ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Πρξ. ιβ΄ 25 – ιγ΄ 12
25 Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν ἐξ Ἱερουσαλὴμ πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες καὶ Ἰωάννην τὸν ἐπικληθέντα Μᾶρκον.
ιγ΄ 1 Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ ἐπικαλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετράρχου σύντροφος καὶ Σαῦλος. 2 λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον· ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. 3 τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες αὐτοῖς τὰς χεῖρας ἀπέλυσαν. 4 Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου κατῆλθον εἰς τὴν Σελεύκειαν, ἐκεῖθεν τε ἀπέπλευσαν εἰς τὴν Κύπρον, 5 καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην. 6 Διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου εὗρόν τινα μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα Βαριησοῦς, 7 ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ· 8 ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος -οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ- ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. 9 Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος ἁγίου καὶ ἀτενίσας πρὸς αὐτὸν 10 εἶπεν· ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥαδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; 11 καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμα δὲ ἔπεσεν ἐπ᾿ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. 12 τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου.
Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ
25 Ὁ Βαρνάβας δὲ καὶ ὁ Σαῦλος, ἀφοῦ μετέφεραν τὰς συνεισφορὰς τῶν ἀδελφῶν εἰς Ἱεροσόλυμα καὶ ἐτελείωσαν τὴν ὑπηρεσίαν, ποὺ τοὺς εἶχαν ἀναθέσει οἱ Χριστιανοὶ τῆς Ἀντιοχείας, ἐπέστρεψαν ἀπὸ τὰ Ἱεροσόλυμα καὶ παρέλαβον ἀπ’ ἐκεῖ μαζί των καὶ τὸν Ἰωάννην, ποὺ ἐπωνομάσθη κατὰ τὴν ἐποχὴν ἐκείνην Μᾶρκος.
ιγ΄ 1 Ήσαν δὲ εἰς τὴν Ἀντιόχειαν μερικοὶ προφῆται καὶ διδάσκαλοι ἀνήκοντες εἰς τὴν ὑπάρχουσαν ἐκεῖ Ἐκκλησίαν. Οὗτοι δὲ ἦσαν ὁ Βαρνάβας καὶ ὁ Συμεών, ποὺ ἐπωνομάζετο Νίγερ, καὶ ὁ Λούκιος, ποὺ κατήγετο ἀπὸ τὴν Κυρήνην, καὶ ὁ Μαναήν, ποὺ εἶχε συνανατραφῆ καὶ συνεκπαιδευθῆ μαζὶ μὲ τὸν τετράρχην Ἡρῴδην, καὶ ὁ Σαῦλος. 2 Ἐνῷ δὲ αὐτοὶ ἐπετέλουν ὡς κύριόν τους ἔργον τὴν πρὸς τὸν Κύριον κοινὴν λατρείαν καὶ τὸ κήρυγμα, καὶ ἐνῷ ἐνήστευον, εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ προφητῶν ἢ ἄλλων ἐξ ἐκείνων τῶν Χριστιανῶν, ποὺ εἶχον χαρίσματα· Ξεχωρίσατέ μου ἀμέσως τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον διὰ τὸ ἔργον, διὰ τὸ ὁποῖον τοὺς προσεκάλεσα μὲ ἔμπνευσιν, τὴν ὁποίαν μετέδωκα ἐγὼ εἰς τὸ ἐσωτερικὸν τῶν καρδιῶν των. 3 Τότε, ἀφοῦ καὶ πάλιν ἐνήστευσαν καὶ προσηυχήθησαν καὶ ἔθεσαν τὰς χεῖρας ἐπ’ αὐτῶν, ὅχι διὰ νὰ τοὺς προχειρίσουν εἰς τὸ ἀποστολικὸν ἢ ἄλλο ἱερατικὸν ἀξίωμα, διότι εἶχον ἤδη ταῦτα οἱ δύο ἀπόστολοι, ἀλλ’ ἁπλῶς διὰ νὰ τοὺς καθιερώσουν καὶ τοὺς ξεχωρίσουν ἐπισήμως εἰς τὸ εἰδικὸν τοῦτο ἔργον, τοὺς ἀπέστειλαν. 4 Αὐτοὶ λοιπόν, λαβόντες ὀνομαστικῶς τὴν ἀποστολὴν ταύτην ἀπὸ τὸ Ἅγιον Πνεῦμα καὶ ἔχοντες συνεπῶς τὴν ἐνίσχυσιν αὐτοῦ εἰς τὸ ἔργον των, κατέβησαν εἰς τὴν Σελεύκειαν καὶ ἀπ’ ἐκεῖ ἀπέπλευσαν εἰς τὴν Κύπρον. 5 Καὶ ὅταν ἔφθασαν εἰς τὴν πόλιν Σαλαμῖνα, ἐκήρυττον τὸν λόγον τοῦ Θεοῦ μέσα εἰς τὰς συναγωγὰς τῶν Ἰουδαίων, εἶχον δὲ μαζί των ὡς βοηθὸν καὶ τὸν Ἰωάννην. 6 Ἀφοῦ δὲ ἐπέρασαν ἀπὸ τὸ ἐν ἄκρον ἕως τὸ ἄλλο τὴν νῆσον Κύπρον μέχρι τῆς πόλεως Πάφου, εὗρον κάποιον μάγον ψευδοπροφήτην, Ἰουδαῖον, τοῦ ὁποίου τὸ ὄνομα ἦτο Βαριησοῦς. 7 Αὐτὸς ἦτο πρόσωπον τῆς ἀκολουθίας τοῦ ἀνθυπάτου Σεργίου Παύλου, ὁ ὁποῖος ἦτο ἄνθρωπος συνετὸς καὶ σοβαρός. Ὁ Σέργιος λοιπὸν οὗτος, ἀφοῦ προσεκάλεσε τὸν Βαρνάβαν καὶ τὸν Παῦλον, ἐζήτησε μὲ ἐνδιαφέρον νὰ ἀκούσῃ τὸν λόγον τοῦ Θεοῦ, τὸν ὁποῖον οὗτοι ἐκήρυττον. 8 Ἀνθίστατο ὅμως εἰς αὐτοὺς Ἐλύμας ὁ μάγος· διότι ἔτσι, διὰ τῆς λέξεως μάγος δηλαδή, μεταφράζεται τὸ ὄνομα Ἐλύμας, ὑπὸ τὸ ὁποῖον ἦτο γνωστὸς εἰς τοὺς Ἕλληνας ὁ Βαριησοῦς. Προσεπάθει δὲ ὁ Ἐλύμας μὲ ἐνστάσεις καὶ μὲ διαστροφὰς νὰ ἀπομακρύνῃ τὸν ἀνθύπατον ἀπὸ τὴν πίστιν. 9 Ἀλλ’ ὁ Σαῦλος, ὁ ὁποῖος λόγῳ τῆς ἰδιότητός του ὡς Ρωμαίου πολίτου ἔφερε καὶ τὸ ἐθνικὸν ρωμαϊκὸν ὄνομα Παῦλος, ἀφοῦ ἐπληρώθη τὸ ἐσωτερικόν του μὲ Πνεῦμα Ἅγιον καὶ ἔρριψε βλέμμα διαπεραστικὸν πρὸς τὸν μάγον, 10 εἶπε· Ὦ υἱὲ τοῦ διαβόλου, ποὺ εἶσαι γεμᾶτος ἀπὸ κάθε δόλον καὶ ἀπάτην καὶ ἀπὸ κάθε πονηρίαν καὶ ραδιουργίαν· σύ, ποὺ εἶσαι ἐχθρὸς κάθε ἀρετῆς, δὲν θὰ παύσῃς ἀπὸ τοῦ νὰ διαστρέφῃς καὶ νὰ παρουσιάζῃς πεπλανημένους καὶ στραβοὺς τοὺς εὐθεῖς καὶ ἴσιους δρόμους, τὸ φωτιστικὸν δηλαδὴ καὶ ἀληθὲς κήρυγμα τῆς θείας διδασκαλίας, μὲ τὸ ὁποῖον ὁ Κύριος ζητεῖ νὰ ὁδηγήσῃ τοὺς ἀνθρώπους εἰς τὴν σωτηρίαν; 11 Καὶ ἀφοῦ εἶσαι τέτοιος, ἰδοὺ τώρα θὰ ἐπιπέσῃ κατὰ σοῦ ἡ δύναμις τοῦ Θεοῦ καὶ θὰ εἶσαι τυφλὸς μὴ βλέπων τὸν ἥλιον καὶ τὸ φῶς του μέχρις ὡρισμένου καιροῦ. Παρευθὺς δὲ ἔπεσεν ἐπὶ τοῦ μάγου θαμπάδα καὶ σκότος καὶ περιεφέρετο ἐδῶ καὶ ἐκεῖ καὶ ἐζήτει ἀνθρώπους, ποὺ θὰ τὸν ὡδήγουν ἀπὸ τὸ χέρι. 12 Τότε, ὅταν εἶδεν ὁ ἀνθύπατος τὸ θαυμαστὸν αὐτὸ γεγονός, ἐπίστευσεν, ὅσον δὲ περισσότερον ἐμάνθανε καὶ κατενόει τὴν διδασκαλίαν τοῦ Κυρίου, τόσον καὶ περισσότερον ἐθαύμαζε καὶ ἐξεπλήττετο δι’ αὐτήν.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. η΄ 51-59
51 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν λόγον τὸν ἐμὸν τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. 52 εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι· νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανε καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα; 53 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανε; καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν σὺ ποιεῖς; 54 ἀπεκρίθη Ἰησοῦς· ἐὰν ἐγὼ δοξάζω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ὑμῶν ἐστι, 55 καὶ οὐκ ἐγνώκατε αὐτόν· ἐγὼ δὲ οἶδα αὐτόν. καὶ ἐὰν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῶν ψεύστης· ἀλλ᾿ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ. 56 Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε καὶ ἐχάρη. 57 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν· πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας; 58 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι. 59 ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ᾿ αὐτόν. Ἰησοῦς δὲ ἐκρύβη, καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ διελθὼν διὰ μέσου αὐτῶν, καὶ παρῆγεν οὕτως.
Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ
51 Κατηγορηματικῶς σᾶς βεβαιῶ ὅτι, ἐὰν κανεὶς φυλάξῃ καὶ ἐφαρμόσῃ εἰς τὴν ζωήν του τὸν λόγον μου, δὲν θὰ ἴδῃ ποτὲ μὲ τὰ μάτια του τὸν πνευματικὸν καὶ αἰώνιον θάνατον, ποὺ χωρίζει διαπαντὸς τὸν ἄνθρωπον ἀπὸ τὸν Θεὸν καὶ τὸν καταδικάζει εἰς τὴν αἰωνίαν κόλασιν. 52 Κατόπιν λοιπὸν τῆς νέας ταύτης διακηρύξεως τοῦ Ἰησοῦ, τοῦ εἶπαν οἱ Ἰουδαῖοι· Τώρα ἐπείσθημεν τελείως, ὅτι ἔχεις δαιμόνιον. Ὁ Ἀβραὰμ καθὼς καὶ οἱ προφῆται, μολονότι ἐτήρησαν τὸν λόγον τοῦ Θεοῦ, ἀπέθανον, καὶ σὺ λέγεις, ἐὰν κανεὶς τηρήσῃ τὸν λόγον μου, δὲν θὰ ἀποθάνῃ ποτέ; 53 Μήπως εἶσαι σὺ ἀνώτερος ἀπὸ τὸν πατέρα μας τὸν Ἀβραάμ, ὁ ὁποῖος μ’ ὅλα ταῦτα ἀπέθανε; Καὶ οἱ προφῆται ἀπέθανον. Ποῖος φαντάζεσαι, ὅτι εἶσαι καὶ πόσον μεγάλον κάνεις σὺ τὸν ἑαυτόν σου; 54 Ἀπεκρίθη ὁ Ἰησοῦς· Ἐὰν ἐγὼ τιμῶ καὶ δοξάζω τὸν ἑαυτόν μου, ἡ δόξα μου δὲν εἶναι τίποτε, διότι ἐκεῖνοι, ποὺ καυχῶνται καὶ ἐπαινοῦν μόνοι των τοὺς ἑαυτούς των, γίνονται καταγέλαστοι. Δι’ ἐμὲ ὅμως ὑπάρχει ὁ Πατήρ μου, ὁ ὁποῖος μὲ δοξάζει διὰ τῶν θαυμάτων, ποὺ διὰ τῆς δυνάμεώς του ἐνεργῶ. Καὶ ὁ Πατήρ μου εἶναι ἐκεῖνος ἀκριβῶς, διὰ τὸν ὁποῖον λέγετε σεῖς, ὅτι εἶναι Θεὸς ἀποκλειστικῶς καὶ μόνον ἰδικός σας. 55 Καὶ ὅμως δὲν τὸν ἐγνωρίσατε, διότι ἀγνοεῖτε καὶ τὴν φύσιν του καὶ τὴν ἀγάπην του καὶ τὸ θέλημά του. Ἐγὼ ὅμως τὸν γνωρίζω καλά. Καὶ ἐὰν εἴπω, ὅτι δὲν τὸν γνωρίζω, θὰ εἶμαι ὅμοιός σας ψεύστης. Ἀλλὰ τὸν γνωρίζω καλῶς, ἀκριβῶς δὲ δι’ αὐτὸ καὶ φυλάττω τὸν λόγον του. 56 Ὁ Ἀβραάμ, ποὺ καυχάσθε ὅτι τὸν ἔχετε πατέρα, γεμᾶτος ἐλπίδα, ποὺ τοῦ ἐπροκάλει μεγάλην χαράν, ἐπεθύμησε νὰ ἴδῃ τὰς ἡμέρας τῆς ἐνανθρωπήσεώς μου καὶ τὰς εἶδε τώρα ἀπὸ τὸν τόπον τῆς μακαριότητος, ὅπου ζῇ, καὶ ἐχάρῃ. 57 Τοῦ εἶπαν λοιπὸν οἱ Ἰουδαῖοι· Δὲν εἶσαι οὔτε πεντήκοντα ἐτῶν ἀκόμη καὶ ἔχεις ἴδει τὸν Ἀβραάμ, ποὺ ἔζησε πρὸ δύο χιλιάδων περίπου ἐτῶν; 58 Εἶπε τότε εἰς αὐτοὺς ὁ Ἰησοῦς· Ἐν πάσῃ ἀληθείᾳ σᾶς λέγω, προτοῦ νὰ γίνῃ καὶ γεννηθῇ ὁ Ἀβραάμ, ἐγὼ ὑπάρχω ἀϊδίως καὶ πρὸ τῶν αἰώνων. 59 Κατόπιν λοιπὸν τῆς διαβεβαιώσεως αὐτῆς, ποὺ ἔκαμε διὰ τὸν ἑαυτόν του ὁ Ἰησοῦς, ἐπῆραν ἀπὸ τὸ ἔδαφος πέτρας διὰ νὰ τὰς ρίψουν κατ’ αὐτοῦ. Ὁ Ἰησοῦς ὅμως διὰ θαυμαστῇς ἐπεμβάσεως τῆς θείας Προνοίας ἐχάθη ἀπὸ τὰ μάτια τους καὶ ἐβγῆκεν ἀπὸ τὸ ἱερόν, ἀφοῦ ἐπέρασεν ἀπαρατήρητος διὰ μέσου αὐτῶν. Καὶ ἐβάδιζεν ἔτσι, χωρὶς νὰ φαίνεται εἰς αὐτούς.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΟΙ ΑΓΙΟΙ ΙΩΑΝΝΗΣ, ΝΙΚΗΤΑΣ ΚΑΙ ΙΩΣΗΦ
Στίς 20 Μαΐου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἁγίων Νικήτα, Ἰωάννου καί Ἰωσήφ, κτιτόρων τῆς ἐν Χίῳ Νέας Μονῆς. Οἱ ἅγιοι Νικήτας, Ἰωάννης καί Ἰωσήφ ἔζησαν τόν 11ο αἰώνα καί κατάγονταν ἀπό τήν νῆσο Χίο. Σέ νεαρά ἡλικία ἐγκατέλειψαν τίς χαρές τοῦ κόσμου καί πῆγαν στό ὄρος Προβάτειο, ὅπου ζοῦσαν σέ ἕνα σπήλαιο προσευχόμενοι καί ἀσκούμενοι. Ἐκεῖ ἔβλεπαν τήν νύκτα ἕνα φῶς στό δάσος πού βρισκόταν στούς πρόποδες τοῦ βουνοῦ, ὅταν ὅμως κατέβαιναν γιά νά βροῦν τό φῶς αὐτό ἐξαφανιζόταν. Γιά τόν λόγο αὐτό ἔβαλαν φωτιά στήν περιοχή πού ἐμφανιζόταν τό φῶς καί ἐνῶ ὅλα τά δένδρα κάηκαν, μία μυρσίνη εἶχε μείνει ἀνέπαφη ἔχοντας μία εἰκόνα τῆς Παναγίας κρεμασμένη στά κλαδιά της. Ὅταν τήν ἔφερναν στό σπήλαιο ἡ εἰκόνα ξαναγύριζε στήν μυρσίνη. Βλέποντας οἱ ὅσιοι τό θαῦμα ἔκτισαν στόν τόπο ἐκεῖνο μία ἐκκλησία ἀφιερωμένη στήν Παναγία. Ὅταν ὁ αὐτοκράτορας Κωνσταντῖνος ὁ Μονομάχος βρισκόταν ἐξόριστος στήν Μυτιλήνη πῆγαν οἱ ἅγιοι μετά ἀπό θεῖο ὄνειρο νά τόν παρηγορήσουν καί νά τοῦ ποῦν ὅτι σύντομα θά γυρνοῦσε στήν Πόλη. Ὁ Κωνσταντῖνος τούς ὑποσχέθηκε ὅτι, ἄν ἐπιβεβαιωνόταν τό ὅραμα, θά τούς πραγματοποιοῦσε ὅ,τι τοῦ ζητοῦσαν, δίνοντάς τους ὡς ἐνέχειρο τό δακτυλίδι του. Πράγματι, πολύ σύντομα οἱ ἅγιοι πῆγαν στήν Πόλη, γιά νά παρακαλέσαν τόν Κωνσταντῖνο νά κτίση πρός τιμήν τῆς εἰκόνος τῆς Παναγίας Ναό. Ἔτσι, ὁ Κωνσταντῖνος ἔστειλε ἕνα σπουδαῖο τεχνίτη καί ὑλικά, γιά νά κτισθῆ ὁ περίλαμπρος Ναός τῆς Νέας Μονῆς, τόν ὁποῖο καί προίκισε μέ μετόχια, κτήματα καί προνόμια. Οἱ δε ἅγιοι Νικήτας, Ἰωάννης καί Ἰωσήφ ἀφοῦ ἔζησαν τό ὑπόλοιπο τῆς ζωῆς τους ὁσίως, κοιμήθηκαν ἐν εἰρήνῃ.
Ἀπολυτίκιον
(Ἦχος α΄. Τούς τρεῖς μεγίστους φωστήρας)
Τοὺς τρεῖς Ὁσίους Πατέρας, τούς ἐν ἀσκήσει ἐκλάμψαντας, καὶ τὴν Χίον πᾶσαν, ἐνθέου βίου ταῖς ἀκτῖσι φωτίσαντας, τοὺς θεοκινήτως Μονήν, τοῖς μονοτρόπων πλήθεσιν, ἀνεγείραντας ἀξιάγαστον, τὸν ἔνδοξον Νικήταν, καὶ Ἰωάννην τὸν χαριτώνυμον, σὺν Ἰωσὴφ τῷ γενναίῳ, καὶ τὸν νοῦν θεόφρονι. Πάντες οἱ τῶν τρόπων αὐτῶν ἐρασταὶ, ἀθροισθέντες ὕμνοις τιμήσωμεν, αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσι.
Μεγαλυνάριον
Τοὺς τῶν μοναζόντων καθηγητὰς, καὶ τῶν μονοτρόπων, διδασκάλους καὶ ὁδηγοὺς, τοὺς ἀναφανέντας ἐν Χίῳ θείου βίου, ὑπόδειγμα ἐν ὕμνοις ἀνευφημήσωμεν.




