4 Σεπτεμβρίου

Share:

᾿Αποστολικόν ανάγνωσμα

Β’ Κορ. ια’ 5-21

Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων· εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ᾽ οὐ τῇ γνώσει, ἀλλ᾽ ἐν παντὶ φανερωθέντες ἐν πᾶσιν εἰς ὑμᾶς. Ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ Θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν; ἄλλας ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν, καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐδενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας· καὶ ἐν παντὶ ἀβαρῆ ὑμῖν ἐμαυτὸν ἐτήρησα καὶ τηρήσω. ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασι τῆς ᾽Αχαΐας. διὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; ὁ Θεὸς οἶδεν. ἃ δὲ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν, ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσι καθὼς καὶ ἡμεῖς. οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ. καὶ οὐ θαυμαστόν· αὐτὸς γὰρ ὁ σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός·  οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν. Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι. ὃ λαλῶ οὐ λαλῶ κατὰ κύριον, ἀλλ᾽ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως.  ἐπεὶ πολλοὶ καυχῶνται κατὰ τήν σάρκα, κἀγὼ καυχήσομαι. ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων φρόνιμοι ὄντες· ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις ὑμᾶς εἰς πρόσωπον δέρει. κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν· ἐν ᾧ δ᾽ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ.

Εὐαγγελικόν ανάγνωσμα

Μρ. δ’ 1-9

Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν· καὶ συνήχθη πρὸς αὐτὸν ὄχλος πολύς, ὥστε αὐτὸν ἐμβάντα εἰς τὸ πλοῖον καθῆσθαι ἐν τῇ θαλάσσῃ· καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦσαν. καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· ἀκούετε. ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι. καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἔπεσεν ἐπὶ τὴν ὁδόν, καὶ ἦλθον τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό· καὶ ἄλλο ἔπεσεν ἐπὶ τὸ πετρῶδες, ὅπου οὐκ εἶχε γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλε διὰ τὸ μὴ ἔχειν βάθος γῆς, ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη· καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καί καρπὸν οὐκ ἔδωκε καί ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξάνοντα, καὶ ἔφερεν ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν. καὶ ἔλεγεν αὐτοῖς· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

Στίς 4 Σεπτεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ προφήτου καί Θεόπτου Μωυσέως. Ὁ προφήτης Μωυσῆς γεννήθηκε στήν Αἴγυπτο. Ὅταν ὁ Φαραώ διέταξε νά θανατώσουν τά ἀρσενικά παιδιά τῶν ἑβραίων ὁ Μωυσῆς κατά θεία πρόνοια διασώθηκε ἀπό τήν κόρη τοῦ Φαραώ ἡ ὁποία καί τόν ἀνέθρεψε ὡς γιό της. Σέ ἡλικία σαράντα χρόνων θανάτωσε ἕνα αἰγύπτιο, ὁ ὁποῖος ἔδερνε καί ἀδικοῦσε ἕνα ἑβραῖο, γιά τόν λόγο αὐτό ἔφυγε στήν ἔρημο τοῦ ὄρους Σινᾶ, ὅπου νυμφεύθηκε τήν Σεπφώρα τήν κόρη τοῦ Ἰοθόρ, καί ἔγινε ποιμήν προβάτων. Προσευχόμενος συνεχῶς πρός τόν Θεό γιά τήν σωτηρία τοῦ λαοῦ του καθάρισε τόν ἑαυτό του καί ἀξιώθηκε νά δεῖ, ὅσο εἶναι δυνατόν σέ ἄνθρωπο, τόν Θεό κατά τό θαῦμα τῆς βάτου τῆς μή καιομένης. Παρέμεινε στήν ἔρημο σαράντα χρόνια καί κατόπιν γύρισε στήν Αἴγυπτο μέ προσταγή τοῦ Θεοῦ, γιά νά ἐλευθερώση τούς ἰσραηλίτες. Ἐπειδή ὁ Φαραώ ἀρνιόταν νά τούς ἐλευθερώση, ὁ Μωυσῆς τιμώρησε τούς αἰγυπτίους μέ δέκα πληγές. Κατόπιν παρέλαβε τούς ἑβραίους μέ τό χρυσό καί τό ἀσήμι τῶν αἰγυπτίων καί μέ τήν βοήθεια τοῦ Θεοῦ πέρασαν τήν Ἐρυθρά Θάλασσα μέ θαυμαστό τρόπο καί περιπλανήθηκαν στήν ἔρημο γιά σαράντα χρόνια, μέ σκοπό νά παιδευθοῦν καί νά προετοιμαστοῦν νά εἰσέλθουν στήν γῆ τῆς ἐπαγγελίας. Ἐκεῖ ὁ Θεός τούς παράδωσε καί τόν γραπτό Νόμο. Ἐπειδή ὅμως ὁ Μωυσῆς παρόξυνε τόν Θεό, πέφτοντας σέ ἀπίστία δέν ἀξιώθηκε νά μπῆ στήν γῆ τῆς ἐπαγγελίας, ἀλλά ἀφοῦ ἀνέβηκε στό ὄρος Ναβαῦ καί τήν ἀγνάντεψε πέθανε σέ ἡλικία ἑκατόν εἴκοσι χρόνων.

Previous Article

ΠΑΤΕΡΙΚΑΙ ΔΙΔΑΧΑΙ

Next Article

Το Αιγαίο «κείται μακράν»

Διαβάστε ακόμα