον πῦρ τὸ κατακαῖον τὰ δάση, τὰς οἰκίας, τὰς οἰκόσιτα κτήνη καὶ πᾶσαν τὴν χλωρίδα καὶ πανίδα τῆς πατρίδος ἡμῶν· πυρὶ τῆς Σῆς ἀγάπης κατάτηξον τὴν κακότητα καὶ ἐμπάθειαν ἡμῶν καὶ κτίσον ἐν ἡμῖν καρδίαν καθαράν, ἐπειγομένην φθᾶσαι εἰς ἀπάθειαν καὶ ἀρετῆς ὁλοκλήρωσιν· Ναί, Κύριε, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ τοῦ Ὑψίστου, δέξαι ἡμῶν τὴν μετάνοιαν ὡς τῶν Νινευϊτῶν καὶ σῶσον τὴν πατρίδα ἡμῶν ἐξ ὀλεθρίου πυρός, τοῦ ἀφανίζοντος πᾶν ἴχνος ζωῆς ἐκ τῆς χθονὸς αὐτῆς καὶ πᾶν ἔργον τῶν χειρῶν ἡμῶν, ὃ ἐποιήσαμεν κοπιῶντες καὶ μοχθοῦντες ταῖς ἰδίαις ἡμῶν χερσί· μὴ παραδειγματίσῃς ἡμᾶς εἰς τέλος, ἀλλὰ κατάπεμψον ἡμῖν ταχέως τὰ ὀμβροφόρα νέφη τῆς ἀγάπης καὶ φιλανθρωπίας Σου, τοῦ κατασβέσαι τὸ πῦρ τὸ ἀναλίσκον καθάπερ φρύγανα καὶ καλάμην τὰ ἄλση καὶ τοὺς δρυμοὺς τῆς Ὀρθοδόξου πατρίδος ἡμῶν· ἐξακτίνωσον ἡμῶν τὴν ἀγάπην οὐ μόνον πρὸς Σὲ καὶ τοὺς πλησίον ἀλλὰ καὶ πρὸς τὸν περιβάλλοντα ἡμᾶς χῶρον, πρὸς τὴν κτίσιν, ἣν ἔδωκας ἡμῖν πρὸς κτῆσιν καὶ συντήρησιν καὶ ἀπόλαυσιν ἄμφω τῆς ὡραιότητος αὐτῆς καὶ τῶν ἐξ αὐτῆς καρπῶν πρὸς διατροφὴν καὶ διαιώνισιν τοῦ γένους ἡμῶν, ἵνα ἐν ἀφάτῳ χαρμονῇ καὶ φωνῇ στεντορείᾳ δοξάζωμεν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὀνομά Σου σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τροπάριον δεητικόν.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Βρέμον πῦρ ἀναλίσκον καθάπερ φρύγανα
ἡμῶν πατρίδος τὰ δάση
Σῇ πανσθενεῖ δεξιᾷ σβέσον, Σῶτερ, πολυέλεε φιλάνθρωπε,
θείας μητρός Σου προσευχαῖς,
ὑπὸ Βάτου ἐν Σινᾷ
ἀφλέκτως τῆς καιομένης
προτυπουμένης, καὶ αὔραις
ἁγιασμοῦ Σου πάντας δρόσισον.

Ἀπόλυσις.
Δόξα Σοι, Χριστέ, ὁ Θεός ἡμῶν, ἡ ἐλπὶς ἡμῶν Κύριε, δόξα Σοι. Πρεσβείαις τῆς Παναχράντου καὶ παναμώμου Σου Μητρός, τῆς προτυπουμένης διὰ τῆς ἀκαταφλέκτου Βάτου, τοῦ ἁγίου ἐνδόξου προφήτου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων πυρὶ ὁλοκαυτωμένων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων ἐνδόξων Προπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τῶν ἐν καμίνῳ πυρὸς φλεγομένῃ βληθέντων Ἁγίων Τριῶν Παίδων, ἁνανίου, Ἀζαρίου καὶ Μισαὴλ καὶ Δανιὴλ τοῦ Προφήτου καὶ πάντων Σου τῶν Ἁγίων, ἐλεῆσαι καὶ σῶσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Μεγαλυνάριον.
Πῦρ ὁ πέλων, Σῶτερ, Υἱὲ Θεοῦ, καὶ τοὺς ἀναξίους καταφλέγων, τὸ ζοφερὸν πῦρ τὸ κατακαῖον ἡμῶν πατρίδος δάση ἁγιασμοῦ Σου δρόσῳ τάχος κατάσβεσον.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Previous Article

Η αποκάλυψη της Τριαδικής και Χριστολογικής δόξας στο όρος Θαβώρ

Next Article

Επόπται γενηθέντες της εκείνου μεγαλειότητος (Α΄Πέτρ.1,16)