15 Ἀπριλίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. β΄ 22-38

   22 Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους. Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησε δι᾿ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς καὶ αὐτοὶ οἴδατε, 23 τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον λαβόντες, διὰ χειρῶν ἀνόμων προσπήξαντες ἀνείλετε· 24 ὃν ὁ Θεὸς ἀνέστησε λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ᾿ αὐτοῦ. 25 Δαυΐδ γὰρ λέγει εἰς αὐτόν· προωρῴμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ. 26 διὰ τοῦτο εὐφράνθη ἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ᾿ ἐλπίδι, 27 ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. 28 ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου. 29 Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παῤῥησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυΐδ ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. 30 προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστὸν καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ, 31 προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ ὅτι οὐ κατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς ᾅδου οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. 32 τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. 33 τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθείς, τήν τε ἐπαγγελίαν τοῦ Ἁγίου Πνεύματος λαβὼν παρὰ τοῦ πατρός, ἐξέχεε τοῦτο ὃ νῦν ὑμεῖς βλέπετε καὶ ἀκούετε. 34 οὐ γὰρ Δαυΐδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός· εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου 35 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 36 ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ Κύριον καὶ Χριστὸν αὐτὸν ὁ Θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. 37 Ἀκούσαντες δὲ κατενύγησαν τῇ καρδίᾳ, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους· τί ποιήσομεν, ἄνδρες ἀδελφοί; 38 Πέτρος δὲ ἔφη πρὸς αὐτούς· μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος.

 

Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ

   22  Ἄνδρες, ἀπόγονοι τοῦ εὐλογημένου Ἰσραήλ, ἀκούσατε τοὺς λόγους αὐτούς, ποὺ θὰ σᾶς εἴπω· τὸν Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα, ὁ ὁποῖος ἀπεδείχθη μεταξύ σας ποῖος ἦτο ὄχι ἀπὸ ἄνθρωπον, ἀλλ’ ἀπὸ αὐτὸν τὸν Θεόν· καὶ ἀπεδείχθη μὲ δυνάμεις καὶ καταπληκτικὰ ἔργα καὶ ἀποδεικτικὰ θαύματα, ποὺ ἔκαμε δι’ αὐτοῦ ὁ Θεὸς έν μέσῳ ὑμῶν, καθὼς καὶ σεῖς οἱ ἴδιοι γνωρίζετε· 23 αὐτὸν τὸν Ἰησοῦν, ποὺ σᾶς παρεδόθη ἀπὸ τὸν προδότην σύμφωνα μὲ τὴν ὡρισμένην ἀπόφασιν καὶ πρόγνωσιν τοῦ Θεοῦ, ἀφοῦ τὸν ἐπιάσατε, τὸν ἐκαρφώσατε εἰς τὸν σταυρὸν καὶ τὸν ἐφονεύσατε διὰ τῶν Ρωμαίων στρατιωτῶν, οἱ ὁποῖοι ἦσαν ἐθνικοὶ καὶ ξένοι πρὸς τὸν Νόμον. 24 Τοῦτον ὁ Θεὸς ἀνέστησε καὶ ἔλυσε τὰς λύπας, ποὺ τοῦ ἐπροξένησεν ὁ θάνατος, διότι σύμφωνα μὲ τὰς προφητείας δὲν ἦτο δυνατὸν νὰ κρατῆται αὐτὸς ὑπὸ τοῦ θανάτου. 25 Δὲν ἦτο δυνατὸν δὲ νὰ μένῃ αὐτὸς πεθαμένος, διότι ὁ Δαβὶδ λέγει ἀναφερόμενος εἰς αὐτόν· Ἔβλεπα ἐγὼ ὁ Μεσσίας ἐμπρός μου τὸν Κύριον πάντοτε· τὸν ἔβλεπα, ὅτι εἶναι εἰς τὰ δεξιά μου ἕτοιμος νὰ μὲ προστατεύσῃ διὰ νὰ μὴ ἀνησυχῷ καὶ κλονισθῶ ἀπὸ φόβον ἢ κίνδυνον ὁποιονδήποτε. 26 Διότι δὲ αἰσθάνομαι τὸν Θεὸν εἰς τὰ δεξιά μου ἕτοιμον νὰ μὲ προστατεύσῃ, δι’ αὐτὸ εὐφράνθη ἡ καρδία μου καὶ ἐξεδήλωσα μεγάλην χαρὰν μὲ τὴν γλῶσσαν μου, ἀκόμη δὲ καὶ τὸ σῶμα μου κατὰ τὴν ὥραν τοῦ θανάτου θὰ ἀναπαυθῇ καὶ θὰ ἠσυχάσῃ εἰς τὸν τάφον μὲ ἐλπίδα, ὅτι γρήγορα θὰ ἀναστηθῇ. 27 Διότι δὲν θὰ ἐγκαταλείψῃς τὴν ψυχήν μου νὰ μείνῃ ἐπὶ πολὺν χρόνον εἰς τὸν τόπον τοῦ ᾍδου, οὔτε θὰ ἐπιτρέψῃς ὁ κατ’ ἐξοχὴν ἀφωσιωμένος εἰς σὲ γιός σου νὰ πάθῃ εἰς τὸ σῶμα του τὴν φθορὰν καὶ ἀποσύνθεσιν τοῦ τάφου. 28 Μοῦ ἔδειξες καὶ μοῦ ἐγνωστοποίησες δρόμους, οἱ ὁποῖοι ἀπὸ τὸν τάφον, ὅπου δι’ ὀλίγον καιρὸν θὰ παραμείνω, ὁδηγοῦν εἰς τὴν ἀληθινὴν καὶ μακαρίαν ζωήν· θὰ μὲ γεμίσῃς εὐφροσύνην, ὅταν θὰ μὲ ἀνυψώσῃς καὶ θὰ μὲ πάρῃς μαζί σου εἰς τοὺς οὐρανοὺς διὰ νὰ ἀπολαμβάνω καὶ ὡς ἄνθρωπος τὴν δόξαν τοῦ προσώπου σου. 29 Ἄνδρες ἀδελφοί, ἂς μοῦ ἐπιτραπῇ νὰ σᾶς εἴπω ἐλεύθερα διὰ τὸν πατριάρχην Δαβίδ, διὰ στόματος τοῦ ὁποίου ἐλέχθη ἡ προφητεία αὐτὴ, ὅτι αὐτὸς καὶ ἀπέθανε καὶ ἐτάφη καὶ τὸ μνημεῖον του εἶναι μεταξύ μας ἐδῶ εἰς τὰ Ἱεροσόλυμα μέχρι τῆς σημερινῆς ἡμέρας. Δὲν ἐφαρμόζεται λοιπὸν ἡ προφητεία αὐτὴ εἰς τὸν Δαβίδ, ποὺ παραμένει πεθαμένος καὶ θαμμένος ἕως σήμερον. 30 Ἀλλ’ ὁ Δαβὶδ προικισμένος μὲ μόνιμον χάρισμα προφητείας καὶ γνωρίζων, ὅτι ὁ Θεὸς τοῦ ὑπεσχέθη μὲ ὅρκον, ὅτι ἀπὸ ἀπόγονον τῶν σπλάγχνων του, τὴν Μαρίαν δηλαδή, ἔμελλε νὰ ἀναστήσῃ κατὰ τὴν ἀνθρωπίνην φύσιν τὸν Χριστὸν διὰ νὰ καθίσῃ ἐπὶ τοῦ θρόνου του ὡς πνευματικὸς καὶ αἰώνιος βασιλεύς, 31 προεῖδε τὰ μέλλοντα καὶ ὡμίλησε διὰ τὴν Ἀνάστασιν τοῦ Χριστοῦ, ὅτι δὲν ἐγκατελείφθη ἡ ψυχὴ τοῦ Χριστοῦ εἰς τὸν τόπον τοῦ ᾍδου, οὔτε τὸ σῶμα του εἶδε τὴν φθορὰν καὶ ἀποσύνθεσιν τοῦ τάφου. 32 Τοῦτον τὸν Ἰησοῦν, περὶ τοῦ ὁποίου σᾶς ὡμίλησα, τὸν ἀνέστησεν ὁ Θεὸς ἐκ νεκρῶν, καὶ μάρτυρες τοῦ γεγονότος αὐτοῦ τῆς Ἀναστάσεως εἴμεθα ὅλοι ἡμεῖς. 33 Ἀφοῦ λοιπὸν ὁ Ἰησοῦς μετὰ τὴν Ἀνάστασίν του ἀνυψώθη μὲ τὴν δύναμιν τοῦ Θεοῦ εἰς τὸν οὐρανὸν καὶ ἔλαβεν ἀπὸ τὸν Πατέρα του τὸ Ἅγιον Πνεῦμα, ποὺ ὑπεσχέθη εἰς ἡμᾶς τοὺς Ἀποστόλους ὅτι θὰ μᾶς ἔστελλεν, ἔχυσεν ἀφθόνους τὰς δωρεὰς καὶ τὰς ὑπερφυσικὰς αὐτὰς ἐνεργείας, τὰς ὁποίας σεῖς βλέπετε τώρα καὶ ἀκούετε. 34 Ἀλλὰ καὶ περὶ τῆς ἀνυψώσεως αὐτῆς τοῦ Ἰησοῦ εἰς τὸν οὐρανὸν ὡμίλησε προφητικῶς ὁ Δαβὶδ καὶ δὲν εἶναι δυνατόν, παρὰ εἰς τὸν Ἰησοῦν καὶ ὄχι εἰς τὸν Δαβὶδ νὰ ἀναφέρωνται οἱ προφητικοὶ αὐτοὶ λόγοι. Διότι ὁ Δαβὶδ δὲν ἀνέβη εἰς τοὺς οὑρανούς, λέγει ὅμως ὁ ἴδιος· Εἶπεν ὁ Κύριος καὶ Θεὸς εἰς τὸν Μεσσίαν, ὁ ὁποῖος εἶναι μὲν ἀπόγονός μου ὡς ἄνθρωπος, ἀλλὰ συγχρόνως εἶναι καὶ Κύριός μου ὡς Θεός: Κάθησε εἰς τὰ δεξιά μου διὰ νὰ ἀπολαμβάνῃς καὶ ὡς ἄνθρωπος θείας καὶ μοναδικὰς τιμάς, 35 ἕως ὅτου ὑποτάξω τελείως εἰς σὲ τοὺς ἐχθρούς σου καὶ τοὺς κάμω στήριγμα, ἐπάνω εἰς τὸ ὁποῖον θὰ πατοῦν τὰ πόδια σου. 36 Ἂς γνωρίζῃ λοιπὸν ἀσφαλῶς καὶ μὲ βεβαιότητα ὁλόκληρον τὸ γένος τῶν Ἰσραηλιτῶν, ὅτι αὐτὸν ἀκριβῶς τὸν Ἰησοῦν, τὸν ὁποῖον σεῖς ἐσταυρώσατε, τὸν ἀνέδειξε καὶ τὸν ἐγκατέστησεν ὁ Θεὸς Κύριον καὶ Χριστόν, διότι ἔδωκε καὶ εἰς τὴν ἀνθρωπίνην φύσιν του πᾶσαν ἐξουσίαν καὶ βασιλικὴν δόξαν. 37 Ἀφοῦ δὲ ἤκουσαν τὸν λόγον τοῦτον, συνησθάνθησαν τὴν ἐνοχήν των καὶ κατέλαβε λύπη καὶ κατάνυξις τὴν καρδίαν των καὶ εἶπον εἰς τὸν Πέτρον καὶ εἰς τοὺς λοιποὺς Ἀποστόλους· Τί πρέπει νὰ κάμωμεν, ἄνδρες ἀδελφοί, διὰ νὰ συγχωρηθῇ ἡ ἐνοχή μας; 38 Ὁ Πέτρος δὲ τότε εἶπε πρὸς αὐτούς· Μετανοήσατε καὶ ἕκαστος ἀπὸ σᾶς ἐγκολπούμενος μὲ πίστιν ἀδίστακτον ὡς σωτῆρα του καὶ κύριον του τὸν Ἰησοῦν Χριστὸν ἂς βαπτισθῇ διὰ νὰ τοῦ δοθῇ ἄφεσις ἁμαρτιῶν. Καὶ θὰ λάβετε τὴν δικαίωσιν καὶ τὸν ἁγιασμόν, τὰ ὁποῖα ὡς δωρεὰν παρέχει τὸ Ἅγιον Πνεῦμα εἰς τοὺς βαπτιζομένους.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. α΄ 35-52

  35 Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, 36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. 37 καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. 38 στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· 39 τί ζητεῖτε; οἱ δὲ εἶπον αὐτῷ· ῥαββί· ὃ λέγεται ἑρμηνευόμενον διδάσκαλε· ποῦ μένεις; 40 λέγει αὐτοῖς· ἔρχεσθε καὶ ἴδετε. ἦλθον οὖν καὶ εἶδον ποῦ μένει καὶ παρ᾿ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη. 41 ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ. 42 εὑρίσκει οὗτος πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· εὑρήκαμεν τὸν Μεσσίαν· ὅ ἐστι μεθερμηνευόμενον Χριστός· 43 καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπε· σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. 44 Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. 45 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. 46 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. 47 καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε. 48 εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. 49 λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. 50 ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. 51 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψει. 52 καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

 

Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ

   35 Κατὰ τὴν ἄλλην ἡμέραν ἔστεκε πάλιν ὁ Ἰωάννης εἰς τὸ συνηθισμένον μέρος, ποὺ ἐκήρυττε, καὶ μαζί του ἦσαν καὶ δύο ἀπὸ τοὺς μαθητάς του. 36 Καί ἀφοῦ παρετήρησε μέ εὐλάβειαν τόν Ἰησοῦν, πού τήν στιγμήν ἐκείνην ἐπεριπατοῦσεν, εἶπεν Ἰδοῦ τό Ἀρνίον, τό ὁποῖον παρέδωκεν ὁ Θεός Πατήρ του εἰς θυσίαν ἐξιλαστήριον ὑπέρ ἡμῶν. 37 Καὶ οἱ δύο μαθηταὶ ἤκουσαν αὐτὸν νὰ λέγῃ ταῦτα καὶ ἠκολούθησαν τὸν Ἰησοῦν. 38 Ἔστρεψε δὲ ὀπίσω ὁ Ἰησοῦς καὶ ὅταν τοὺς εἶδε νὰ τὸν ἀκολουθοῦν σιωπηλοὶ παρ’ ὅλον τὸν πόθον, ποὺ εἶχαν νὰ τοῦ ὁμιλήσουν, τοὺς εἶπε· 39 Τί θέλετε καὶ τί ζητεῖτε ἀπὸ ἐμέ; Ἐκεῖνοι δὲ τοῦ εἶπαν· Ραββί, (τὸ ὁποῖον ὅταν μεταφρασθῇ σημαίνει διδάσκαλε), ποὺ μένεις, διὰ νὰ σὲ ἐπισκεφθῶμεν ἐκεῖ καὶ συνομιλήσωμεν; 40 Εἶπε πρὸς αὐτούς· Ἐλᾶτε τώρα καὶ ἴδετε, ποὺ μένω. Ἦλθον λοιπὸν καὶ εἶδον ποὺ μένει. Καὶ πλησίον του τὴν ἡμέραν ἐκείνην. Ἡ ὥρα δέ, ποὺ συνήντησαν τὸν Ἰησοῦν οἱ δύο μαθηταί, ἦτο περίπου δέκα ἀπὸ τὴν ἀνατολὴν τοῦ ἡλίου, δηλαδὴ τέσσαρες τὸ ἀπόγευμα. 41 Ἕνας δὲ ἀπὸ τοὺς δύο αὐτοὺς μαθητάς, ποὺ ἤκουσαν ἀπὸ τὸν Ἰωάννην τὰ ὅσα εἶπε περὶ τοῦ Ἰησοῦ καὶ ἠκολούθησαν αὐτόν, ἦτο ὁ Ἀνδρέας, ὁ ἀδελφὸς τοῦ Σίμωνος Πέτρου. 42 Προτοῦ δὲ καὶ ὁ ἄλλος μαθητὴς εὕρῃ τὸν ἀδελφόν του, εὑρίσκει ὁ Ἀνδρέας πρῶτος τὸν ἀδελφὸν τοῦ Σίμωνα καὶ λέγει πρὸς αὐτόν· Εὑρήκαμεν τὸν Μεσσίαν, (ὄνομα ποὺ μεταφράζεται εἰς τὴν Ἑλληνικὴν Χριστός). 43 Καὶ μολονότι εἶχεν ἀρχίσει πλέον νὰ νυκτώνῃ, τὸν ἔφερε κατὰ τὴν αὐτὴν ἡμέραν εἰς τὸν Ἰησοῦν. Καὶ ὁ Ἰησοῦς τὸν ἐκύτταξε μὲ βλέμμα ἐρευνητικὸν καὶ εὐμενὲς καὶ τοῦ εἶπε· Σὺ εἶσαι ὁ Σίμων, ὁ υἱὸς τοῦ Ἰωνᾶ· σὺ λόγῳ τοῦ ὅτι θὰ γίνῃς σὰν πέτρα στερεὸς εἰς τὴν πίστιν, θὰ ὀνομασθῇς Κηφᾶς (τὸ ὁποῖον μεταφράζεται Πέτρος). 44 Τὴν ἄλλην ἡμέραν ἀπεφάσισεν ὁ Ἰησοῦς νὰ ἀναχωρήσῃ εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει τὸν Φίλιππον καὶ τοῦ λέγει· Ἀκολούθησέ με εἰς τὸ ταξίδιον, τὸ ὁποῖον πρόκειται νὰ κάμω. 45 Ἦτο δὲ ὁ Φίλιππος ἀπὸ τὴν Βησθαϊδά, ἀπὸ τὴν πατρίδα τοῦ Ἀνδρέου καὶ τοῦ Πέτρου. 46 Εὑρίσκει ἐν τῷ μεταξὺ ὁ Φίλιππος τὸν Ναθαναὴλ καὶ εἶπε πρὸς αὐτόν· Ἐκεῖνον, διὰ τὸν ὁποῖον ἔγραψεν ὁ Μωϋσῆς εἰς τὸν νόμον καὶ τὸν ὁποῖον προανήγγειλαν οἱ προφῆται, τὸν εὑρήκαμεν. Καὶ αὐτὸς εἶναι ὁ Ἰησοῦς, ὁ υἱὸς τοῦ Ἰωσήφ, καὶ κατάγεται ἀπὸ τὴν Ναζαρέτ. 47 Ἀλλ’ ὁ Ναθαναὴλ εἶπε πρὸς αὐτόν· Ἀπὸ τὴν Ναζαρέτ, τὸ κακὸ καὶ ἄσημον αὐτὸ χωριό, μπορεῖ νὰ βγῇ τίποτε καλόν; Λέγει πρὸς αὐτὸν ὁ Φίλιππος· Ἔλα καὶ ὅταν τὸν ἴδῃς μὲ τὰ μάτια σου, θὰ πεισθῇς. 48 Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ νὰ ἔρχεται πρὸς αὐτὸν καὶ λέγει δι’ αὐτόν· Νὰ ἕνας γνήσιος καὶ πραγματικὸς Ἰσραηλίτης, εἰς τὸν ὁποῖον δὲν ὑπάρχει πονηρία καὶ ἀνειλικρίνεια, ἀλλ’ ὁ ὁποῖος μὲ εὐθύτητα ποθεῖ νὰ ἀνεύρῃ τὴν ἀλήθειαν. 49 Λέγει εἰς αὐτὸν ὁ Ναθαναήλ· Ἀπὸ ποὺ μὲ γνωρίζεις; Καὶ πῶς εἶσαι πληροφορημένος περὶ τῆς εἰλικρινείας τῶν ἀποκρύφων σκέψεων καὶ ἐλατηρίων μου; Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ τοῦ εἶπε· Προτοῦ νὰ σὲ φωνάξῃ ὁ Φίλιππος, ὅταν μακρὰν ἀπὸ κάθε μάτι ἀνθρώπου ἦσο κάτω ἀπὸ τὴν συκῆν καὶ προσηύχεσο, ἐγὼ μὲ τὸ ὑπερφυσικὸν καὶ θεῖον μάτι μου σὲ εἶδα. 50 Ἀπεκρίθη τότε ὁ Ναθαναὴλ καὶ τοῦ εἶπε· Διδάσκαλε, πράγματι σὺ εἶσαι ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶσαι ὁ βασιλεὺς τοῦ Ἰσραήλ, ποὺ ἐπεριμέναμε σύμφωνα μὲ τὰς προφητείας. 51 Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ τοῦ εἶπεν· Ἐπειδὴ σοῦ εἶπα, ὅτι σὲ εἶδα κάτω ἀπὸ τὴν συκῆν, πιστεύεις; Θὰ ἴδῃς μεγαλύτερα καὶ θαυμαστότερα ἀπὸ αὐτά. 52 Καὶ λέγει εἰς αὐτόν· Ἐν πάσῃ ἀληθείᾳ σᾶς διαβεβαιῶ, ὅτι ἀπὸ τώρα, ποὺ ἤνοιξε κατὰ τὴν βάπτισίν μου ὁ οὐρανός, θὰ τὸν ἴδετε καὶ σεῖς ἀνοιγμένον καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ να ἀνεβαίνουν καὶ νὰ κατεβαίνουν ἐπὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, ποὺ ἔγινε καὶ τέλειος ἄνθρωπος καὶ ὡς υἱὸς τοῦ ἀνθρώπου εἶναι μοναδικὸς ἀντιπρόσωπος τοῦ ἀνθρωπίνου γένους καὶ πρόκειται νὰ ἔλθῃ πάλιν κριτὴς ἔνδοξος καθήμενος ἐπὶ τῶν νεφελῶν. Θὰ ἀνεβαίνουν δὲ καὶ θὰ κατεβαίνουν οἱ ἄγγελοι διὰ νὰ ὑπηρετοῦν αὐτὸν καὶ τὴν Ἐκκλησίαν του.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΙ ΚΡΗΣΚΗΣ ΚΑΙ ΙΩΑΣΑΦ

   Στίς 15 Ἀπριλίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ μάρτυρος Κρήσκεντος. Ὁ ἅγιος Κρήσκης καταγόταν ἀπό τά Μύρα τῆς Λυκίας, ἦταν χριστιανός, ἀπό γένος σπουδαῖο καί ἔζησε ὅταν ἀκόμα ἄκμαζε ἡ εἰδωλολατρία. Βρισκόμενος ὁ ἅγιος σέ γεροντική ἡλικία καί βλέποντας ὅτι ἦσαν πολύ αὐτοί πού προσέφεραν θυσίες σέ ἄψυχα ξόανα καί παρακινούμενος ἀπό θεῖο ζῆλο, τούς ἔλεγξε γιά τήν πλάνη τους καί τούς παρότρυνε νά γνωρίσουν τόν ἀληθινό Θεό καί νά πιστεύσουν σέ αὐτόν, ἀφοῦ ὁ Κύριος εἶναι ὁ μόνος δημιουργός τοῦ παντός καί ὁ χορηγός τῆς ζωῆς. Ὁ ἡγεμόνας τῆς πόλης ὅμως κινούμενος ἀπό τούς δαίμονες καί τήν ἀσέβειά του τόν συνέλαβε καί ὅταν τόν ρώτησε πιό ἦταν τό ὄνομά του καί πιά ἡ καταγωγή του, ὁ ἅγιος Κρήσκης τοῦ ἀπάντησε μὲ θάρρος ὅτι ἦταν χριστιανός καί ὅτι ὁ μόνος ἀληθινός Θεός εἶναι ἐκεῖνος τῶν χριστιανῶν. Ὅταν τόν πρόσταξαν νά θυσιάση στά ἄψυχα εἴδωλα ἀρνήθηκε καί μάλιστα ἔλεγε ὅτι τό σῶμα του δέν μπορεῖ νά κάνη τίποτε ἄλλο ἀπό ἐκεῖνο πού θέλει ἡ ψυχή του, δηλαδή νά προσφέρη θυσία μόνο στόν Χριστό, ἐπειδή κινεῖται καί κυβερνᾶται ἀπό αὐτήν. Τότε οἱ εἰδωλολάτρες τόν κρέμασαν καί τοῦ ξέσκισαν τό σῶμα, κατόπιν ἄναψαν μία τεράστια φωτιά, στήν ὁποία τόν ἔρριξαν, μέ τήν πρόνοια τοῦ Θεοῦ ὅμως ὁ ἅγιος Κρήσκης ἔμεινε τελείως ἀβλαβής. Ἔτσι, βλέποντας τό μεγαλεῖο τοῦ Θεοῦ, ἀφοῦ τόν εὐχαρίστησε παρέδωσε τήν ψυχή του στόν Κύριο, πού τόν ἀξίωσε νά λάβη τόν στέφανο τοῦ μαρτυρίου.

 

Ἀπολυτίκιον.

Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

   Τῷ τῆς πίστεως ζήλῳ πτερωθείς τήν διάνοιαν, πρός ἀθλητικάς ἀριστείας, ἀνδρικῶς προσεχώρησας, καί ὤφθης τοῦ Σωτῆρος κοινωνός, βασάνους ὑπέρ φύσιν ἐνεγκών· διά τοῦτο ἐδοξάσθης παρά Θεοῦ, Κρήσκη θεομακάριστε· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σέ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σοῦ, πᾶσιν ἰάματα.

 

Μεγαλυνάριον

    Θάρσους ὤν ἀναπλέως εὐσεβοῦς, Κρήσκη διελέγχεις, τῶν τυράννων τό ἀσεβές, καί ὥσπερ θυσία, τερπνή Χριστῷ ἐτύθης, διά πυρός τό τέλος δεχθείς τό ἅγιον.

Previous Article

16 Ἀπριλίου

Next Article

14 Ἀπριλίου