16 Σεπτεμβρίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α’ Κορ. α’ 26-β’ 5

  26 Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς· 27 ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς ἵνα τοὺς σοφούς καταισχύνῃ, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς ἵνα καταισχύνῃ τὰ ἰσχυρά, 28 καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός, καί τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, 29 ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ. 30 ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ ᾽Ιησοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, 31 ἵνα καθὼς γέγραπται, ῾Ο καυχώμενος ἐν Κυρίῳ καυχάσθω.

  β΄ 1 Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθ᾽ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. 2 οὐ γὰρ ἔκρινά τοῦ εἰδέναι τι ἐν ὑμῖν εἰ μὴ ᾽Ιησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον. 3 καί ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς, 4 καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾽ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως, 5 ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλ᾽ ἐν δυνάμει θεοῦ.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

ω. η΄ 21-30

  21 Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με͵ καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. 22 ἔλεγον οὖν οἱ Ἰουδαῖοι͵ μήτι ἀποκτενεῖ ἑαυτόν͵ ὅτι λέγει͵ που ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; 23 καὶ ἔλεγεν αὐτοῖς͵ Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ͵ ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστέ͵ ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. 24 εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι͵ ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. 25 ἔλεγον οὖν αὐτῷ͵ σὺ τίς εἶ; εἶπεν αὐτοῖς ὁ Ἰησοῦς͵ τὴν ἀρχὴν ὅ,τι καὶ λαλῶ ὑμῖν· 26 πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ΄ ὁ πέμψας με ἀληθής ἐστι͵ κἀγὼ ἃ ἤκουσα παρ΄ αὐτοῦ ταῦτα λαλῶ εἰς τὸν κόσμον. 27 οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν. 28 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου͵ τότε γνώσεσθε ὅτι ἐγώ εἰμι͵ καὶ ἀπ΄ ἐμαυτοῦ ποιῶ οὐδέν͵ ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ πατὴρ μου ταῦτα λαλῶ. 29 καὶ ὁ πέμψας με μετ΄ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέ με μόνον ὁ πατὴρ͵ ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. 30 Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΑ ΜΕΓΑΛΟΜΑΡΤΥΣ ΕΥΦΗΜΙΑ

    Στίς 16 Σεπτεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῆς ἁγίας μεγαλομάρτυρος καί πανευφήμου Εὐφημίας. Ἡ ἁγία Εὐφημία ἔζησε κατά τούς χρόνους τοῦ Διοκλητιανοῦ, καταγόταν ἀπό τήν Χαλκηδόνα, ἀπό γονεῖς πλούσιους καί εὐσεβεῖς, οἱ ὁποῖοι τῆς δίδαξαν τήν πίστη. Τήν ἐποχή ἐκείνη ἀνθύπατος τῆς Ἀσίας ἦταν ὁ εἰδωλολάτρης Πρίσκος, ὁ ὁποῖος εἶχε προστάξει νά θυσιάσουν οἱ κάτοικοι τῆς ἐπαρχίας τῆς Χαλκηδόνας στόν ψεύτικο θεό Ἄρη. Γιά τόν λόγο αὐτό οἱ χριστιανοί κρυβόντουσαν, ὅταν ὅμως συνελήφθηκε ἡ ἁγία Εὐφημία μαζί μέ ἄλλους χριστιανούς καί ὁδηγήθηκαν στόν ἡγεμόνα ὁμολόγησαν μέ πολύ θάρρος τήν πίστη τους, μέ ἀποτέλεσμα νά τούς δείρουν γιά εἴκοσι ἡμέρες τόσο σκληρά πού οἱ δήμιοι ἔπεσαν στήν γῆ ἡμιθανεῖς. Ὅταν τούς ἀποφυλάκισαν ἡ ἁγία παρά τούς βασανισμούς ἔλαμπε ἀπό τήν χάρη τοῦ Θεοῦ· ὅμως καί πάλι τήν κτύπησαν στό πρόσωπο μέ ὠμά δέρματα καί τήν ξαναφυλάκισαν. Κατόπιν τήν ὁδήγησαν στόν ἀνθύπατο, ὁ ὁποῖος διέταξε νά συντρίψουν τό σῶμα της μέ τροχούς, ἡ χάρις ὅμως τοῦ Θεοῦ τήν διατήρησε ἀβλαβῆ. Ἔτσι ὁ Πρίσκος διέταξε νά τήν ρίξουν σέ μία ἀναμμένη κάμινο, ὅμως ἄγγελος Κυρίου τήν προστάτευσε καί μάλιστα οἱ ὑπηρέτες πού τήν ὁδήγησαν στήν κάμινο βλέποντας τό θαῦμα πίστευσαν στόν Χριστό καί βρῆκαν μαρτυρικό θάνατο. Κατόπιν τήν ἔρριξαν σέ ἕνα λάκκο μέ νερό γεμάτο μέ σαρκοβόρα θηρία τῆς θάλασσας πού καί πάλι ἔμεινε ἀβλαβής. Μετά τήν ἔρριξαν σέ ἄλλο λάκκο στρωμένο μέ αἰχμηρά σουβλιά, ἀπό τά ὁποῖα διατηρήθηκε ὑγιής. Ἔπειτα τήν πριόνισαν καί τήν ἔκαψαν σέ τηγάνια πυρωμένα, ὅμως ἡ χάρις τοῦ Θεοῦ τήν προστάτευσε. Τέλος τήν ἔδωσαν σέ ἄγρια θηρία, ὅπου ἡ ἁγία παρέδωσε τό πνεῦμα της στόν Κύριο μετά ἀπό ἕνα δάγκωμα ἀπό ἀρκούδα. Τό ἅγιο λείψανό της οἱ γονεῖς της τό ἐνταφίασαν κοντά στήν Χαλκηδόνα μέ πολύ εὐλάβεια.

 

Ἀπολυτίκιον

(Ἦχος γ΄ . Τὴν ὡραιότητα.)

Τῷ θείῳ ἔρωτι, Λαμπρῶς ἀθλήσασα, εἰς ὀσμὴν ἔδραμες, Χριστοῦ πανεύφημε, οἴα νεᾶνις παγκαλλής, καὶ Μάρτυς πεποικιλμένη, ὅθεν εἰσελήλυθας, εἰς παστάδα οὐράνιον, κόσμῳ διανέμουσα, ἰαμάτων χαρίσματα, καὶ σώζουσα τοὺς σοὶ ἐκβοῶντας, χαίροις θεόφρον Εὐφημία.

Μεγαλυνάριον

Εὔφημόν σε αἶνον καί ἱερόν, πανεύφημε Μάρτυς, ἀναμέλπωμεν εὐπρεπῶς· σύ γάρ Εὐφημία, ἐμπρέψασα εὐφήμως, τῷ Λόγῳ ἐδοξάσθῃς ὡς καλλιπάρθενος.

Previous Article

17 Σεπτεμβρίου

Next Article

15 Σεπτεμβρίου