15 Νοεμβρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἐφεσ. β’ 4-10

     Ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ· χάριτί ἐστε σεσωσμένοι· καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ᾿ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ι’ 25-37

     Ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν καὶ λέγων· διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ὁ δὲ εἶπε πρὸς αὐτόν· ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν· εἶπε δὲ αὐτῷ· ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν Ἰησοῦν· καὶ τίς ἐστί μου πλησίον; ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα. κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. ὁμοίως δὲ καὶ Λευΐτης γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε. Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ᾿ αὐτόν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη, καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ· καὶ ἐπὶ τὴν αὔριον ἐξελθών, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ,τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; ὁ δὲ εἶπεν· ὁ ποιήσας τὸ ἔλεος μετ᾿ αὐτοῦ. εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· πορεύου καὶ σὺ ποίει ὁμοίως.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΠΑΪΣΙΟΣ ΒΕΛΙΤΣΚΟΦΣΚΙ

     Τήν 15η Νοεμβρίου ἡ Ἐκκλησία τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Παϊσίου Βελιτσκόφσκι. Ὁ ὅσιος Παΐσιος γεννήθηκε στήν Πολτάβα τῆς Οὐκρανίας τό 1722, ἀπό ἱερατική οἰκογένεια. Σέ νεαρά ἡλικία ἐγγράφηκε στήν θεολογική Ἀκαδημία τοῦ Κιέβου, ἀπό ὅπου ἀποχώρησε ἀργότερα, διότι διδασκόταν ἡ θεολογική ἐπιστήμη διαχωρισμένη ἀπό τήν παραδοσιακή εὐσέβεια. Ἔκτοτε ἀναζητοῦσε τήν γνήσια Ὀρθόδοξη παράδοση καί τούς ἀληθινούς ἐκφραστές της. Ἐκάρη μοναχός τό 1741 σέ μοναστήρι τῆς δυτικῆς Οὐκρανίας καί ἔλαβε τό ὄνομα Πλάτων. Μετά ἀπό πολλές περιπλανήσεις κατέληξε στό Ἅγιον Ὄρος μέ τόν πόθο νά βρῆ γέροντα, στόν ὁποῖο νά ὑποταχθῆ. Ἔλαβε τό μεγάλο σχῆμα καί μετονομάσθηκε Παΐσιος. Τήν ἴδια ἐποχή ἕνας μοναχός ζήτησε νά μείνη μαζί του• ἔτσι σταδιακά ἄρχισε νά συγκροτεῖται ἀδελφότητα στήν Σκήτη τοῦ Προφήτου Ἠλιοῦ. Γιά νά ἱκανοποιηθοῦν οἱ λειτουργικές ἀνάγκες τῆς ἀδελφότητας ὁ ὅσιος Παΐσιος χειροτονήθηκε ἱερέας καί πνευματικός καί ἄρχισε νά συγκεντρώνη ἑρμηνευτικά ἔργα τῆς πατερικῆς ὀρθόδοξης παράδοσης, τά ὁποῖα μετέφραζε στά σλαβονικά. Τό 1763 φεύγει ἀπό τό Ἅγιον Ὄρος καί ἐγκαταστάθηκε στό μοναστήρι τῆς Δραγομίνας στήν Μολδαβία, ὅπου δημιουργήθηκε ἀδελφότητα μέ 350 μοναχούς, ἡ ὁποία ἐγκαταστάθηκε ἀργότερα στήν Μονή τοῦ Σέκου μετά τήν κατάληψη τῆς Δραγομίνας ἀπό τούς Τούρκους. Ἐκεῖ ὁ ὅσιος Παΐσιος πῆρε ὑπό τήν πνευματικὴ ἐποπτεία του καί τήν Μονή Νεάμτς καί ἔλαβε τό ὀφφίκιο τοῦ ἀρχιμανδρίτου. Τήν ἴδια ἐποχή ἐξέδωσε τόν πρῶτο τόμο τῆς Φιλοκαλίας. Μετά τήν κοίμησή του τό 1794 στό Νεάμτς, οἱ ρῶσοι ὑποτακτικοί του ἄρχισαν νά διασκορπίζονται στήν Ρωσία καί νά προκαλοῦν τήν γνωστή φιλοκαλική ἀναγέννηση, ἡ ὁποία ἦταν ἡ αἰτία νά ἱδρυθῆ ἡ περίφημη Μονή τῆς Ὄπτινα.

Previous Article

Μερικές σκέψεις σχετικές με την τραγική πραγματικότητα την οποία βιώνουμε

Next Article

Σκέψεις ἐπὶ τῇ ἐνάρξει τοῦ Ἁγίου Σαρανταημέρου

Διαβάστε ακόμα