22 Ἰουνίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ρωμ. δ΄ 13-25

  13 Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον αὐτὸν εἶναι τοῦ κόσμου, ἀλλὰ διὰ δικαιοσύνης πίστεως. 14 εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ ἐπαγγελία· 15 ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται· οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις. 16 διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ, ὅς ἐστι πατὴρ πάντων ἡμῶν, 17 καθὼς γέγραπται ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε, κατέναντι οὗ ἐπίστευσε Θεοῦ τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα· 18 ὃς παρ᾿ ἐλπίδα ἐπ᾿ ἐλπίδι ἐπίστευσεν, εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν κατὰ τὸ εἰρημένον· οὕτως ἔσται τὸ σπέρμα σου· 19 καὶ μὴ ἀσθενήσας τῇ πίστει οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταέτης που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάῤῥας· 20 εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ᾿ ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ 21 καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται δυνατός ἐστι καὶ ποιῆσαι. 22 διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. 23 Οὐκ ἐγράφη δὲ δι᾿ αὐτὸν μόνον ὅτι ἐλογίσθη αὐτῷ, 24 ἀλλὰ καὶ δι᾿ ἡμᾶς οἷς μέλλει λογίζεσθαι, τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν, 25 ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ζ΄ 21-23

   21 Οὐ πᾶς ὁ λέγων μοι Κύριε Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾿ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 22 πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; 23 καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ᾿ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΙ ΑΓΙΟΙ ΖΗΝΩΝ ΚΑΙ ΖΗΝΑΪΣ

   Στίς 22 Ἰουνίου ἡ ἐκκλησία τιμᾶ τοὺς ἁγίους Ζήνωνα καὶ Ζηνᾶ. Αὐτοὶ κατάγονταν ἀπὸ τὴν Φιλαδέλφεια τῆς Ἀραβίας καὶ ἔζησαν κατὰ τοὺς χρόνους τοῦ αὐτοκράτορος Μαξιμιανοῦ, τὸ 303 μ.Χ. Ὁ μὲν Ζήνων ἦταν στρατιωτικὸς στὸ ἐπάγγελμα, ὁ δὲ Ζηνᾶς ἦταν δοῦλος του. Ἐπειδὴ ὁ ἅγιος Ζήνων ἐπιθυμοῦσε νὰ μαρτυρήση γιὰ τὸν Χριστὸ μοίρασε στοὺς πτωχοὺς τὴν περιουσία του καὶ ἐλευθέρωσε τοὺς δούλους του ἐκτός τοῦ Ζηνᾶ, ὁ ὁποῖος παρέμεινε στὸν κύριό του, διότι ἦταν καλοπροαίρετος καὶ δὲν ἤθελε νὰ χωρισθῆ ἀπὸ κοντά του. Μαθαίνοντας ὁ ἅγιος Ζήνων ὅτι ὁ ἡγεμόνας Μάξιμος εἶχε ἰδιαίτερη ἀγάπη στὰ εἴδωλα παρουσιάσθηκε μπροστά του καὶ τὸν ἤλεγξε. Ὁ ἡγεμόνας τότε πρόσταξε νὰ κρεμάσουν τὸν ἅγιο καὶ νὰ τὸν δείρουν ἀνελέητα. Κατόπιν ἔτριψαν τὶς πληγές του μὲ ἁλάτι καὶ ξύδι καὶ τὸν φυλάκισαν. Ὁ ἅγιος Ζηνᾶς μὴ θέλοντας νὰ χωρισθῆ ἀπὸ τὸν κύριό του φυλακίσθηκε καὶ αὐτὸς μαζί του. Μὴ μπορώντας ὁ ἡγεμόνας νὰ τοὺς πείση νὰ ἀρνηθοῦν τὸν Χριστὸ ὁδηγήθηκαν σὲ φρικτὰ βασανιστήρια. Ἀφοῦ τούς ἔδειραν σκληρά, τούς ἔριξαν σὲ ἕνα λάκκο, ποὺ ὑπῆρχε μεγάλη φωτιά· ἐπειδὴ μὲ τὴν βοήθεια τοῦ Θεοῦ ἔμειναν ἀβλαβεῖς οἱ ἅγιοι Ζήνων καὶ Ζηνᾶς ἔλαβαν τὸ ἀμάραντο στεφάνι τοῦ μαρτυρίου μὲ ἀποκεφαλισμό.

Previous Article

23 Ἰουνίου

Next Article

21 Ἰουνίου