1 Φεβρουαρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ρωμ. η΄ 28-39

     28 Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν· 29 ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· 30 οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε, καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν, οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασε. 31 Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾿ ἡμῶν; 32 ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾿ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; 33 τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν· 34 τίς ὁ κατακρίνων; Χριστὸς ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθείς, ὃς καί ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. 35 τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; 36 καθὼς γέγραπται ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. 37 ἀλλ᾿ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. 38 πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα 39 οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. δ΄ 31-36

     31 Καὶ κατῆλθεν εἰς Καπερναοὺμ πόλιν τῆς Γαλιλαίας, καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασι· 32 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ. 33 Καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξε φωνῇ μεγάλῃ 34 λέγων· ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. 35 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. καὶ ῥῖψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον ἐξῆλθεν ἀπ᾿ αὐτοῦ, μηδὲν βλάψαν αὐτόν. 36 καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες· τίς ὁ λόγος οὗτος, ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ ἐξέρχονται;

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΤΡΥΦΩΝ

     Τήν 1ην Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴν μνήμη τοῦ ἁγίου μάρτυρος Τρύφωνος. Ὁ ἅγιος Τρύφων καταγόταν ἀπὸ τὴν Φρυγία καὶ ἔζησε ἐπὶ βασιλέως Γορδιανοῦ τὸ 239 μ.Χ. Ὅταν ἦταν πολὺ νέος εἶχε ὡς ἐπάγγελμα νὰ βόσκη χῆνες. Παρ᾽ ὅλο ὅμως τὸ ταπεινὸ ἐπάγγελμα ποὺ ἐξασκοῦσε, ἡ εὐσέβεια καὶ ἡ ἀγάπη του πρὸς τὸν Κύριο ἦταν τόση, ποὺ ἡ χάρις τοῦ Ἁγίου Πνεύματος τὸν εἶχε ἐπισκιάσει καὶ μέσῳ αὐτῆς ἰάτρευε κάθε ἀσθένεια καὶ ἐξεδίωκε δαιμόνια. Μάλιστα εἶχε ἰατρεύσει ἀπὸ δαιμόνιο καὶ τὴν κόρη τοῦ βασιλέα Γορδιανοῦ καὶ ἐξ αἰτίας αὐτοῦ τοῦ θαύματος πολλοὶ εἰδωλολάτρες εἶχαν πιστεύσει στὴν πίστη τοῦ Χριστοῦ. Κατὰ τοὺς χρόνους τοῦ βασιλέα Δεκίου διαβλήθηκε ὁ ἅγιος Τρύφων στὸν ἔπαρχο τῆς Ἀνατολῆς Ἀκυλῖνο ὅτι εἶναι χριστιανὸς καὶ ὅτι δὲν προσκυνεῖ τὰ εἴδωλα. Γι᾽ αὐτὸ ὁδηγήθηκε στὸν ἔπαρχο καὶ ἀφοῦ ὁμολόγησε τὸν Κύριο ὡς Θεὸ ἀληθινὸν, στὴν ἀρχὴ τόν ἔδειραν μὲ ξύλινα σπαθιὰ, κατόπιν τόν ἔδεσαν σὲ ἄλογα, τὰ ὁποῖα διωκόμενα ἔτρεχαν σὲ τόπους κρημνώδεις καὶ δύσβατους σέρνοντας ἀπὸ πίσω τὸν ἅγιο Τρύφωνα. Μετὰ ἀπὸ αὐτὰ ἔσυραν τὸν ἅγιον γυμνὸ πάνω σὲ σιδερένια καρφιά, τὸν ἔδειραν ἀνελέητα καὶ τοῦ κατέκαψαν τὶς σάρκες του μὲ ἀναμμένες λαμπάδες. Στὸ τέλος ἀποφασίσθηκε νὰ ἀποκεφαλισθῆ μὲ ξίφος. Προτοῦ ὅμως ἀποκεφαλισθῆ ὁ ἅγιος Τρύφων παρέδωσε τὴν ἁγία ψυχή του στά χέρια τοῦ Κυρίου.

Ἀπολυτίκιον
Τρυφὴν τὴν ἀκήρατον, ἰχνηλατῶν ἐκ παιδός, βασάνους ὑπήνεγκας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, καὶ ἤθλησας ἄριστα ὅθεν τὴν τῶν θαυμάτων, κομισάμενος χάριν, λύτρωσαι πάσης βλάβης, καὶ παντοίας ἀνάγκης, Τρύφων Μεγαλομάρτυς, τοὺς σὲ μακαρίζοντας.

Μεγαλυνάριον
Ἴχνεσιν ἑπόμενος ἀκλινῶς, Τρύφων ἀθλοφόρε, τοῦ φανέντος ἐπὶ τῆς γῆς, τῶν αὐτοῦ χαρίτων δοχεῖον ἀνεδείχθης, καὶ ἱεροῖς ἀγῶσι Μάρτυς διέπρεψας.

Previous Article

Έλληνες μεγαλοσχήμονες κάνουν πόλεμο έναντι της ίδιας τους της χώρας

Next Article

Nέα μέτρα για τις Εκκλησίες από το Σάββατο

Διαβάστε ακόμα