Περί τῆς ἐν τῷ κόσμῳ ἀποκαλύψεως τοῦ Θεοῦ – Ἁγίου Νεκταρίου Πενταπόλεως

Share:

(Ἀπόσπασμα)

Προφητεῖαι περὶ τῶν παθῶν, τοῦ θανάτου, τῆς ἐνταφῆς καὶ τῆς ἀναστάσεως τοῦ Μεσσίου

  Ὡς διέγραψαν τὰς τοῦ Μεσσίου ἀρετὰς αἱ προφητεῖαι, οὕτως εἰς τὰ πάθη καὶ τὸν θάνατον αὐτοῦ ἔμελλεν ἵνα αὐξήσῃ, ὡς τρυφερὸν βλαστάριον ἐν γῇ ἀνύδρῳ, εἰσελάσῃ εἰς Ἱερουσαλὴμ ἐν μετριόφρονι θριάμβῳ ὀχούμενος ἐπὶ πῶλον ὄνου, προδοθῇ καὶ πραθῇ ἐπὶ τριάκοντα ἀργυρίοις, νὰ μαστιγωθῇ, κολαφισθῇ, ἐμπτυσθῇ καὶ χλευασθῇ. Τρωθῇ τὰς χεῖρας καὶ τοὺς πόδας, ἀλλ’ οὐ καταγῇ τὰ ὀστᾶ, λογχευθῇ τὴν πλευράν, ποτισθῇ ὄξος μετὰ χολῆς, ὅτι ἔμελλον νὰ διανεμηθῶσι τὰ ἱμάτια αὐτοῦ καὶ κληρώσωνται τὴν περιβολὴν αὐτοῦ, ὅτι θὰ ἀποθάνῃ καὶ ταφῇ καὶ οὐκ ἐγκαταλειφθῇ ἡ ψυχὴ αὐτοῦ ἐν διαφθορᾷ. Ταῦτα πάντα προελέχθησαν καὶ ἀπήντησαν πληρωθέντα ἐπὶ λέξεως, καθ’ ἃ ἐπροφητεύθη.

  «Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Ἀνηγγείλαμεν ὡς παιδίον ἐναντίον αὐτοῦ, ὡς ῥίζα ἐν γῇ διψώσῃ, οὐκ ἔστιν εἶδος αὐτῷ, οὐδὲ δόξα· καὶ εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ πάντας ἀνθρώπους»[152].

«Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι, δίκαιος καὶ σώζων αὐτός, πραΰς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον»[153].

«Καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς. Καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου εἰς τὸ χωνευτήριον»[154].

«Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ. Πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν· ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτὸν ὅτι θέλει αὐτόν»[155].

«Ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου. Ἐξηράνθη ὡσεὶ ὄστρακον ἡ ἰσχύς μου καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου καὶ εἰς χοῦν θανάτου κατήγαγές με… ὤρυξαν χεῖράς μου καὶ πόδας. ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου, αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με» [156].

«Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον» [157].

«… Ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου, ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου, ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ’ ἐμέ. Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί· καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν. Κατ’ ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλαις καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες οἶνον… Σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου· ἐναντίον σου πάντες οἱ θλίβοντές με… Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος… Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ» [158]

«Ποῦ σου θάνατε τὸ κέντρον; ποῦ σου Ἅδη τὸ νῖκος;»[159].

«Ἰδοὺ συνήσει ὁ παῖς μου καὶ ὑψωθήσεται καὶ δοξασθήσεται καὶ μετεωρισθήσεται σφόδρα. Ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί, οὕτως ἀδοξήσει ἀπὸ τῶν ἀνθρώπων τὸ εἶδός σου καὶ ἡ δόξα σου ἀπὸ υἱῶν ἀνθρώπων»[160].

«Ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ ὑπὸ Θεοῦ καὶ ἐν κακώσει. Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ ἐμαλακίσθη διὰ τὰς ἀνομίας ἡμῶν, παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη· καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν. Καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος· οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον… ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ… Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα, ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη· καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε, καὶ διὰ τὰς ἀνομίας αὐτῶν παρεδόθη» [161].

«Διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι, ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν»[162].

Ταῦτα, τὰ μὲν ὑπὲρ τὰ χίλια, τὰ δὲ ὑπὲρ τὰ ἑπτακόσια ἔτη πρὸ τῆς χριστιανικῆς ἐποχῆς γεγραμμένα, ἔκτοτε μέχρι δεῦρο, τὰς Ἰουδαϊκὰς καὶ Χριστιανικὰς Ἱερὰς Γραφὰς ἀπαρτίζοντα, εἰσὶ προφητεῖαι διαγράφουσαι, ὡσεὶ ἦσαν αὐτόχρημα Ἱστορία τῶν γεγονότων, καὶ πρὸ ποδῶν τοῦ Σταυροῦ γραφεῖσαι· τὰ πάθη καὶ τὸν θάνατον τοῦ Χριστοῦ, τὸ ταπεινόφρον, τὸ πρᾶον, τὴν θλῖψιν καὶ ἀγωνίαν αὐτοῦ· ὅτι ἀπεδοκιμάσθη καὶ ἀπερρίφθη ὑπὸ τῶν Ἰουδαίων, ὅτι οὐδένα ἔπειθε λέγων, ὅτι καταπέπτωκεν ὑπὸ ἀλγεινῆς λύπης, ὅτι ἦτο ἄτιμον καὶ ἄδοξον τὸ πρόσωπον, παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων, καὶ ὅτι ταῦτα πάντα ὑπέστη σιγῶν καὶ μόνον ὑπὲρ τῶν παρανόμων ἄρας φωνήν, εἰσὶν ἐπὶ λέξεως προλεχθέντα, ἀλλ’ ἐπίσης καὶ γεγονότα. Καὶ μόνη δὲ ἡ, ἐν ταῖς Ἰουδαϊκαῖς Γραφαῖς τῶν προφητειῶν τούτων περὶ τῆς ταπεινότητος τῶν παθῶν καὶ τῆς ἐκκοπῆς ἔκβασις δείκνυσιν, ὅτι οὗτος ἦν ὁ προσδοκώμενος Μεσσίας. Αὐτὸ δὲ τὸ τοῦ Σταυροῦ σκάνδαλον πανδήμως μαρτυρεῖ περὶ τοῦ Ἰησοῦ, «ὅτι οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστόν».

Ὅστις τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν, ἔργῳ ἐξεπλήρωσεν, ὅσα πάλαι ὁ Θεὸς διὰ τῶν προφητῶν προανήγγειλε τοῖς ἀνθρώποις.

Οἱ Ἰουδαῖοι, οἱ ἄγρυπνοι φύλακες τῶν Γραφῶν, ἔσονται οἱ αἰώνιοι μάρτυρες τῆς ἐν τῷ κόσμῳ ἀποκαλύψεως τοῦ Θεοῦ, καίτοι ἥκιστα πιστοὶ καὶ ἐχθροὶ ἄσπονδοι τῆς ἀποκαλύψεως.

Ὁ τοῦ Μεσσίου θάνατός ἐστιν

ἐξιλασμὸς καὶ διαλλαγή

Ἀλλ’ ἐν τούτοις, εἰσὶ καὶ ἄλλαι ἀλήθειαι, ἀλήθειαι, ἐν αἷς κεῖται ἡ ὑπερτάτη καὶ μυστηριώδης βουλή, ἡ ἀπείρως ἵλεως καὶ εὔσπλαγχνος πρόθεσις, ἡ κρηπὶς τῆς θείας φιλανθρωπίας, ἡ τὴν ἰδιάζουσαν τοῦ Θείου Δημιουργοῦ πρόνοιαν καὶ ἀγάπην περὶ τοῦ ἀνθρώπου κηρύττουσα.

«Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου τοῦ συντελεσθῆναι ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίας καὶ ἀπαλεῖψαι τὰς ἀνομίας καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον» [164].

«Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται… αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ ἐμαλακίσθη διὰ τὰς ἀνομίας ἡμῶν… Τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν… Καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν… ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον… ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη· καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε καὶ διὰ τὰς ἀνομίας αὐτῶν παρεδόθη»[165].

Τίς, ὁ περὶ τὴν ζήτησιν τῆς αἰωνίου ἀληθείας ἐργαζόμενος, τὸν Γολγοθᾶν δὲ διερχόμενος καὶ ὁρῶν τὸν τόπον τῶν τοῦ Χριστοῦ παθημάτων καὶ τὰς προφητείας ἐπ’ αὐτοῦ πληρωθείσας κατανοῶν, δὲν ἀναγνωρίζει τὴν ἰδιαιτέραν τοῦ Θεοῦ πρόνοιαν ὑπὲρ τοῦ ἀνθρώπου; Δὲν ὁμολογεῖ τὴν ἄκραν τοῦ Δημιουργοῦ τῶν ὅλων, φιλανθρωπίαν καὶ ἀγαθότητα; Δὲν θαυμάζει τὴν ἄμετρον τοῦ Κτίστου πρὸς τὸ κτίσμα ἀγάπην καὶ στοργήν; Ἀλλὰ καὶ τίς σκεπτόμενος, καθ’ ὃν τρόπον ἐσφραγίσθη ἡ προφητεία, ἔχων δὲ καρδίαν εὐαίσθητον, ἔνοικον ἔχουσαν τὴν ἀγάπην, δὲν θέλει αἰσθανθῇ ἑαυτὴν σειρομένην ἐκ τῆς ἀγάπης τοῦ Χριστοῦ καὶ ἴδῃ ἐν ἑαυτῷ πληρούμενα τὰ ῥήματα τοῦ Σωτῆρος: «Κἀγώ, ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν»[166].

Πηγή: Ἁγίου Νεκταρίου Πενταπόλεως, Περὶ τῆς ἐν τῷ κόσμῳ Ἀποκαλύψεως τοῦ Θεοῦ, Εἰσαγωγή-ἐπιμέλεια-σχόλια, Βαρβάρας Χ. Γιαννακοπούλου, δρ. Λέκτορος Θεολογικῆς Σχολῆς Ε.Κ.Π.Α., Ἀθήνα 2026, σ. 113-118.

Σημειώσεις:

152. Ἡσ. 53, 1-3. 153. Ζαχ. 9, 9. 154. Ζαχ. 11, 12-13. 155. Ψαλμ. 21, 7-9. 156. Αὐτόθι (Ψαλμ. 21), 15-18. 157. Αὐτόθι (Ψαλμ. 21), 19. 158. Ψαλμ. 68, 8-13, 20, 22, 30. 159. Α΄ Κορ. 15, 55. 160. Ἡσ. 52, 13-14. 161. Αὐτόθι (Ἡσ. 53), 3-9, 12. 162. Ψαλμ. 15, 9-10. 163. Λουκ. 24, 46. 164. Δανιὴλ 9, 24. 165. Ἡσ. 53, 4-5, 8, 12. 166. Ἰω. 12, 32.

Previous Article

Ταπείνωση: Πορεία προς τον Θεάνθρωπο, αλλά και προς τον συνάνθρωπο

Next Article

Ἡ σταυρική θυσία, ἡ ὁδός δόξης τοῦ ἀνθρώπου