11 Αὐγούστου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Κορ. α΄ 12-20

  12 Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστί, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ Θεοῦ, οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ᾿ ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς. 13 οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλ᾿ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε, ἐλπίζω δὲ ὅτι καὶ ἕως τέλους ἐπιγνώσεσθε, 14 καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους ὅτι καύχημα ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν, ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ. 15 Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρὸς ὑμᾶς ἐλθεῖν πρότερον, ἵνα δευτέραν χάριν ἔχητε, 16 καὶ δι᾿ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς καὶ ὑφ᾿ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν. 17 τοῦτο οὖν βουλόμενος μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; ἢ ἃ βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ᾿ ἐμοὶ τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ; 18 πιστὸς δὲ ὁ Θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ναὶ καὶ οὔ. 19 ὁ γὰρ τοῦ Θεοῦ υἱὸς Ἰησοῦς Χριστὸς ὁ ἐν ὑμῖν δι᾿ ἡμῶν κηρυχθείς, δι᾿ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο ναί καὶ οὔ, ἀλλὰ ναὶ ἐν αὐτῷ γέγονεν· 20 ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ, ἐν αὐτῷ τὸ ναὶ καὶ ἐν αὐτῷ τὸ ἀμὴν τῷ Θεῷ πρὸς δόξαν δι᾿ ἡμῶν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. κβ΄ 23-33

   23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν. καὶ ἐπηρώτησαν αὐτὸν 24 λέγοντες· διδάσκαλε, Μωσῆς εἶπεν, ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 25 ἦσαν δὲ παρ᾿ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησε, καὶ μὴ ἔχων σπέρμα ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· 26 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά. 27 ὕστερον δὲ πάντων ἀπέθανε καὶ ἡ γυνή. 28 ἐν τῇ οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται ἡ γυνή; πάντες γὰρ ἔσχον αὐτήν. 29 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. 30 ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται, ἀλλ᾿ ὡς ἄγγελοι Θεοῦ ἐν οὐρανῷ εἰσι. 31 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος, 32 ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. 33 καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΕΥΠΛΟΥΣ Ο ΔΙΑΚΟΝΟΣ

   Στίς 11 Αὐγούστου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου μεγαλομάρτυρος Εὔπλου τοῦ Διακόνου. Ἔζησε κατά τούς χρόνους τοῦ Διοκλητιανοῦ (296) καί καταγόταν ἀπό τήν Κατάνη τῆς Σικελίας. Κατηγορήθηκε στόν ἄρχοντα Καλβιασιανό γιά τήν χριστιανική του πίστη καί ἐπειδή δέν ἀρνιόταν τόν Χριστό, τόν ἔδεσαν καί ἀφοῦ τόν κρέμασαν σέ ἕνα ὄρθιο ξύλο τόν ξέσχισαν μέ σιδερένια νύχια. Μία θεϊκή φωνή τοῦ ἔδινε κουράγιο νά ἀντέξει τά ἀπάνθρωπα βασανιστήρια· κατόπιν συνέτριψαν τίς κνῆμες του μέ σφυριά καί τόν ἔριξαν στή φυλακή. Ὁ ἅγιος προσευχόμενος θαυματούργησε καί ἀνέβλυσε νερό μέσα στή φυλακή, γι’αὐτό καί τόν ἔβγαλαν ἀπό ἐκεῖ. Τόν ξαναφυλάκισαν πληγώνοντας τά αὐτιά του μέ σιδερένια καί πυρωμένα νύχια. Τέλος τόν ἀποκεφάλισαν καί ἡ ἁγία του ψυχή ἀνῆλθε στόν Κύριο.

Ἀπολυτίκιον

(Ἦχος δ΄. Ταχύ προκατάλαβε.)

   Ὡς θεῖος διάκονος, τῆς Ἐκκλησίας Χριστοῦ, ὁσίως διήγαγες, τὰ πρὸς Θεὸν καὶ πιστῶς, καὶ ἤθλησας ἄριστα, σὺ γὰρ ἐν τῷ πελάγει, τῶν ποικίλων ἀγώνων, εὔπλοος ἀνεδείχθης, παμμακάριστε Εὖπλε. Καὶ νῦν ἠμᾶς πρὸς λιμένα, θείον κυβέρνησον.

Μεγαλυνάριον

  Ἄθλους διανύσας μαρτυρικούς, καί λύθροις αἱμάτων, πορφυρώσας τήν σήν στολήν, τῷ Χριστῷ παρέστης, ὡς μάρτυς τροπαιοῦχος, ὦ Εὖπλε Διακόνων τό ἐγκαλλώπισμα.

Previous Article

12 Αὐγούστου

Next Article

10 Αὐγούστου