13 Φεβρουαρίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Ἰω. 1-13

   1 Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, 2 διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ᾿ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· 3 ἔσται μεθ᾿ ὑμῶν χάρις, ἔλεος, εἰρήνη παρὰ Θεοῦ πατρὸς καὶ παρὰ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ. 4 Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός. 5 καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν γράφων σοι καινήν, ἀλλὰ ἣν εἴχομεν ἀπ᾿ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους. 6 καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. Αὕτη ἐστὶν ἡ ἐντολή, καθὼς ἠκούσατε ἀπ᾿ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε. 7 ὅτι πολλοὶ πλάνοι εἰσῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. 8 βλέπετε ἑαυτούς, ἵνα μὴ ἀπολέσωμεν ἃ εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ἀπολάβωμεν. 9 πᾶς ὁ παραβαίνων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ Θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει. 10 εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε· 11 ὁ γὰρ λέγων αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς. 12 Πολλὰ ἔχων ὑμῖν γράφειν, οὐκ ἠβουλήθην διὰ χάρτου καὶ μέλανος, ἀλλὰ ἐλπίζω ἐλθεῖν πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη. 13 ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς· ἀμήν.

 

Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ

   1 Ο κατὰ τὴν ἡλικίαν καὶ τὸ ἀξίωμα πρεσβύτερος γράφω τὴν ἐπιστολὴν ταύτην πρὸς ἐκλεκτὴν κυρίαν καὶ τὰ τέκνα της· πρὸς Ἐκκλησίαν ἐκλεγεῖσαν ἀπὸ τὸν Θεόν καὶ πρὸς τὰ πιστὰ μέλη της, ποὺ ἐγὼ τοὺς ἀγαπῶ ἀγάπην, ἡ ὁποία ἐμπνέεται καὶ κυριαρχεῖται ὑπὸ τῆς ἀληθείας. Καὶ ὄχι μόνον ἐγὼ ἀγαπῶ αὐτούς, ἄλλα καὶ ὅλοι ὅσοι ἔχουν γνωρίσει τὴν πνευματικὴν ἀλήθειαν, ποὺ μᾶς ἀπεκάλυψεν ὁ Χριστός. 2 Καὶ σᾶς ἀγαπῶμεν διὰ τὴν ἀλήθειαν, ἡ ὁποία μένει μέσα μᾶς καὶ κυριαρχεῖ ἐφ’ ὁλοκλήρου τῆς ζωῆς μας. Καὶ ἡ ἀλήθεια αὐτὴ θὰ εἶναι μαζί μας αἰωνίως καὶ τὸ ψεῦδος τῆς αἱρέσεως καὶ τῆς πλάνης δὲν θὰ εὕρῃ ποτὲ εἴσοδον εἰς τὰς ψυχάς μας. 3 Εἴθε νὰ εἶναι, καὶ ὡρισμένως θὰ εἶναι μαζί σας χάρις, ἔλεος, εἰρήνη ἀπὸ τὸν Θεόν Πατέρα καὶ ἀπὸ τὸν Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Πατρός, καὶ νὰ συνοδεύωνται ταῦτα μὲ γνῶσιν τῆς ἀληθείας καὶ μὲ ἄσκησιν τῶν ἔργων τῆς ἀγάπης. 4 Ἐχάρην πάρα πολύ, διότι ηὗρα μερικὰ ἀπὸ τὰ τέκνα σου νὰ βαδίζουν ἐμπνεόμενα καὶ καθοδηγούμενα ἀπὸ τὴν ἀλήθειαν του εὐαγγελίου, σύμφωνα μὲ τὴν ἐντολήν, ποὺ ἐλάβομεν ἀπὸ τὸν Θεόν Πατέρα διὰ μέσου τοῦ Ἰησοῦ Χριστοῦ, ὁ ὁποῖος ἐξ ὀνόματος τοῦ Πατρός του ὡμίλησε καὶ μᾶς ἐδίδαξε τὴν ἀλήθειαν αὐτήν. 5 Καὶ τώρα σὲ παρακαλῶ, κυρία, ὄχι σὰν νὰ σοῦ ἔγραφα κάποιαν ἐντολὴν νέαν, ἀλλὰ τὴν ἐντολήν, ποὺ εἴχαμεν ἐξ ἀρχῆς, ἤτοι νὰ ἀγαπώμεθα μεταξύ μας. 6 Καὶ εἰς τοῦτο συνίσταται ἡ ἀγάπη, εἰς τὸ νὰ συμπεριφερώμεθα καὶ πολιτευώμεθα σύμφωνα μὲ τὰς ἐντολάς του. Ἡ ἀγάπη αὐτὴ εἶναι ἡ κυρία καὶ περιεκτικὴ ὅλων τῶν ἄλλων ἐντολή, καθὼς ἠκούσατε ἐξ ἀρχῆς τοῦ εὐαγγελικοῦ κηρύγματος, ἵνα βαδίζετε ἐμπνεόμενοι ἀπὸ αὐτὴν καὶ συμμορφούμενοι πρὸς αὐτήν. 7 Πρέπει δὲ νὰ βαδίζετε τὸν δρόμον τῆς ἀγάπης καὶ νὰ μὴ εἶσθε διεσπασμένοι, διότι ἀνεφάνησαν εἰς τὸν κόσμον πολλοί, ποὺ διδάσκουν πλάνας καὶ πλανοῦν μὲ αὐτὰς τοὺς πιστούς. Οἱ πλάνοι αὐτοὶ δὲν ὁμολογοῦν, ὅτι ὁ Ἰησοῦς Χριστὸς ἑξακολουθεῖ ὡς ἀρχιερεύς μας νὰ εἶναι εἰς τοὺς οὐρανοὺς μὲ πραγματικὴν σάρκα καὶ φύσιν ἀνθρωπίνην καὶ μὲ αὐτὴν πρόκειται νὰ ἔλθῃ ὡς Κριτής. Αὐτός, ποὺ δὲν ὁμολογεῖ τὴν ἀλήθειαν αὐτήν, εἶναι ὁ κατ’ ἐξοχὴν ἀπατεὼν καὶ ὁ ἀντίχριστος. 8 Προσέχετε πολὺ τοὺς ἑαυτούς σας, διὰ νὰ μὴ χάσωμεν ὅσα ἔχομεν ἐργασθῆ, ἀλλὰ λάβωμεν πλήρη καὶ τελείαν ἀνταμοιβήν. 9 Καθένας ποὺ βγαίνει ἔξω καὶ δὲν μένει μέσα εἰς τὴν διδαχὴν τοῦ Χριστοῦ διὰ τῆς ἀκριβοῦς τηρήσεως αὐτῆς, αὐτὸς δὲν ἔχει τὸν Θεόν, άλλ’ εἶναι χωρισμένος ἀπὸ αὐτόν. Ἐκεῖνος, ποὺ μένει εἰς τὴν διδαχὴν τοῦ Χριστοῦ, αὐτὸς καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν ἔχει, διότι οὗτος ἔγινε ναὸς τοῦ Θεοῦ. 10 Ἐὰν κανεὶς σᾶς ἐπισκέπτεται καὶ δὲν φέρῃ τὴν διδαχὴν αὐτήν, μὴ δέχεσθε αὐτὸν πρὸς φιλοξενίαν εἰς τὴν οἰκίαν σας καὶ οὔτε χαιρετισμὸν νὰ ἀπευθύνετε πρὸς αὐτόν. 11 Διότι ἐκεῖνος, ποὺ χαιρετᾷ αὐτόν, γίνεται συγκοινωνὸς πρὸς τὰ πονηρά του ἔργα, ἐπειδὴ μὲ τὴν σχέσιν του καὶ τὸν χαιρετισμόν του τὸν ἐνθαρρύνει εἰς ἑξακολούθησιν αὐτῶν. 12 Καίτοι ἔχω πολλὰ νὰ σᾶς γράψω, δὲν ἠθέλησα μὲ χαρτὶ καὶ μελάνι νὰ σᾶς γράψω ταῦτα, ἀλλ’ ἐλπίζω νὰ ἔλθω καὶ νὰ μιλήσω κατ’ εὐθεῖαν στόμα μὲ στόμα, διὰ νὰ εἶναι ἡ χαρά μας τελεία. 13 Σὲ χαιρετοῦν ἐγκαρδίως τὰ τέκνα τῆς ἐν Χριστῷ ἀδελφῆς σου, ποὺ ἐξελέγη καὶ αὐτὴ ἀπὸ τὸν Θεόν ὅπως σύ. Ἀμήν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. ιε΄ 20, 22, 25, 33-41

20 Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰ ἴδια, καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν.

22 Καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολγοθᾶ τόπον, ὅ ἐστι μεθερμηνευόμενον κρανίου τόπος.

25 ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν.

33 Γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης· 34 καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· Ἐλωΐ Ἐλωΐ, λιμᾶ σαβαχθανί; ὅ ἐστι μεθερμηνευόμενον, ὁ Θεός μου ὁ Θεός μου, εἰς τί με ἐγκατέλιπες; 35 καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· ἴδε Ἠλίαν φωνεῖ.36 δραμ ὼν δὲ εἷς καὶ γεμίσας σπόγγον ὄξους περιθείς τε καλάμῳ ἐπότιζεν αὐτὸν λέγων· ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν. 37 ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσε. 38 Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω. 39 Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτω κράξας ἐξέπνευσεν, εἶπεν· ἀληθῶς ὁ ἄνθρωπος οὗτος υἱὸς ἦν Θεοῦ. 40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς ἦν καὶ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ μήτηρ, καὶ Σαλώμη, 41 αἳ καὶ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.

 

Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ

20  καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰ ἴδια, καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν.

22 Καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολγοθᾶν τόπον, ὅ ἐστι μεθερμηνευόμενον κρανίου τόπος.

25 ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν.

33 Γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης· 34 καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· Ἐλωῒ Ἐλωῒ, λιμᾶ σαβαχθανί; ὅ ἐστι μεθερμηνευόμενον, ὁ Θεός μου ὁ Θεός μου, εἰς τί με ἐγκατέλιπες; 35 καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· Ἴδε Ἠλίαν φωνεῖ. 36 δραμὼν δέ εἷς καὶ γεμίσας σπόγγον ὄξους περιθεὶς τε καλάμῳ ἐπότιζεν αὐτόν λέγων· Ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν. 37 ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσε. 38 Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω. 39 Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτω κράξας ἐξέπνευσεν, εἶπεν· Ἀληθῶς ὁ ἄνθρωπος οὗτος υἱὸς ἦν Θεοῦ. 40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς ἦν καὶ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ μήτηρ καὶ Σαλώμη, 41 αἳ καὶ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΟΣΙΟΣ ΜΑΡΤΙΝΙΑΝΟΣ

   Στίς 13 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου Μαρτινιανοῦ. Ὁ ἅγιος Μαρτινιανός ἔζησε στήν Καισάρεια τῆς Παλαιστίνης κατά τούς χρόνους τοῦ Θεοδοσίου τοῦ μικροῦ. Μετά ἀπό πολλά χρόνια ἄσκησης καί πειρασμῶν ὁ Θεός ἐπέτρεψε νά δοκιμασθῆ ἀπό μία γυναίκα πού εἶχε κακές προθέσεις. Ἡ γυναίκα αὐτή πῆγε στόν τόπο πού ἀσκήτευε καί προσποιούμενη ὅτι εἶχε χαθεῖ τοῦ ζήτησε τόπο νά διανυκτερεύση. Ὁ ἅγιος Μαρτινιανός παραχώρησε τό κατάλυμά του καί ἴδιος ἀποσύρθηκε στό ἐσωτερικό τῆς σπηλιᾶς του. Ὅμως κάποια στιγμή ἡ γυναίκα φανέρωσε τίς προθέσεις της καί παρακινοῦσε τόν ὅσιο νά ἐνδώση στήν κακή πράξη. Ὁ ὅσιος βλέποντας τόν λογισμό του νά ἔχη ἐνδώσει, μέ τήν χάρη τοῦ Θεοῦ ἄναψε φωτιά καί μπῆκε μέσα σέ αὐτήν. Ἔτσι ταπείνωσε τήν ἀγριότητα τῆς σάρκας καί ἦλθε στά συγκαλά του· κατόπιν ἔφερε σέ συναίσθηση τήν γυναίκα, τήν ὁποία ἔπεισε νά ἀρνηθῆ τόν κόσμο. Ὁ ἅγιος κατόπιν ἀναχώρησε σέ ἕνα ἐρημικό νησί, ὅπου παρέμεινε ἐκεῖ δέκα χρόνια, ἕως ὅτου ναυάγησε κάποιο πλοῖο καί κάποια κόρη ζήτησε ἀπό τόν ἅγιο Μαρτινιανό τήν σωτηρία. Ὁ ἅγιος Μαρτινιανός ἔσωσε τήν κόρη, ἀλλά ὁ ἴδιος ἀφοῦ προσευχήθηκε μπῆκε στήν θάλασσα καί ἀφέθηκε στήν πρόνοια τοῦ Θεοῦ. Τότε ἦλθαν δελφίνια πού τόν πῆραν στόν ὦμο τους καί τόν ὁδήγησαν στήν στεριά. Ἀπό τότε ὁ ὅσιος πέρασε τό ὑπόλοιπο τῆς ζωῆς του περπατώντας ἀπό τόπο σέ τόπο λέγοντας “φεῦγε Μαρτινιανέ”. Κατέληξε στήν Ἀθήνα καί ἀφοῦ παρέμεινε ἐκεῖ λίγο καιρό ἐκδήμησε πρός τόν Κύριο.

Ἀπολυτίκιον

Ἦχος πλ. δ΄.

   Τήν φλόγα τῶν πειρασμῶν, δακρύων τοῖς ὀχετοῖς, ἐναπέσβεσας Μακάριε, καί τῆς θαλάσσης τά κύματα, καί τῶν θηρῶν τά ὁρμήματα, χαλινώσας ἐκραύγαζες· Δεδοξασμένος εἶ Παντοδύναμε, πυρός καί ζάλης ὁ σώσας με.

Μεγαλυνάριον

   Ὁ διά γυναίου ἐπιβαλών, πάλαι τῷ Γενάρχῃ, καί συλήσας αὐτόν οἰκτρῶς, οὕτω καί σοί Πάτερ, ὑπούλως ἐπετέθη, ἄλλ’ ἥττηται εἰς τέλος τῇ καρτερίᾳ σου.

Previous Article

14 Φεβρουαρίου

Next Article

12 Φεβρουαρίου