13 Ἰανουαρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἑβρ. η΄ 7-13

   7 Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. 8 μεμφόμενος γὰρ αὐτοῖς λέγει· ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν, 9 οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος· 10 ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος· διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. 11 καὶ οὐ μὴ διδάξουσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων· γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν· 12 ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. 13 ἐν τῷ λέγειν καινὴν πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ.

 

Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ

   7 Εἶναι δὲ πράγματι καλυτέρα ἡ νέα διαθήκη. Διότι ἐὰν ἡ πρώτη ἐκείνη διαθήκη ἦτο τελεία καὶ δὲν εἶχεν ἐλλείψεις,δὲν θὰ ἐζητεῖτο τόπος διὰ δευτέραν διαθήκην καὶ δὲν θὰ εἰσήγετο δευτέρα διαθήκη. 8 Ἐπροφητεύθη δὲ ἀπὸ αὐτὸ τὸ Ἅγιον Πνεῦμα καὶ ἡ δευτέρα διαθήκη. Διότι κατηγορῶν ὁ Θεὸς αὐτούς, ποὺ ἔλαβαν τὴν πρώτην διαθήκην, λέγει διὰ τοῦ προφήτου Ἱερεμίου· Ἰδοὺ ἔρχονται ἡμέραι, λέγει ὁ Κύριος, καὶ θὰ συνάψω μὲ τὸν οἶκον Ἰσραὴλ καὶ μὲ τὸν οἶκον Ἰούδα, μὲ τὸν νέον Ἰσραὴλ τῆς χάριτος, διαθήκην νέαν. 9 Ἡ νέα αὐτὴ διαθήκη δὲν θὰ εἶναι ὅμοια μὲ ἐκείνην, ποὺ ἔκαμα πρὸς τοὺς προπάτορας τοῦ παλαιοῦ Ἰσραὴλ καὶ Ἰούδα τὴν ἡμέραν, ποὺ τοὺς ἔπιασα ἀπὸ τὸ χέρι διὰ νὰ τοὺς βγάλω ἐλευθέρους ἀπὸ τὴν γῆν τῆς Αἰγύπτου. Ἐκείνη ἡ διαθήκη θὰ καταργηθῇ, διότι αὐτοὶ δὲν ἔμειναν πιστοὶ εἰς τὴν διαθήκην μου καὶ δι’ αὐτὸ καὶ ἐγὼ τοὺς παρημέλησα, λέγει ὁ Κύριος. 10 Διότι αὐτὴ εἶναι ἡ νέα διαθήκη, τὴν ὁποίαν θὰ συνάψω μὲ τὸν οἶκον τοῦ νέου πνευματικοῦ Ἰσραὴλ ὕστερα ἀπὸ τὰς ἡμέρας ἐκείνας, λέγει ὁ Κύριος. Θὰ δώσω δηλαδὴ τοὺς νόμους μου εἰς τὴν διάνοιάν των καὶ θὰ γράψω αὐτοὺς ὄχι εἰς πλάκας λιθίνας, ἀλλὰ βαθεῖα εἰς τὰς καρδίας των, καὶ θὰ εἶμαι εἰς αὐτοὺς Θεὸς καὶ αὐτοὶ θὰ εἶναι εἰς ἐμὲ λαὸς ἐκλεκτός. 11 Καὶ δὲν θὰ διδάσκουν τότε ὁ καθένας των τὸν συμπατριώτην του καὶ τὸν ἀδελφόν του λέγων· Μάθε τὸν Κύριον. Διότι ὅλοι θὰ μὲ γνωρίζουν ἀπὸ τὸν μικρόν τους ἕως τὸν μεγάλον ἐξ αὐτῶν. 12 Καὶ θὰ μὲ γνωρίζουν ὅλοι, διότι θὰ εἶμαι ἵλεως εἰς τὰς ἀδικίας των καὶ δὲν θὰ ἐνθυμηθῶ πλέον τὰς ἁμαρτίας των καὶ τὰς ἀνομίας των. 13 Ὅταν δὲ εἶπεν ὁ Θεὸς Νέαν Διαθήκην, μὲ αὐτὸ ποὺ εἶπεν, ἔκαμεν ἀπὸ τότε παλαιὰν τὴν πρώτην διαθήκην. Ἐκεῖνο δὲ ποὺ παληώνει καὶ γηράσκει, πλησιάζει πρὸς τὴν ἑξαφάνισιν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. κ’ 1-8

   1 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις 2 καὶ εἶπον πρὸς αὐτὸν λέγοντες· εἰπὲ ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην; 3 ἀποκριθεὶς δὲ εἶπε πρὸς αὐτούς· ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον καὶ εἴπατέ μοι· 4 τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; 5 οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ, διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 6 ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι. 7 καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. 8 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

 

Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ

  1 Καὶ κατὰ μίαν ἀπὸ τὰς ἀξιομνημονεύτους ἐκείνας ἡμέρας, ἐνῷ αὐτὸς ἐδίδασκε τὸν λαὸν εἰς τὸ ἱερὸν καὶ ἐκήρυττε τὸ εὐαγγέλιον τῆς σωτηρίας, συνέβη νὰ ἔλθουν ἔξαφνα οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς μαζὶ μὲ τοὺς προεστοὺς 2 καὶ τοῦ εἶπαν αὐτοὺς τοὺς λόγους· Εἰπέ μας, μὲ ποίαν ἐξουσίαν ἐνεργεῖς αὐτά; Ἢ ποῖος σοῦ ἔδωκε τὴν ἐξουσίαν αὐτὴν τοῦ νὰ διώχνῃς ἀπὸ τὸ ἱερὸν τοὺς ἀνθρώπους καὶ νὰ διδάσκῃς μέσα εἰς τὸν ἱερὸν αὐτὸν τόπον; 3 Ἀπεκρίθη δὲ καὶ τοὺς εἶπε· θὰ σᾶς ἐρωτήσω καὶ ἐγὼ περὶ ἑνὸς ζητήματος. Ἐφ’ ὅσον δὲ σεῖς παρουσιάζεσθε ὡς ἐξουσιοδοτημένοι διδάσκαλοι, ὁμιλήσατε πρῶτοι καὶ εἴπατέ μου τὴν ἐπὶ τοῦ ἐρωτήματός μου τούτου ἀπάντησίν σας. 4 Τὸ βάπτισμα τοῦ Ἰωάννου, ὁ ὁποῖος ἐμαρτύρησε δι’ ἐμὲ καὶ ὑπῆρξε πρόδρομός μου, ἦτο ἀπὸ τὸν οὐρανὸν καὶ ἀπὸ ἐντολὴν τοῦ Θεοῦ ἢ ἦτο ἀπὸ ἐπινόησιν καὶ ἐντολὴν ἀνθρώπων; 5Αὐτοὶ δὲ ἐσυλλογίσθησαν μεταξύ των καὶ εἶπαν, ὅτι ἐὰν εἴπωμεν, ὅτι ἦτο ἐξ οὐρανοῦ καὶ συνεπῶς εἶχεν ὁρισθῇ ἀπὸ τὸν Θεόν, θὰ εἴπῃ, διατὶ λοιπὸν δὲν ἐπιστεύσατε εἰς αὐτόν; 6 Ἐὰν δὲ εἴπωμεν, ὅτι τὸ βάπτισμα τοῦ Ἰωάννου ἦτο ἐπινόησις ἀνθρώπων, ὅλος ὁ λαὸς θὰ μᾶς καταλιθοβολήσῃ, διότι ὅλοι εἶναι πεπεισμένοι, ὅτι ὁ Ἰωάννης ἦτο προφήτης. 7Καὶ αὐτοί, ποὺ ἐκαυχῶντο, ὅτι ἦσαν oὶ ἀνεγνωρισμένοι διδάσκαλοι τοῦ Ἰσραήλ, ἀπεκρίθησαν, ὅτι δὲν ἤξευραν, πόθεν ἦτο τὸ βάπτισμα τοῦ Ἰωάννου. 8 Καὶ τότε ὁ Ἰησοῦς εἶπεν εἰς αὐτούς· Οὔτε ἐγὼ σᾶς λέγω, μὲ ποίαν ἐξουσίαν καὶ μὲ ποῖον δικαίωμα πράττω αὐτὰ ποὺ βλέπετε.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΙ ΑΓΙΟΙ ΕΡΜΥΛΟΣ ΚΑΙ ΣΤΡΑΤΟΝΙΚΟΣ

    Στίς 13 Ἰανουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἁγίων μαρτύρων Ἑρμύλου καί Στρατονίκου. Οἱ ἅγιοι αὐτοί ἔζησαν στούς χρόνους τοῦ βασιλέα Λικινίου καί ὁ μέν Ἕρμυλος ἦταν διάκονος στό ἀξίωμα ὁ δέ Στρατόνικος ἦταν φίλος του. Ὅταν συνελήφθη ὁ ἅγιος Ἕρμυλος ἀπό τούς εἰδωλολάτρες, ἐπειδή ἦταν χριστιανός, στήν ἀρχή τόν ἔδειραν ἀπάνθρωπα μέ μαστίγιο, τό ὁποῖο εἶχε χάλκινα σφαιρίδια καί κατόπιν τοῦ ξέσκισαν τό σῶμα μέ ραβδιά ἀκανθωτά. Βλέποντας ὁ φίλος του Στρατόνικος ὅτι τόν κτυποῦσαν τόσο ἀπάνθρωπα, ὥστε ἄνοιξε ἡ κοιλιά του, τόν συμπόνεσε καί μέ τήν σύμφωνη γνώμη τοῦ Ἑρμύλου παρουσιάσθηκε καί αὐτός στόν βασιλέα καί μέ παρρησία ὁμολόγησε τήν πίστη του στόν Χριστό, ὡς Θεό ἀληθινό. Ἀφοῦ τόν ἔδειραν καί αὐτόν μέ πολύ ἀσπλαγχνία, μαζί μέ τόν Ἕρμυλο τούς ἔρριξαν στόν Δούναβη ποταμό, ὅπου οἱ ἀοίδιμοι ἔλαβαν τόν στέφανο τοῦ μαρτυρίου καί ἀξιώθηκαν τῆς οὐρανίου Βασιλείας.

Ἀπολυτίκιον

Ἦχος γ΄. Θείας Πίστεως

   Δυὰς ἔνθεος, ὁμολογοῦντες, τὴν Ὑπέρθεον, πιστῶς Τριάδα, ἀνεδείχθητε πανεύφημοι Μάρτυρες, ὁ εὐκλεὴς καὶ ἀήττητος Ἔρμυλος, καὶ ὁ στερρὸς καὶ θεόφρων Στρατόνικος. Ἀλλ’ ὡς σύμμορφοι, ἐν δόξῃ τῇ ὑπὲρ ἔννοιαν, αἰτήσασθε ἡμῖν τὸ μέγα ἔλεος.

Μεγαλυνάριον

   Γνώμῃ ὁμοψύχῳ καί σταθηρᾷ, Ἕρμυλος ὁ θεῖος, καί Στρατόνικος ὁ κλεινός, τοῦ Χριστοῦ τό πάθος, δοξάσαντες δι’ ἄθλων, τῆς ἀειζώου δόξης κατηξιώθησαν.

Previous Article

14 Ἰανουαρίου

Next Article

12 Ἰανουαρίου