30 Αὐγούστου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Κορ. ις΄ 13-24

   13 Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. 14 πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. 15 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· 16 ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. 17 χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν· 18 ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. 19 Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα σὺν τῇ κατ᾿ οἶκον αὐτῶν ἐκκλησίᾳ. 20 ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάζεσθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. 21 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. 22 εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἤτω ἀνάθεμα. μαρὰν ἀθᾶ. 23 Ἡ Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν. 24 ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ· ἀμήν.

 

Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ

   13 Προσέχετε σὰν ἄγρυπνοι φρουροί. Μένετε στερεοὶ καὶ ὄρθιοι εἰς τὴν πίστιν. Ἀγωνίζεσθε σὰν ἄνδρες γενναῖοι. Πάρετε δύναμιν καὶ θάρρος. 14 Ὅλα ὅσα κάνετε, ἂς γίνωνται μὲ ἀ 15 Σᾶς ἀπευθύνω δὲ καὶ μίαν ἄλλην παράκλησιν, ἀδελφοί. Γνωρίζετε τὸ σπίτι τοῦ Στεφανᾶ, ὅτι εἶναι ἡ οἰκογένεια, ποὺ πρώτη εἰς τὴν Ἀχαΐαν ἐπίστευσεν εἰς τὸν Χριστὸν καὶ ἀφιέρωσαν τὸν ἑαυτόν τους εἰς τὸ νὰ ὑπηρετοῦν τοὺς Χριστιανούς. 16 Σᾶς παρακαλῶ λοιπὸν νὰ ὑποτάσσεσθε καὶ σεῖς εἰς τοὺς τοιούτους διακεκριμένους Χριστιανούς, καθὼς καὶ εἰς κάθε ἄλλον, ποὺ συνεργάζεται καὶ κοπιάζει εἰς μίαν τόσον θεάρεστον διακονίαν. 17 Χαίρω δέ, διότι εἶναι παρόντες ἐδῶ ὁ Στεφανᾶς καὶ ὁ Φουρτοονᾶτος καὶ ὁ Ἀχαϊκός, διότι αὐτοὶ ἀνεπλήρωσαν τὸ κενὸν ποὺ αἰσθάνομαι, ἐπειδὴ δὲν σᾶς ἔχω πλησίον μου. 18 Διότι μὲ τὰς πληροφορίας καὶ εἰδήσεις των ἀνέπαυσαν τὰ βάθη τῆς ψυχῆς μου καὶ μὲ τὴν ἐπιστολήν μου αὐτήν, ποὺ θὰ σᾶς φέρουν, εἶμαι βέβαιος, ὅτι θὰ ἀναπαύσουν καὶ τὰ βάθη τῆς ἰδικῆς σας ψυχῆς. Νὰ ἐκτιμᾶτε λοιπὸν τοὺς τοιούτους Χριστιανοὺς καὶ νὰ ἀναγνωρίζετε τὴν ἀξίαν τους. 19 Σᾶς στέλλουν ἐγκαρδίους χαιρετισμοὺς αἱ Ἐκκλησίαι τῆς Ἀσίας. Σᾶς στέλλουν πολλοὺς χαιρετισμοὺς ἐν Κυρίῳ ὁ Ἀκύλας καὶ ἡ Πρίσκιλλα μαζὶ μὲ τοὺς Χριστιανούς, ποὺ συνάζονται εἰς τὸ σπίτι των. 20 Σᾶς στέλλουν ἐγκαρδίους χαιρετισμοὺς ὅλοι οἰ ἀδελφοί. Ἀσπασθῆτε ὁ ἕνας τὸν ἄλλον μὲ φίλημα ἅγιον. 21 Ὁ χαιρετισμὸς αὐτὸς ἐγράφη μὲ τὸ χέρι ἐμοῦ τοῦ Παύλου. 22 Ἐὰν κανεὶς δὲν ἀγαπᾷ μὲ τὴν καρδιά του τὸν Κύριον Ἰησοῦν Χριστόν, ἂς εἶναι χωρισμένος ἀπὸ τὸ σῶμα τῆς Ἐκκλησίας. Ὁ Κύριος θὰ ἔλθῃ καὶ θὰ ἀπολέσῃ κάθε ἀναθεματισμένον. 23 Ἡ χάρις τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ εἴθε νὰ εἶναι μαζί σας. 24 Ἡ ἐν Χριστῷ ἀγάπη μου ἂς εἶναι μὲ ὅλους σας. Ἀμήν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. κα΄ 33-42

  33  Ἄλλην παραβολὴν ἀκούσατε. ἄνθρωπος τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. 34 ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. 35 καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. 36 πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. 37 ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου. 38 οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. 39 καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν. 40 ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; 41 λέγουσιν αὐτῷ· Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. 42 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;

 

Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ

   33 Ἄλλην παραβολὴν ἀκούσατε.Ἦτο κάποιος οἰκοκύρης, ὁ Θεὸς δηλαδή, ὁ ὁποῖος ἐφύτευσεν ἄμπελον, τὸ ἰουδαϊκον ἔθνος τουτέστι. Καὶ ἔλαβεν ἰδιαιτέραν πρόνοιαν δι’ αὐτήν. Ἔβαλε δηλαδὴ τριγύρω ἀπ’ αὐτὴν φράκτην καὶ ἔσκαψε μέσα εἰς αὐτὴν ληνὸν καὶ ἔκτισε πύργον διὰ νὰ μένουν οἱ φύλακες καὶ ἐργάται, καὶ τὴν ἐνεπιστεύθη εἰς γεωργούς, εἰς τοὺς ἀρχιερεῖς καὶ εἰς τοὺς ἄρχοντας τοῦ λαοῦ, καὶ ἀνεχώρησεν εἰς ἄλλην χώραν. 34 Ὅταν δὲ ἐπλησίασεν ὁ καιρὸς τῆς ἐσοδείας, ἀπέστειλε τοὺς δούλους του, τοὺς προφήτας, πρὸς τοὺς γεωργοὺς διὰ νὰ παραλάβουν τοὺς καρπούς του, διὰ νὰ διαπιστώσουν δηλαδὴ τὴν εἰς τὸν Θεὸν ἀφοσίωσιν καὶ τὰ ἔργα τῆς ἀρετῆς, τὰ ὁποῖα ὤφειλεν ὁ λαὸς αὐτὸς ὕστερα ἀπὸ τὴν τόσην εὔνοιαν καὶ πρόνοιαν τοῦ Θεοῦ νὰ καρποφορήσῃ ὡς ἄλλη καλλιεργημένη ἄμπελος. 35 Καὶ οἱ γεωργοί, οἱ ἄρχοντες τοῦ Ἰσραὴλ τουτέστιν, ἀφοῦ συνέλαβαν τοὺς δούλους του, ἄλλον μὲν ἔδειραν, ἄλλον δὲ ἐφόνευσαν, ἄλλον δὲ ἐλιθοβόλησαν. 36 Πάλιν ἀπέστειλεν ὁ οἰκοκύρης ἄλλους δούλους περισσοτέρους ἀπὸ τοὺς πρώτους, καὶ ἔκαμαν εἰς αὐτοὺς τὰ ἴδια. 37 Ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱόν του λέγων· Πρέπει τουλάχιστον οἱ ἄνθρωποι αὐτοὶ νὰ ἐντραποῦν τὸν υἱόν μου. 38 Οἱ γεωργοὶ ὅμως, ὅταν εἶδαν τὸν υἱόν, τὸν Ἰησοῦν Χριστὸν δηλαδή, τὸν ἐνανθρωπήσαντα υἱὸν τοῦ Θεοῦ, εἶπαν μεταξύ τους· αὐτὸς εἶναι ὁ κληρονόμος· ἐλᾶτε, ἂς τὸν φονεύσωμεν καὶ ἂς καταλάβωμεν τὴν κληρονομίαν του γινόμενοι ἀνενόχλητοι πλέον κύριοι καὶ ἐκμεταλλευταὶ τῆς Ἰουδαϊκῆς συναγωγῆς. 39 Καὶ ἀφοῦ τὸν ἔπιασαν, τὸν ἔβγαλαν ἔξω ἀπὸ τὴν ἄμπελον καὶ τὸν ἐφόνευσαν. 40 Ὅταν λοιπὸν ἔλθῃ ὁ κύριος τῆς ἀμπέλου, τί εἶναι δίκαιον νὰ κάνῃ εἰς τοὺς καλλιεργητὰς ἐκείνους; 41 Λέγουσιν εἰς αὐτόν· Θὰ ἐξολοθρεύσῃ μὲ θάνατον κακὸν αὐτοὺς ποὺ τόσον κακοὶ εἶναι, καὶ τὴν ἄμπελον θὰ ἐνοικιάσῃ εἰς ἄλλους γεωργούς, οἱ ὁποῖοι θὰ δώσουν εἰς αὐτὸν τοὺς ὀφειλομένους καρποὺς εἰς τὰς ἐποχάς των. Πράγματι δέ, ἀφοῦ ἐξωλόθρευσε τοὺς Ἰουδαίους καὶ κατέστρεψε διὰ τῶν Ρωμαίων τὴν Ἱερουσαλήμ, παρέδωκε τὴν ἄμπελόν του, τὸν νέον Ἰσραὴλ τῆς χάριτος, εἰς τοὺς Ἀποστόλους καὶ τοὺς διαδόχους των πρὸς καρποφόρον καλλιέργειαν. 42 Λέγει εἰς αὐτοὺς ὁ Ἰησοῦς· Δὲν ἀνεγνώσατε ποτὲ εἰς τάς Γραφάς· Λίθον, τὸν ὁποῖον ἀπέρριψαν ὡς ἀκατάλληλον οἱ κτίσται, αὐτὸς ἔγινε τῆς ὅλης οἰκοδομῆς κεφαλὴ καὶ ἀκρογωνιαῖος λίθος· ἀπὸ τὸν Κύριον ἔγινε τοῦτο καὶ εἶναι θαυμαστὸν εἰς τὰ μάτια ἡμῶν τῶν πιστῶν; Ἤτοι ἐγώ, τὸν ὁποῖον ὡς ἄλλον λίθον ἀπέρριψαν ὡς ἀκατάλληλον ἐν τῇ οἰκοδομὴ τοῦ Θεοῦ αὐτοί, ποὺ μὲ τὴν διδασκαλίαν τῶν ἔργον καὶ καθῆκον ἔχουν νὰ σᾶς οἰκοδομοῦν, ἔγινα τῆς ὅλης οἰκοδομῆς κεφαλὴ καὶ συνήνωσα τοὺς λαοὺς εἰς μίαν Ἐκκλησίαν. Τὸ θαυμαστὸν δὲ εἰς τὰ μάτια ὅλων τῶν πιστῶν γεγονὸς τοῦτο ἔγινε ἀπὸ τὸν Κύριον.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΑΛΕΞΑΝΔΡΟΣ

    Ὁ Ἅγιος Ἀλέξανδρος ἦταν πολύ ἐνάρετος, γι’ αὐτό ἔγινε πρωτοπρεσβύτερος τοῦ ἁγίου Μητροφάνη, πατριάρχου Κωνσταντινουπόλεως. Ἦταν παρών στήν πρώτη Οἰκουμενική Σύνοδο, στή θέση τοῦ ἁγίου Μητροφάνη, ὁ ὁποῖος λόγῳ ἠλικίας δέν μπόρεσε νά μεταβεῖ στήν Νίκαια. Ἔλεγξε μέ σφοδρότητα τόν Ἄρειο καί ὑπερασπίστηκε τά ὀρθόδοξα δόγματα. Ἀφοῦ τελείωσε ἡ Σύνοδος, ὁ Μέγας Κωνσταντῖνος ζήτησε ἀπό τούς Πατέρες νά εὐλογήσουν τήν νεόκτιστη Κωνσταντινούπολη. Τότε ἄγγελος Κυρίου φάνηκε στόν ἅγιο Μητροφάνη καί τόν πληροφόρησε, ὅτι σέ δέκα ἡμέρες ἐπρόκειτο νά ἀναχωρήσει ἀπό αὐτήν τή ζωή καί ὅτι θά τόν διαδεχθεῖ ὁ ἅγιος Ἀλέξανδρος. Μετά τόν θάνατο τοῦ μεγάλου Κωνσταντίνου τόν διαδέχθηκε ὁ ἀρειανόφρονας γυιός του, ὁ ὁποῖος πίεζε τόν ἅγιο νά δεχθεῖ καί νά συγκοινωνήσει μέ τόν Ἄρειο. Ὁ ἅγιος ὅμως παρέμεινε σταθερός στά ὀρθόδοξα δόγματα καί ἀφοῦ ἐποίμανε θεοφιλῶς τήν Ἐκκλησία ἐπί εἰκοσιτρία ἔτη, ἐξεδήμησε πρός Κύριον.

Ἀπολυτίκιον

(Ἦχος γ΄. Τήν ὠραιότητα.)

   Μύσται οὐράνιοι ἀποδεικνύμενοι, θεῖοι ἐκφάντορες τῷ κόσμῳ ὤφθητε, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, ποιμάναντες θεαρέστως, ἱερὲ Ἀλέξανδρε, τῆς Τριάδος ὁ πρόμαχος, Ἰωάννη ἔνδοξε, ὁ τῆς χάριτος τρόφιμος, καὶ Παῦλε Ἱερέων ἀκρότης, ὅθεν ὑμᾶς ἀνευφημοῦμεν.

Μεγαλυνάριον

   Χαίροις τῶν Πατέρων τριάς σεπτή, Ἀλέξανδρε μάκαρ, σύν τῷ Παύλῳ τῷ εὐκλεεῖ, καί τῷ Ἰωάννῃ, ἡ τρίφωτος λυχνία, ἡ πᾶσαν Ἐκκλησίαν καταπυρσεὐουσα.

Previous Article

31 Αὐγούστου

Next Article

29 Αὐγούστου