22 Νοεμβρίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Φιλήμ. 1-25

     1 Παῦλος, δέσμιος Χριστοῦ Ἰησοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν 2 καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ᾿ οἶκόν σου ἐκκλησίᾳ· 3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. 4 Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, 5 ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν Κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, 6 ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστὸν Ἰησοῦν. 7 χάριν γὰρ ἔχομεν πολλὴν καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ ἀδελφέ. 8 Διό, πολλὴν ἐν Χριστῷ παῤῥησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, 9 διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ· τοιοῦτος ὤν, ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος Ἰησοῦ Χριστοῦ, 10 παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου, Ὀνήσιμον, 11 τὸν ποτέ σοι ἄχρηστον, νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, ὃν ἀνέπεμψα· 12 σὺ δὲ αὐτόν, τοῦτ᾿ ἔστι τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ· 13 ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου· 14 χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον. 15 τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, 16 οὐκέτι ὡς δοῦλον, ἀλλ᾿ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν Κυρίω! 17 εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. 18 εἰ δέ τι ἠδίκησέ σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγει· 19 ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. 20 ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν Κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Κυρίῳ. 21 Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ὃ λέγω ποιήσεις. 22 ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν. 23 Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ, 24 Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου. 25 Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν· ἀμήν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ιζ’ 26-37, ιη’ 8

   26 Καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 27 ἤσθιον, ἔπινον, ἐγάμουν, ἐξεγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθε ὁ Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν ἅπαντας. 28 ὁμοίως καὶ ὡς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· 29 ᾗ δὲ ἡμέρᾳ ἐξῆλθε Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξε πῦρ καὶ θεῖον ἀπ᾿ οὐρανοῦ καὶ ἀπώλεσεν ἅπαντας. 30 κατὰ τὰ αὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται. 31 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά, καὶ ὁ ἐν τῷ ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω. 32 μνημονεύετε τῆς γυναικὸς Λώτ. 33 ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν, καὶ ὃς ἐὰν ἀπολέσῃ αὐτήν, ζωογονήσει αὐτήν. 34 λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ 35 δύο ἔσονται ἐπὶ κλίνης μιᾶς, εἷς παραληφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται· δύο ἔσονται ἀλήθουσαι ἐπὶ τὸ αὐτό, μία παραληφθήσεται καὶ ἡ ἑτέρα ἀφεθήσεται· 36 δύο ἐν τῷ ἀγρῷ, εἷς παραληφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται. 37 καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ· ποῦ, Κύριε; ὁ δὲ εἶπεν αὐτοῖς· ὅπου τὸ σῶμα, ἐκεῖ ἐπισυναχθήσονται καὶ οἱ ἀετοί.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟI ΑΓΙΟΙ ΚΙΚΙΛΙΑ, ΒΑΛΛΕΡΙΑΝΟΣ ΚΑΙ ΤΙΒΟΥΡΤΙΟΣ

     Στὶς 22 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἁγίων μαρτύρων Κικιλίας, Βαλλεριανοῦ καί Τιβουρτίου. Οἱ ἅγιοι αὐτοί μαρτύρησαν στήν Ρώμη, ὅταν αὐτοκράτορας ἦταν ὁ Διοκλητιανός. Ἡ ἁγία Κικιλία καταγόταν ἀπό εὐγενικό γένος, οἱ γονεῖς της ὅμως ἦταν εἰδωλολάτρες. Ὅταν ἔφθασε σέ ἡλικία γάμου τήν ἀρραβώνιασαν μέ τόν ἐθνικό Βαλλεριανό. Ἡ ἁγία, ἐπειδή ὁ Βαλλεριανὸς ἦταν ἀγαθή ψυχή, ἥλκυσε τόν μέλλοντα σύζυγό της στήν χριστιανική πίστη καί τόν ἔπεισε νά ζοῦν ἐν παρθενίᾳ. Ὁ ἀοίδιμος Βαλλεριανὸς ἀγάπησε τόσο τόν Κύριο πού ὁδήγησε στήν πίστη καί τόν ἀδελφό του Τιβούρτιο, ὁ ὁποῖος καί αὐτός ἔφθασε σέ τέτοιο ὕψος ἀρετῆς πού ἀξιώθηκε νά συνομιλῆ μέ τούς ἀγγέλους. Οἱ μακάριοι δοῦλοι τοῦ Κυρίου Κικιλία, Βαλλεριανὸς καί Τιβούρτιος ἐπειδή εἶχαν ὡς διακονία νά θάβουν τά ἱερά λείψανα τῶν ἁγίων μαρτύρων, κατηγορήθηκαν στόν ἔπαρχο τῆς πόλης, ὁ ὁποῖος τούς συνέλαβε. Ὅλοι ὁμολόγησαν μέ παρρησία ὅτι εἶναι χριστιανοί. Ὁ Βαλλεριανὸς καί ὁ Τιβούρτιος παραδόθηκαν στόν δήμιο γιά νά ἀποκεφαλισθοῦν. Αὐτός πίστεψε ὅτι ὁ Χριστός εἶναι ὁ ἀληθινός Θεός, διότι ἐπέτρεψε ὁ Κύριος νά δῆ ἀγγέλους νά δορυφοροῦν τίς ψυχές τῶν ἁγίων μαρτύρων. Τήν δέ ἁγία Κικιλία ἔκλεισαν σέ ἕνα πυρακτωμένο λουτρό γιά τρεῖς ἡμέρες καί τήν τρίτη ἡμέρα τήν ἀποκεφάλισαν. Ἔτσι οἱ τρεῖς μακάριοι δοῦλοι τοῦ Κυρίου ἀξιώθηκαν νά λάβουν τόν στέφανο τοῦ μαρτυρίου καί νά γίνουν πολίτες τῆς οὐρανίου βασιλείας.

 

Ἀπολυτίκιον

(Ἦχος γ΄. Θείας πίστεως.)


Θείων τρόπων σου, τὴ ἐπιλάμψει, πρὸς ἀείζωον, εἴλκυσας φέγγος, τὴν αὐτάδελφον δυάδα καὶ σύναυλον καὶ σὺν αὐτοὶς Κικιλία ἀθλήσασα, τῆς θείας δόξης ὁμοῦ ἠξιώθητε. Μεθ’ ὧν πρέσβευε, δοθήναι τοὶς εὐφημούσι σέ, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.

Μεγαλυνάριον

   Ρόδον ὡς ἀμάραντον καί τερπνόν, ὀσμήν ζωηφόρον, ἐπαφῆκας παρθενικῶς, ἥν εἰσδεξαμένη, ἡ ξυνωρίς ἡ σύμφρων, σύν σοί ὦ Καικιλία λαμπρῶς ἠγώνισται.

Previous Article

23 Νοεμβρίου

Next Article

21 Νοεμβρίου