29 Ἰανουαρίου

Share:
Παντοκράτορας

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Κορ. ς΄ 16 – ζ΄1

   16 Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. 17 διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, 18 καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ.

   ζ΄ 1 Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ιε΄ 21-28

   21 Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. 22 καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγασεν αὐτῷ λέγουσα· ἐλέησόν με, Κύριε, υἱὲ Δαυΐδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. 23 ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτὸν λέγοντες· ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. 24 ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 25 ἡ δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι. 26 ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. 27 ἡ δὲ εἶπε· ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψυχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. 28 τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· ὦ γύναι, μεγάλη σου ἡ πίστις! γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΙ ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΣΙΛΟΥΑΝΟΣ ΕΠΙΣΚΟΠΟΣ, ΛΟΥΚΑΣ ΔΙΑΚΟΝΟΣ ΚΑΙ ΜΩΚΙΟΣ Ο ΑΝΑΓΝΩΣΤΗΣ

    Στίς 29 Ἱανουαρίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τῶν θηριομαχήσαντων ἁγίων μαρτύρων, Σιλουανοῦ τοῦ Ἐπισκόπου, Λουκᾶ Διακόνου καί Μωκίου τοῦ Ἀναγνώστη. Ὅταν βασίλευε ὁ Νουμεριανός, τό 284 κηρύχθηκε διωγμός κατά τῶν Χριστιανῶν. Ὁ ἅγιος Σιλουανός, Ἐπίσκοπος τῆς πόλεως τῶν Ἐμεσηνῶν, στήν Συρία, κατηγορήθηκε γιά τήν πίστη του στόν Χριστό, μαζί μέ τόν Διάκονο Λουκᾶ καί Μώκιο τόν Ἀναγνώστη. Παρουσιάστηκαν καί οἱ τρεῖς ἐνώπιον τοῦ ἄρχοντα δεμένοι καί ἀφοῦ τούς ἐξετάσθηκαν ἐπιμελῶς, ὁμολόγησαν μέ θάρρος ὅτι ὁ Χριστός εἶναι ὁ ἀληθινός Θεός καί ἀναθεμάτισαν ὅσους προσκυνοῦσαν τά εἴδωλα. Ὁ ἄρχοντας ὀργίσθηκε καί ἐπειδή δέν κατάφερε νά τούς μεταπείσει μέ κολακεῖες νά ἀρνηθοῦν τόν Χριστό, διέταξε νά τούς δείρουν δυνατά καί μετά νά τούς φυλακίσουν γιά νά πεθάνουν ἀπό τήν πείνα. Μετά ἀπό ἀρκετές ἡμέρες τούς ξαναεξέτασαν καί τούς ἔριξαν πάλι στήν φυλακή. Ἀφοῦ καταταλαιπωρήθηκαν ἀπό τήν πείνα καί τήν δίψα, τούς ἔδωσαν στά θηρία νά κατασπαραχθοῦν. Στό στάδιο οἱ μάρτυρες προσευχήθηκαν καί ὁ Κύριος παρέλαβε τίς ἅγιες ψυχές τους. Τά θηρία εὐλαβήθηκαν τά ἅγια λείψανά τους καί ἔφυγαν χωρίς νά τά ἀγγίξουν. Τήν νύχτα πῆγαν καποιοι χριστιανοί, τά ἔκλεψαν, τά ἐνταφίασαν μέ τήν δέουσα τιμή, δόξασαν κι εὐχαρίστησαν τόν Θεό.

Previous Article

30 Ἰανουαρίου

Next Article

28 Ἰανουαρίου