23 Δεκεμβρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἑβρ. ε΄ 11 – ς΄8

     11 Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. 12 καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος καὶ οὐ στερεᾶς τροφῆς. 13 πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης· νήπιος γάρ ἐστι· 14 τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.
     ς΄ 1 Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ Θεόν, 2 βαπτισμῶν διδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν καὶ κρίματος αἰωνίου. 3 καὶ τοῦτο ποιήσομεν, ἐάνπερ ἐπιτρέπῃ ὁ Θεός. 4 ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας Πνεύματος Ἁγίου 5 καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος, 6 καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας. 7 γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ᾿ αὐτῆς πολλάκις ἐρχόμενον ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι᾿ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ· 8 ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. ι΄ 11-16

     11 Λέγει αὐτοῖς· ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ᾿ αὐτήν· 12 καὶ ἐὰν γυνὴ ἀπολύσασα τὸν ἄνδρα γαμηθῇ ἄλλῳ, μοιχᾶται. 13 Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα αὐτῶν ἅψηται· οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν. 14 ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησε καὶ εἶπεν αὐτοῖς· ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 15 ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. 16 καὶ ἐναγκαλισάμενος αὐτὰ κατηυλόγει τιθεὶς τὰς χεῖρας ἐπ᾿ αὐτά.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΟΙ ΑΓΙΟΙ ΔΕΚΑ ΜΑΡΤΥΡΕΣ ΟΙ ΕΝ ΚΡΗΤῌ

     Στίς 23 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἁγίων δέκα μαρτύρων τῶν ἐν Κρήτῃ μαρτυρησάντων. Οἱ ἅγιοι δέκα μάρτυρες ἔζησαν στούς χρόνους τοῦ ρωμαίου αὐτοκράτορα Δεκίου καί κατάγονταν ἀπό διάφορες πόλεις καί χωριά τῆς νήσου Κρήτης. Λόγω ὅμως τῆς πίστης τους στόν Χριστό παραδόθηκαν ἀπό τούς ἕλληνες στόν εἰδωλολάτρη ἄρχοντα τῆς Κρήτης. Αὐτός διέταξε τόν δήμιο νά τούς περιφέρη στούς βωμούς καί στά εἴδωλα μέ σκοπό νά προσφέρουν θυσία στά ἄψυχα ξόανα εἰδάλλως νά τούς τιμωρῆ μέ διαφόρους τρόπους. Ἔτσι οἱ ἅγιοι μάρτυρες περιφέρονταν γιά τριάντα μέρες ἀπό τόπο σέ τόπο τῆς νήσου ἐμπαιζόμενοι, δερνόμενοι, διωκόμενοι, λιθοβολούμενοι ἀπό τούς εἰδωλολάτρες, ὅμως μένοντας πάντα στέρεοι στήν πίστη τους. Στό τέλος τούς ὁδήγησαν καί πάλι στόν ἄρχοντα, ὁ ὁποῖος βλέποντας τό γενναῖο φρόνημά τους καί ὅτι ἦταν μάταιο νά τούς προστάζη νά θυσιάσουν, ἀφοῦ διέταξε νά τούς βασανίσουν μέ τούς πιό σκληρούς καί ἀπάνθρωπους τρόπους στό τέλος τούς ἀποκεφάλισαν. Καί ἔτσι οἱ ἀοίδιμοι δέκα μάρτυρες ἔλαβαν τόν στέφανο τοῦ μαρτυρίου καί ἀξιώθηκαν καί τῆς ἐπουρανίου βασιλείας.
Τὸ ἀπολυτίκιο τῶν ἁγίων ἀναφέρει:
«Τήν πολυθαύμαστον, Κρήτην τιμήσωμεν, τήν ἐξανθήσασαν, ἄνθη τά τίμια, τούς μαργαρίτας τοῦ Χριστοῦ, Μαρτύρων τούς ἀκρέμονας. Δέκα γάρ ὑπάρχοντες, ἀριθμῷ οἱ μακάριοι, δύναμιν μυρίοπλον, τῶν δαιμόνων κατῄσχυναν, διό καί τούς στεφάνους ἐδέξαντο,Μάρτυρες Χριστοῦ οἱ καρτερόψυχοι».

Previous Article

Έκκληση προς καθαγιασμό των υδάτων

Next Article

Η ΜΑΣΚΑ ΣΕ ΕΞΩΤΕΡΙΚΟ ΧΩΡΟ ΔΕΝ ΠΡΟΣΦΕΡΕΙ ΤΙΠΟΤΑ.ΕΙΝΑΙ ΑΝΟΗΤΟ ΜΕΤΡΟ

Διαβάστε ακόμα