4 Ἰουλίου

Share:

 

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ρωμ. ιδ΄ 9-18

  9 Εἰς τοῦτο γὰρ Χριστὸς καὶ ἀπέθανε καὶ ἀνέστη καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. 10 Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ. 11 γέγραπται γάρ· ζῶ ἐγώ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ. 12 ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ. 13 Μηκέτι οὖν ἀλλήλους κρίνωμεν, ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. 14 οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι᾿ αὐτοῦ· εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν. 15 εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανε. 16 μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν. 17 οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν Πνεύματι Ἁγίῳ· 18 ὁ γὰρ ἐν τούτοις δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ Θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ιβ΄ 14-17, 22-30

  14 Ἐξελθόντες δὲ οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ᾿ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν. 15 Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν· καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας, 16 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν ποιήσωσιν αὐτόν, 17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος·

   22 Τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ κωφός, καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν τυφλὸν καὶ κωφὸν καὶ λαλεῖν καὶ βλέπειν· 23 καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον· μήτι οὗτός ἐστιν ὁ Χριστὸς ὁ υἱὸς Δαυΐδ; 24 οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον· οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰμὴ ἐν τῷ Βεελζεβούλ, ἄρχοντι τῶν δαιμονίων. 25 εἰδὼς δὲ ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς· πᾶσα βασιλεία μερισθεῖσα καθ᾿ ἑαυτὴν ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ᾿ ἑαυτὴν οὐ σταθήσεται. 26 καὶ εἰ ὁ σατανᾶς τὸν σατανᾶν ἐκβάλλει, ἐφ᾿ ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ; 27 καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβαλοῦσι; διὰ τοῦτο αὐτοὶ κριταὶ ἔσονται ὑμῶν. 28 εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. 29 ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ ἁρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει. 30 ὁ μὴ ὢν μετ᾿ ἐμοῦ κατ᾿ ἐμοῦ ἐστι, καὶ ὁ μὴ συνάγων μετ᾿ ἐμοῦ σκορπίζει.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Η ΑΓΙΑ ΜΑΡΘΑ, ΜΗΤΗΡ ΤΟΥ ΟΣΙΟΥ ΣΥΜΕΩΝ

   Στίς 4 Ἰουλίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τῆς ὁσίας Μάρθας, μητέρας τοῦ ὁσίου Συμεών τοῦ ἐν τῷ Θαυμαστῷ ὄρει. Σχόλαζε πάντοτε στίς ἐκκλησίες καί μεταχειριζόταν κάθε εἶδος ἀρετῆς. Κανείς δέν τήν εἶδε νά καθίσει κατά τήν ἡμέρα τῆς Κυριακῆς ἤ νά συνομιλεῖ μέ κάποιον ἄνθρωπο. Εἶχε πολλή ἀγάπη καί ταπείνωση, ἦταν δέ πολύ ἐλεήμων. Ὑποδεχόταν τούς ξένους, τούς ἔπλενε τά πόδια καί τούς διακονοῦσε. Ἔδινε ροῦχα στούς γυμνούς, τροφή στούς πεινασμένους καί χάριζε καθαρά σεντόνια σέ ὅσους βαπτίζονταν ἤ σέ ἀνθρώπους πού κήδευαν τούς συγγενεῖς τους. Εὐλαβεῖτο καί τιμοῦσε πολύ τήν Κυρία Θεοτόκο, γι’ αὐτό καί πληροφορήθηκε ἀπό αὐτήν τά οὐράνια ἀγαθά, πού ἐπρόκειτο νά ἀπολαύσει μετά θάνατον. Προγνώρισε τήν κοίμησή τρεῖς μῆνες νωρίτερα καί πῆγε νά ἀποχαιρετίσει τόν ὅσιο Συμεών. Ὁ υἱός της πληροφορήθηκε κι αὐτός τήν ἐκδημία της καί ζήτησε τίς εὐχές της. Πράγματι, μητέρα καί υἱός εὐχήθηκαν μεταξύ τους. Ἡ ἁγία Μάρθα ἐτάφη στήν Δάφνη Ἀντιοχείας, ἀλλά ὁ ὅσιος Συμεών μετεκόμισε τό ἅγιο λείψανό της κοντά στόν στύλο του. Μέ τίς προσευχές τοῦ ὁσίου ὁ τάφος τῆς μητέρας του θαυματουργοῦσε. Φάνηκε μάλιστα ἡ ἁγία σέ ὅσους παρίσταντο καί τούς χαροποίησε ὅλους, λέγοντάς τους ὅτι βρῆκε μεγάλη χάρη ἀπό τόν Θεό, ὄχι μόνο χάρις στίς εὐχές τοῦ ὁσίου Συμεών, ἀλλά κάι χάρις στήν μεγάλη ὑπομονή της σέ πολλές θλίψεις καί πειρασμούς.

Previous Article

5 Ἰουλίου

Next Article

3 Ἰουλίου